ΙΕΡΕΜΙΑΣ
Chapter 22
Septuagint (Greek Old Te…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΙΕΡΕΜΙΑΣ 22

Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΤΑΔΕ λέγει Κύριος· πορεύου καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ βασιλέως Ἰούδα καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον
1耶和华如此说:「你下到 犹大 王的宫中,在那里说这话,
2καὶ ἐρεῖς· ἄκουε λόγον Κυρίου, βασιλεῦ Ἰούδα ὁ καθήμενος ἐπὶ θρόνου Δαυίδ, σὺ καὶ ὁ οἶκός σου καὶ ὁ λαός σου καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις ταύταις·
2说:『坐 大卫 宝座的 犹大 王啊,你和你的臣仆,并进入城门的百姓,都当听耶和华的话。
3τάδε λέγει Κύριος· ποιεῖτε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβῆτε καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ.
3耶和华如此说:你们要施行公平和公义,拯救被抢夺的脱离欺压人的手,不可亏负寄居的和孤儿寡妇,不可以强暴待他们,在这地方也不可流无辜人的血。
4διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον, καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καθήμενοι ἐπὶ θρόνου Δαυὶδ καὶ ἐπιβεβηκότες ἐφ' ἁρμάτων καὶ ἵππων, αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν, καὶ ὁ λαὸς αὐτῶν·
4你们若认真行这事,就必有坐 大卫 宝座的君王和他的臣仆百姓,或坐车或骑马,从这城的各门进入。
5ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους, κατ' ἐμαυτοῦ ὤμοσα, λέγει Κύριος, ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἶκος οὗτος.
5你们若不听这些话,耶和华说:我指着自己起誓,这城必变为荒场。』
6ὅτι τάδε λέγει Κύριος κατὰ τοῦ οἴκου βασιλέως Ἰούδα· Γαλαὰδ σύ μοι, ἀρχὴ τοῦ Λιβάνου, ἐὰν μὴ θῶ σε εἰς ἔρημον, πόλεις μὴ κατοικηθησομένας·
6耶和华论到 犹大 王的家如此说: 我看你如 基列 , 如 黎巴嫩 顶; 然而,我必使你变为旷野, 为无人居住的城邑。
7καὶ ἐπάξω ἐπὶ σὲ ὀλοθρεύοντα ἄνδρα καὶ τὸν πέλεκυν αὐτοῦ, καὶ ἐκκόψουσι τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ.
7我要预备行毁灭的人, 各拿器械攻击你; 他们要砍下你佳美的香柏树, 扔在火中。
8καὶ διελεύσονται ἔθνη διὰ τῆς πόλεως ταύτης καὶ ἐρεῖ ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ· διατί ἐποίησε Κύριος οὕτως τῇ πόλει ταύτῃ τῇ μεγάλῃ;
8「许多国的民要经过这城,各人对邻舍说:『耶和华为何向这大城如此行呢?』
9καὶ ἐροῦσιν· ἀνθ' ὧν ἐγκατέλιπον τὴν διαθήκην Κυρίου Θεοῦ αὐτῶν καὶ προσεκύνησαν θεοῖς ἀλλοτρίοις καὶ ἐδούλευσαν αὐτοῖς.
9他们必回答说:『是因离弃了耶和华—他们 神的约,事奉敬拜别神。』」
10Μὴ κλαίετε τὸν τεθνηκότα μηδὲ θρηνεῖτε αὐτόν· κλαύσατε κλαυμῷ τὸν ἐκπορευόμενον, ὅτι οὐκ ἐπιστρέψει ἔτι, οὐδὲ ὄψεται τὴν γῆν πατρίδος αὐτοῦ.
10不要为死人哭号; 不要为他悲伤, 却要为离家出外的人大大哭号; 因为他不得再回来, 也不得再见他的本国。
11διότι τάδε λέγει Κύριος ἐπὶ Σελλὴμ υἱὸν Ἰωσία τὸν βασιλεύοντα ἀντὶ Ἰωσίου τοῦ πατρὸς αὐτοῦ, ὃς ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου· οὐκ ἀναστρέψει ἐκεῖ ἔτι,
11因为耶和华论到从这地方出去的 犹大 王 约西亚 的儿子 沙龙 ,就是接续他父亲 约西亚 作王的,这样说:「他必不得再回到这里来,
12ἀλλ' ἢ ἐν τῷ τόπῳ, οὗ μετῴκισα αὐτόν, ἐκεῖ ἀποθανεῖται καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι.
12却要死在被掳去的地方,必不得再见这地。」
13Ὦ ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ.
13那行不义盖房、行不公造楼、 白白使用人的手工不给工价的有祸了!
14ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον, ὑπερῷα ριπιστὰ διεσταλμένα θυρίσι καὶ ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μίλτῳ.
14他说:我要为自己盖广大的房、宽敞的楼, 为自己开窗户。 这楼房的护墙板是香柏木的, 楼房是丹色油漆的。
15μὴ βασιλεύσῃς, ὅτι σὺ παροξύνῃ ἐν Ἄχαζ τῷ πατρί σου; οὐ φάγονται καὶ οὐ πίονται· βέλτιον ἦν σὲ ποιεῖν κρίμα καὶ δικαιοσύνην.
15难道你作王是在乎 造 香柏木 楼房 争胜吗? 你的父亲岂不是也吃也喝、 也施行公平和公义吗? 那时他得了福乐。
16οὐκ ἔγνωσαν, οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδὲ κρίσιν πένητος· οὐ τοῦτό ἐστι τὸ μὴ γνῶναί σε ἐμέ, λέγει Κύριος;
16他为困苦和穷乏人伸冤, 那时就得了福乐。 认识我不在乎此吗? 这是耶和华说的。
17ἰδοὺ οὐκ εἰσὶν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή, ἀλλὰ εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῷον τοῦ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδικήματα καὶ εἰς φόνον τοῦ ποιεῖν αὐτά.
17惟有你的眼和你的心专顾贪婪, 流无辜人的血, 行欺压和强暴。
18διὰ τοῦτο τάδε λέγει Κύριος ἐπὶ Ἰωακεὶμ υἱὸν Ἰωσία βασιλέα Ἰούδα· οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον· οὐ μὴ κόψονται αὐτόν· ὦ ἀδελφέ, οὐδὲ μὴ κλαύσονται αὐτόν· οἴμοι Κύριε.
18所以,耶和华论到 犹大 王 约西亚 的儿子 约雅敬 如此说: 人必不为他举哀 说 : 哀哉!我的哥哥; 或说:哀哉!我的姐姐; 也不为他举哀 说 : 哀哉!我的主; 或说:哀哉!我主的荣华。
19ταφὴν ὄνου ταφήσεται, συμψηθεὶς ριφήσεται ἐπέκεινα τῆς πύλης Ἱερουσαλήμ.
19他被埋葬,好像埋驴一样, 要拉出去扔在 耶路撒冷 的城门之外。
20Ἀνάβηθι εἰς τὸν Λίβανον καὶ κράξον καὶ εἰς τὴν Βασὰν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης, ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου.
20你要上 黎巴嫩 哀号, 在 巴珊 扬声, 从 亚巴琳 哀号, 因为你所亲爱的都毁灭了。
21ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου, καὶ εἶπας· οὐκ ἀκούσομαι· αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου, οὐκ ἤκουσας τῆς φωνῆς μου.
21你兴盛的时候,我对你说话; 你却说:我不听。 你自幼年以来总是这样, 不听从我的话。
22πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος, καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται· ὅτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε.
22你的牧人要被风吞吃, 你所亲爱的必被掳去; 那时你必因你一切的恶抱愧蒙羞。
23κατοικοῦσα ἐν τῷ Λιβάνῳ, ἐννοσσεύουσα ἐν ταῖς κέδροις, καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὀδύνας ὡς τικτούσης.
23你这住 黎巴嫩 、在香柏树上搭窝的, 有痛苦临到你, 好像疼痛临到产难的妇人, 那时你何等可怜!
24ζῶ ἐγώ, λέγει Κύριος, ἐὰν γενόμενος γένηται Ἰεχονίας υἱὸς Ἰωακεὶμ βασιλεὺς Ἰούδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου, ἐκεῖθεν ἐκσπάσω σε
24耶和华说:「 犹大 王 约雅敬 的儿子 哥尼雅 ,虽是我右手上带印的戒指,我凭我的永生起誓,也必将你从其上摘下来,
25καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου, ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν, εἰς χεῖρας τῶν Χαλδαίων·
25并且我必将你交给寻索你命的人和你所惧怕的人手中,就是 巴比伦 王 尼布甲尼撒 和 迦勒底 人的手中。
26καὶ ἀπορρίψω σε καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν, οὗ οὐκ ἐτέχθης ἐκεῖ, καὶ ἐκεῖ ἀποθανεῖσθε.
26我也必将你和生你的母亲赶到别国,并不是你们生的地方;你们必死在那里,
27εἰς δὲ τὴν γῆν, ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν, οὐ μὴ ἀποστρέψωσιν.
27但心中甚想归回之地,必不得归回。」
28ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος, οὗ οὐκ ἔστι χρεία αὐτοῦ, ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γῆν, ἣν οὐκ ᾔδει.
28哥尼雅 这人是被轻看、破坏的器皿吗? 是无人喜爱的器皿吗? 他和他的后裔为何被赶到不认识之地呢?
29γῆ γῆ ἀκουε λόγον Κυρίου·
29地啊,地啊,地啊,当听耶和华的话!
30γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον, ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου Δαυὶδ ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ.
30耶和华如此说: 要写明这人算为无子, 是平生不得亨通的; 因为他后裔中再无一人得亨通, 能坐在 大卫 的宝座上治理 犹大 。

Tip: use the ← and → keys to turn chapters.