ΗΣΑΙΑΣ
Chapter 57
Septuagint (Greek Old Te…
vs Modern Hebrew Bible
Aa
Text size
Line width
Verse numbers

ΗΣΑΙΑΣ 57

Septuagint (Greek Old Testament), second edition
Modern Hebrew Bible
1ΙΔΕΤΕ ὡς ὁ δίκαιος ἀπώλετο, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ. ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος·
1הצדיק אבד ואין איש שם על לב ואנשי חסד נאספים באין מבין כי מפני הרעה נאסף הצדיק׃
2ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ᾖρται ἐκ τοῦ μέσου
2יבוא שלום ינוחו על משכבותם הלך נכחו׃
3ὑμεῖς δὲ προσαγάγετε ὧδε, υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης·
3ואתם קרבו הנה בני עננה זרע מנאף ותזנה׃
4ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστε τέκνα ἀπωλείας; σπέρμα ἄνομον;
4על מי תתענגו על מי תרחיבו פה תאריכו לשון הלוא אתם ילדי פשע זרע שקר׃
5οἱ παρακαλοῦντες εἴδωλα ὑπὸ δένδρα δασέα, σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάραγξιν ἀναμέσον τῶν πετρῶν.
5הנחמים באלים תחת כל עץ רענן שחטי הילדים בנחלים תחת סעפי הסלעים׃
6ἐκείνη σου ἡ μερίς, οὗτός σου ὁ κλῆρος, κἀκείνοις ἐξέχεας σπονδὰς κἀκείνοις ἀνήνεγκας θυσίας· ἐπὶ τούτοις οὖν οὐκ ὀργισθήσομαι;
6בחלקי נחל חלקך הם הם גורלך גם להם שפכת נסך העלית מנחה העל אלה אנחם׃
7ἐπ᾿ ὄρος ὑψηλὸν καὶ μετέωρον, ἐκεῖ σου ἡ κοίτη, καὶ ἐκεῖ ἀνεβίβασας θυσίας σου.
7על הר גבה ונשא שמת משכבך גם שם עלית לזבח זבח׃
8καὶ ὀπίσω τῶν σταθμῶν τῆς θύρας σου ἔθηκας μνημόσυνά σου· ᾤου ὅτι ἐὰν ἀπ᾿ ἐμοῦ ἀποστῇς, πλεῖόν τι ἕξεις· ἠγάπησας τοὺς κοιμωμένους μετὰ σοῦ
8ואחר הדלת והמזוזה שמת זכרונך כי מאתי גלית ותעלי הרחבת משכבך ותכרת לך מהם אהבת משכבם יד חזית׃
9καὶ ἐπλήθυνας τὴν πορνείαν σου μετ᾿ αὐτῶν καὶ πολλοὺς ἐποίησας τοὺς μακρὰν ἀπὸ σοῦ καὶ ἀπέστειλας πρέσβεις ὑπὲρ τὰ ὅριά σου καὶ ἀπέστρεψας καὶ ἐταπεινώθης ἕως ᾅδου.
9ותשרי למלך בשמן ותרבי רקחיך ותשלחי צריך עד מרחק ותשפילי עד שאול׃
10ταῖς πολιοδίαις σου ἐκοπίασας καὶ οὐκ εἶπας· παύσομαι ἐνισχύουσα, ὅτι ἔπραξας ταῦτα, διὰ τοῦτο οὐ κατεδεήθης μου σύ.
10ברב דרכך יגעת לא אמרת נואש חית ידך מצאת על כן לא חלית׃
11τίνα εὐλαβηθεῖσα ἐφοβήθης καὶ ἐψεύσω με καὶ οὐκ ἐμνήσθης μου, οὐδὲ ἔλαβές με εἰς τὴν διάνοιαν οὐδὲ εἰς τὴν καρδίαν σου; καὶ ἐγώ σε ἰδὼν παρορῶ, καὶ ἐμὲ οὐκ ἐφοβήθης.
11ואת מי דאגת ותיראי כי תכזבי ואותי לא זכרת לא שמת על לבך הלא אני מחשה ומעלם ואותי לא תיראי׃
12καὶ ἐγὼ ἀπαγγελῶ τὴν δικαιοσύνην μου καὶ τὰ κακά σου, ἃ οὐκ ὠφελήσει σε.
12אני אגיד צדקתך ואת מעשיך ולא יועילוך׃
13ὅταν ἀναβοήσῃς, ἐξελέσθωσάν σε ἐν τῇ θλίψει σου· τούτους γὰρ πάντας ἄνεμος λήψεται καὶ ἀποίσει καταιγίς. οἱ δὲ ἀντεχόμενοί μου κτήσονται γῆν καὶ κληρονομήσουσι τὸ ὄρος τὸ ἅγιόν μου.
13בזעקך יצילך קבוציך ואת כלם ישא רוח יקח הבל והחוסה בי ינחל ארץ ויירש הר קדשי׃
14καὶ ἐροῦσι· καθαρίσατε ἀπὸ προσώπου αὐτοῦ ὁδοὺς καὶ ἄρατε σκῶλα ἀπὸ τῆς ὁδοῦ τοῦ λαοῦ μου.
14ואמר סלו סלו פנו דרך הרימו מכשול מדרך עמי׃
15Τάδε λέγει Κύριος ὁ Ὓψιστος, ὁ ἐν ὑψηλοῖς κατοικῶν τὸν αἰῶνα, ἅγιος ἐν ἁγίοις ὄνομα αὐτῷ, Κύριος Ὓψιστος ἐν ἁγίοις ἀναπαυόμενος καὶ ὀλιγοψύχοις διδοὺς μακροθυμίαν καὶ διδοὺς ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν·
15כי כה אמר רם ונשא שכן עד וקדוש שמו מרום וקדוש אשכון ואת דכא ושפל רוח להחיות רוח שפלים ולהחיות לב נדכאים׃
16οὐκ εἰς τὸν αἰῶνα ἐκδικήσω ὑμᾶς, οὐδὲ διαπαντὸς ὀργισθήσομαι ὑμῖν· πνεῦμα γὰρ παρ᾿ ἐμοῦ ἐξελεύσεται καὶ πνοὴν πᾶσαν ἐγὼ ἐποίησα.
16כי לא לעולם אריב ולא לנצח אקצוף כי רוח מלפני יעטוף ונשמות אני עשיתי׃
17δι᾿ ἁμαρτίαν βραχύ τι ἐλύπησα αὐτὸν καὶ ἐπάταξα αὐτὸν καὶ ἀπέστρεψα τὸ πρόσωπόν μου ἀπ᾿ αὐτοῦ, καὶ ἐλυπήθη καὶ ἐπορεύθη στυγνὸς ἐν ταῖς ὁδοῖς αὐτοῦ.
17בעון בצעו קצפתי ואכהו הסתר ואקצף וילך שובב בדרך לבו׃
18τὰς ὁδοὺς αὐτοῦ ἑώρακα καὶ ἰασάμην αὐτὸν καὶ παρεκάλεσα αὐτὸν καὶ ἔδωκα αὐτῷ παράκλησιν ἀληθινήν,
18דרכיו ראיתי וארפאהו ואנחהו ואשלם נחמים לו ולאבליו׃
19εἰρήνην ἐπ᾿ εἰρήνῃ τοῖς μακρὰν καὶ τοῖς ἐγγὺς οὖσι. καὶ εἶπε Κύριος· ἰάσομαι αὐτούς,
19בורא נוב שפתים שלום שלום לרחוק ולקרוב אמר יהוה ורפאתיו׃
20οἱ δὲ ἄδικοι οὕτως κλυδωνισθήσονται καὶ ἀναπαύσασθαι οὐ δυνήσονται.
20והרשעים כים נגרש כי השקט לא יוכל ויגרשו מימיו רפש וטיט׃
21οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσιν, εἶπε Κύριος ὁ Θεός.
21אין שלום אמר אלהי לרשעים׃

Tip: use the ← and → keys to turn chapters.