ΞΟΔΟΣ 24
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Traditional)
1ΚΑΙ Μωυσῇ εἶπεν· ἀνάβηθι πρὸς τὸν Κύριον σὺ καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδημήκοντα τῶν πρεσβυτέρων Ἰσραήλ, καὶ προσκυνήσουσι μακρόθεν τῷ Κυρίῳ·
1耶和華對 摩西 說:「你和 亞倫 、 拿答 、 亞比戶 ,並 以色列 長老中的七十人,都要上到我這裏來,遠遠地下拜。
2καὶ ἐγγιεῖ Μωυσῆς μόνος πρὸς τὸν Θεόν, αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν· ὁ δὲ λαὸς οὐ συναναβήσεται μετ᾿ αὐτῶν.
2惟獨你可以親近耶和華;他們卻不可親近;百姓也不可和你一同上來。」
3εἰσῆλθε δὲ Μωυσῆς καὶ διηγήσατο τῷ λαῷ πάντα τὰ ρήματα τοῦ Θεοῦ καὶ τὰ δικαιώματα· ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς φωνῇ μιᾷ λέγοντες· πάντας τοὺς λόγους, οὓς ἐλάλησε Κύριος, ποιήσομεν καὶ ἀκουσόμεθα.
3摩西 下山,將耶和華的命令典章都述說與百姓聽。眾百姓齊聲說:「耶和華所吩咐的,我們都必遵行。」
4καὶ ἔγραψε Μωυσῆς πάντα τὰ ρήματα Κυρίου. ὀρθρίσας δὲ Μωυσῆς τὸ πρωΐ ᾠκοδόμησε θυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ·
4摩西 將耶和華的命令都寫上。清早起來,在山下築一座壇,按 以色列 十二支派立十二根柱子,
5καὶ ἐξαπέστειλε τοὺς νεανίσκους τῶν υἱῶν Ἰσραήλ, καὶ ἀνήνεγκαν ὁλοκαυτώματα καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ Θεῷ μοσχάρια.
5又打發 以色列 人中的少年人去獻燔祭,又向耶和華獻牛為平安祭。
6λαβὼν δὲ Μωυσῆς τὸ ἥμισυ τοῦ αἵματος ἐνέχεεν εἰς κρατῆρας, τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεε πρὸς τὸ θυσιαστήριον.
6摩西 將血一半盛在盆中,一半灑在壇上;
7καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ, καὶ εἶπαν· πάντα ὅσα ἐλάλησε Κύριος, ποιήσομεν καὶ ἀκουσόμεθα.
7又將約書念給百姓聽。他們說:「耶和華所吩咐的,我們都必遵行。」
8λαβὼν δὲ Μωυσῆς τὸ αἷμα κατεσκέδασε τοῦ λαοῦ καὶ εἶπεν· ἰδοὺ τὸ αἷμα τῆς διαθήκης, ἧς διέθετο Κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων.
8摩西 將血灑在百姓身上,說:「你看!這是立約的血,是耶和華按這一切話與你們立約 的憑據 。」
9Καὶ ἀνέβη Μωυσῆς καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδομήκοντα τῆς γερουσίας Ἰσραήλ
9摩西 、 亞倫 、 拿答 、 亞比戶 ,並 以色列 長老中的七十人,都上了山。
10καὶ εἶδον τὸν τόπον, οὗ εἱστήκει ὁ Θεὸς τοῦ Ἰσραήλ· καὶ τά ὑπὸ τοὺς πόδας αὐτοῦ ὡσεὶ ἔργον πλίνθου σαπφείρου καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαριότητι.
10他們看見 以色列 的上帝,他腳下彷彿有平鋪的藍寶石,如同天色明淨。
11καὶ τῶν ἐπιλέκτων τοῦ Ἰσραὴλ οὐ διεφώνησεν οὐδὲ εἷς· καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ Θεοῦ καὶ ἔφαγον καὶ ἔπιον.
11他的手不加害在 以色列 的尊者身上。他們觀看上帝;他們又吃又喝。
12καὶ εἶπε Κύριος πρὸς Μωυσῆν· ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ· καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα, τὸν νόμον καὶ τὰς ἐντολάς, ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς.
12耶和華對 摩西 說:「你上山到我這裏來,住在這裏,我要將石版並我所寫的律法和誡命賜給你,使你可以教訓百姓。」
13καὶ ἀναστὰς Μωυσῆς καὶ Ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ ἀνέβησαν εἰς τὸ ὄρος τοῦ Θεοῦ·
13摩西 和他的幫手 約書亞 起來,上了上帝的山。
14καὶ τοῖς πρεσβυτέροις εἶπαν· ἡσυχάζετε αὐτοῦ, ἕως ἀναστρέψωμεν πρὸς ὑμᾶς· καὶ ἰδοὺ Ἀαρὼν καὶ Ὢρ μεθ᾿ ὑμῶν· ἐάν τινι συμβῇ κρίσις, προσπορευέσθωσαν αὐτοῖς.
14摩西 對長老說:「你們在這裏等着,等到我們再回來,有 亞倫 、 戶珥 與你們同在。凡有爭訟的,都可以就近他們去。」
15καὶ ἀνέβη Μωυσῆς καὶ Ἰησοῦς εἰς τό ὄρος, καί ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος.
15摩西 上山,有雲彩把山遮蓋。
16καὶ κατέβη ἡ δόξα τοῦ Θεοῦ ἐπὶ τὸ ὄρος τὸ Σινά, καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡμέρας· καὶ ἐκάλεσε Κύριος τὸν Μωυσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης.
16耶和華的榮耀停於 西奈山 ;雲彩遮蓋山六天,第七天他從雲中召 摩西 。
17τὸ δὲ εἶδος τῆς δόξης Κυρίου ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν Ἰσραήλ.
17耶和華的榮耀在山頂上,在 以色列 人眼前,形狀如烈火。
18καὶ εἰσῆλθε Μωυσῆς εἰς τὸ μέσον τῆς νεφέλης καὶ ἀνέβη εἰς τὸ ὄρος καὶ ἦν ἐκεῖ ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας.
18摩西 進入雲中上山,在山上四十晝夜。
Tip: use the ← and → keys to turn chapters.