ΒΑΣΙΛΕΙΩΝ Β 20
Septuagint (Greek Old Testament), second editionOriginal language
Septuagint (Greek Old Testament), second edition
Chinese Union Version, punctuated (Simplified)
1ΚΑΙ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος, καὶ ὄνομα αὐτῷ Σαβεέ, υἱὸς Βοχορὶ ἀνὴρ ὁ Ἰεμινί, καὶ ἐσάλπισε τῇ κερατίνῃ καὶ εἶπεν· οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυὶδ οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ἰεσσαί· ἀνὴρ εἰς τὰ σκηνώματά σου, Ἰσραήλ.
1在那里恰巧有一个匪徒,名叫 示巴 ,是 便雅悯 人 比基利 的儿子。他吹角,说:「我们与 大卫 无分,与 耶西 的儿子无涉。 以色列 人哪,你们各回各家去吧!」
2καὶ ἀνέβη πᾶς ἀνὴρ Ἰσραὴλ ἀπὸ ὄπισθεν Δαυὶδ ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί. καὶ ἀνὴρ Ἰούδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν ἀπὸ τοῦ Ἰορδάνου καὶ ἕως Ἱερουσαλήμ.
2于是 以色列 人都离开 大卫 ,跟随 比基利 的儿子 示巴 。但 犹大 人从 约旦河 直到 耶路撒冷 ,都紧紧跟随他们的王。
3καὶ εἰσῆλθε Δαυὶδ εἰς οἶκον αὐτοῦ εἰς Ἱερουσαλήμ, καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ, ἃς ἀφῆκε φυλάσσειν τὸν οἶκον, καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς καὶ διέθρεψεν αὐτὰς καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθε, καὶ ἦσαν συνεχόμεναι ἕως θανάτου αὐτῶν, χῆραι ζῶσαι.
3大卫 王来到 耶路撒冷 ,进了宫殿,就把从前留下看守宫殿的十个妃嫔禁闭在 冷宫 ,养活她们,不与她们亲近。她们如同寡妇被禁,直到死的日子。
4καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀμεσσαΐ· βόησόν μοι τὸν ἄνδρα Ἰούδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆθι.
4王对 亚玛撒 说:「你要在三日之内将 犹大 人招聚了来,你也回到这里来。」
5καὶ ἐπορεύθη Ἀμεσσαΐ τοῦ βοῆσαι τὸν Ἰούδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ, οὗ ἐτάξατο αὐτῷ Δαυίδ.
5亚玛撒 就去招聚 犹大 人,却耽延过了王所限的日期。
6καὶ εἶπε Δαυὶδ πρὸς Ἀμεσσαΐ· νῦν κακοποιήσει ἡμᾶς Σαβεὲ υἱὸς Βοχορὶ ὑπὲρ Ἀβεσσαλώμ, καὶ νῦν σὺ λάβε μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν.
6大卫 对 亚比筛 说:「现在恐怕 比基利 的儿子 示巴 加害于我们比 押沙龙 更甚。你要带领你主的仆人追赶他,免得他得了坚固城,躲避我们。」
7καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες Ἰωὰβ καὶ ὁ Χερεθὶ καὶ ὁ Φελεθὶ καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθον ἐξ Ἱερουσαλὴμ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί.
7约押 的人和 基利提 人、 比利提 人,并所有的勇士,都跟着 亚比筛 ,从 耶路撒冷 出去追赶 比基利 的儿子 示巴 。
8καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαών, καὶ Ἀμεσσαΐ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν. καὶ Ἰωὰβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ' αὐτῷ ἐζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς, καὶ ἡ μάχαιρα ἐξῆλθε καὶ ἔπεσε.
8他们到了 基遍 的大磐石那里, 亚玛撒 来迎接他们。那时 约押 穿着战衣,腰束佩刀的带子,刀在鞘内; 约押 前行,刀从鞘内掉出来。
9καὶ εἶπεν Ἰωὰβ τῷ Ἀμεσσαΐ· εἰ ὑγιαίνεις σὺ ἀδελφέ; καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ Ἰωὰβ τοῦ πώγωνος Ἀμεσσαΐ τοῦ καταφιλῆσαι αὐτόν.
9约押 左手拾起刀来 ,对 亚玛撒 说:「我兄弟,你好啊!」就用右手抓住 亚玛撒 的胡子,要与他亲嘴。
10καὶ Ἀμεσσαΐ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ἰωάβ, καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ἰωὰβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανε. καὶ Ἰωὰβ καὶ Ἀβεσσαΐ ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί·
10亚玛撒 没有防备 约押 手里所拿的刀; 约押 用刀刺入他的肚腹,他的肠子流在地上,没有再刺他,就死了。 约押 和他兄弟 亚比筛 往前追赶 比基利 的儿子 示巴 。
11καὶ ἀνὴρ ἔστη ἐπ' αὐτὸν τῶν παιδαρίων Ἰωὰβ καὶ εἶπε· τίς ὁ βουλόμενος Ἰωὰβ καὶ τίς τοῦ Δαυίδ, ὀπίσω Ἰωάβ;
11有 约押 的一个少年人站在 亚玛撒 尸身旁边, 对众人 说:「谁喜悦 约押 ,谁归顺 大卫 ,就当跟随 约押 去。」
12καὶ Ἀμεσσαΐ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου, καὶ εἶδεν ἀνήρ, ὅτι εἱστήκει πᾶς ὁ λαός, καὶ ἀπέστρεψε τὸν Ἀμεσσαΐ ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ' αὐτὸν ἱμάτιον, καθότι εἶδε πάντα τὸν ἐρχόμενον ἐπ' αὐτὸν ἑστηκότα·
12亚玛撒 在道路上滚在自己的血里。那人见众民 经过 都站住,就把 亚玛撒 的尸身从路上挪到田间,用衣服遮盖。
13ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου, παρῆλθε πᾶς ἀνὴρ Ἰσραὴλ ὀπίσω Ἰωάβ τοῦ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί.
13尸身从路上挪移之后,众民就都跟随 约押 去追赶 比基利 的儿子 示巴 。
14καὶ διῆλθεν ἐν πάσαις φυλαῖς Ἰσραὴλ εἰς Ἀβὲλ καὶ εἰς Βαιθμαχὰ καὶ πάντες ἐν Χαρρί, καὶ ἐξεκκλησιάσθησαν, καὶ ἦλθον κατόπισθεν αὐτοῦ.
14他走遍 以色列 各支派,直到 伯·玛迦 的 亚比拉 ,并 比利 人的全地;那些地方的人也都聚集跟随他。
15καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ' αὐτὸν τὴν Ἀβὲλ καὶ Βαιθμαχὰ καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν, καὶ ἔστη ἐν τῷ προτειχίσματι, καὶ πᾶς ὁ λαὸς μετά Ἰωὰβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος.
15约押 和跟随的人到了 伯·玛迦 的 亚比拉 ,围困 示巴 ,就对着城筑垒;跟随 约押 的众民 用锤 撞城,要使城塌陷。
16καὶ ἐβόησε γυνὴ σοφὴ ἐκ τοῦ τείχους καὶ εἶπεν· ἀκούσατε ἀκούσατε, εἴπατε δὴ πρὸς Ἰωάβ· ἔγγισον ἕως ὧδε, καὶ λαλήσω πρὸς αὐτόν.
16有一个聪明妇人从城上呼叫说:「听啊,听啊,请 约押 近前来,我好与他说话。」
17καὶ προσήγγισε πρὸς αὐτήν, καὶ εἶπεν ἡ γυνή· εἰ σὺ εἶ Ἰωάβ; ὁ δὲ εἶπεν· ἐγώ. εἶπε δὲ αὐτῷ· ἄκουσον τοὺς λόγους τῆς δούλης σου. καὶ εἶπεν Ἰωάβ· ἀκούω ἐγώ εἰμι.
17约押 就近前来,妇人问他说:「你是 约押 不是?」他说:「我是。」妇人说:「求你听婢女的话。」 约押 说:「我听。」
18καὶ εἶπε λέγουσα· λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες· ἠρωτημένος ἠρωτήθη ἐν τῇ Ἀβὲλ καὶ ἐν Δὰν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ τοῦ Ἰσραήλ, ἐρωτῶντες ἐπερωτήσουσιν ἐν Ἀβέλ, καὶ οὕτως εἰ ἐξέλιπον.
18妇人说:「古时有话说,当先在 亚比拉 求问,然后事就定妥。
19ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ἰσραήλ, σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ἰσραήλ· ἱνατί καταποντίζεις κληρονομίαν Κυρίου;
19我们这城的人在 以色列 人中是和平、忠厚的。你为何要毁坏 以色列 中的大城,吞灭耶和华的产业呢?」
20καὶ ἀπεκρίθη Ἰωάβ, καὶ εἶπεν· ἵλεώς μοι ἵλεώς μοι, εἰ καταποντιῶ καὶ εἰ διαφθερῶ·
20约押 回答说:「我决不吞灭毁坏,
21οὐχ οὕτως ὁ λόγος, ὅτι ἀνὴρ ἐξ ὄρους Ἐφραίμ, Σαβεὲ υἱὸς Βοχορὶ ὄνομα αὐτοῦ, καὶ ἐπῇρε τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυίδ· δότε αὐτόν μοι μόνον, καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως. καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἰωάβ· ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ριφήσεται πρὸς σὲ διὰ τοῦ τείχους.
21乃因 以法莲 山地的一个人— 比基利 的儿子 示巴 —举手攻击 大卫 王,你们若将他一人交出来,我便离城而去。」妇人对 约押 说:「那人的首级必从城墙上丢给你。」
22καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησε πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς· καὶ ἀφεῖλε τὴν κεφαλὴν Σαβεὲ υἱοῦ Βοχορί. καὶ ἀφεῖλε καὶ ἔβαλε πρὸς Ἰωάβ. καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀπ' αὐτοῦ ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ· καὶ Ἰωὰβ ἀπέστρεψεν εἰς Ἱερουσαλὴμ πρὸς τὸν βασιλέα.
22妇人就凭她的智慧去劝众人。他们便割下 比基利 的儿子 示巴 的首级,丢给 约押 。 约押 吹角,众人就离城而散,各归各家去了。 约押 回 耶路撒冷 ,到王那里。
23Καὶ ὁ Ἰωὰβ πρὸς πάσῃ τῇ δυνάμει Ἰσραήλ, καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τοῦ Χερεθὶ καὶ ἐπὶ τοῦ Φελεθί,
23约押 作 以色列 全军的元帅; 耶何耶大 的儿子 比拿雅 统辖 基利提 人和 比利提 人;
24καὶ Ἀδωνιρὰμ ἐπὶ τοῦ φόρου, καὶ Ἰωσαφὰτ υἱὸς Ἀχιλοὺθ ἀναμιμνήσκων,
24亚多兰 掌管服苦的人; 亚希律 的儿子 约沙法 作史官;
25καὶ Σουσὰ γραμματεύς, καὶ Σαδὼκ καὶ Ἀβιάθαρ ἱερεῖς,
25示法 作书记; 撒督 和 亚比亚他 作祭司 长 ;
26καί γε Ἰρὰς ὁ Ἰαρὶν ἦν ἱερεὺς τοῦ Δαυίδ.
26睚珥 人 以拉 作 大卫 的宰相。
Tip: use the ← and → keys to turn chapters.