撒母耳記下 20
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Brenton Greek text, with Apocrypha)
1在那裏恰巧有一個匪徒,名叫 示巴 ,是 便雅憫 人 比基利 的兒子。他吹角,說:「我們與 大衛 無分,與 耶西 的兒子無涉。 以色列 人哪,你們各回各家去吧!」
1Καὶ ἐκεῖ ἐπικαλούμενος υἱὸς παράνομος, καὶ ὄνομα αὐτῷ Σαβεὲ, υἱὸς Βοχορί ἀνὴρ ὁ Ἰεμινὶ, καὶ ἐσάλπισε τῇ κερατίνῃ, καὶ εἶπεν, οὐκ ἔστιν ἡμῖν μερὶς ἐν Δαυὶδ, οὐδὲ κληρονομία ἡμῖν ἐν τῷ υἱῷ Ἰεσσαί· ἀνὴρ εἰς τὰ σκηνώματά σου, Ἰσραήλ.
2於是 以色列 人都離開 大衛 ,跟隨 比基利 的兒子 示巴 。但 猶大 人從 約旦河 直到 耶路撒冷 ,都緊緊跟隨他們的王。
2Καὶ ἀνέβη πᾶς ἀνὴρ Ἰσραὴλ ἀπὸ ὄπισθεν Δαυὶδ ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί· καὶ ἀνὴρ Ἰούδα ἐκολλήθη τῷ βασιλεῖ αὐτῶν, ἀπὸ τοῦ Ἰορδάνου καὶ ἕως Ἰερουσαλήμ.
3大衛 王來到 耶路撒冷 ,進了宮殿,就把從前留下看守宮殿的十個妃嬪禁閉在 冷宮 ,養活她們,不與她們親近。她們如同寡婦被禁,直到死的日子。
3Καὶ εἰσῆλθε Δαυὶδ εἰς τὸν οἶκον αὐτοῦ εἰς Ἱερουσαλήμ· καὶ ἔλαβεν ὁ βασιλεὺς τὰς δέκα γυναῖκας τὰς παλλακὰς αὐτοῦ, ἃς ἀφῆκε φυλάσσειν τὸν οἶκον, καὶ ἔδωκεν αὐτὰς ἐν οἴκῳ φυλακῆς, καὶ διέθρεψεν αὐτὰς, καὶ πρὸς αὐτὰς οὐκ εἰσῆλθε· καὶ ἦσαν συνεχόμεναι ἕως ἡμέρας θανάτου αὐτῶν χῆραι ζῶσαι.
4王對 亞瑪撒 說:「你要在三日之內將 猶大 人招聚了來,你也回到這裏來。」
4Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀμεσσαῒ, βόησόν μοι τὸν ἄνδρα Ἰούδα τρεῖς ἡμέρας, σὺ δὲ αὐτοῦ στῆθι.
5亞瑪撒 就去招聚 猶大 人,卻耽延過了王所限的日期。
5Καὶ ἐπορεύθη Ἀμεσσαῒ τοῦ βοῆσαι τὸν Ἰούδαν, καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ οὗ ἐτάξατο αὐτῷ Δαυίδ.
6大衛 對 亞比篩 說:「現在恐怕 比基利 的兒子 示巴 加害於我們比 押沙龍 更甚。你要帶領你主的僕人追趕他,免得他得了堅固城,躲避我們。」
6Καὶ εἶπε Δαυὶδ πρὸς Ἀμεσσαῒ, νῦν κακοποιήσει ἡμᾶς Σαβεὲ υἱὸς Βοχορὶ ὑπὲρ Ἀβεσσαλώμ· καὶ νῦν σὺ λάβε μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου, καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μή ποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς, καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν.
7約押 的人和 基利提 人、 比利提 人,並所有的勇士,都跟着 亞比篩 ,從 耶路撒冷 出去追趕 比基利 的兒子 示巴 。
7Καὶ ἐξῆλθον ὀπίσω αὐτοὺ Ἀβεσσαῒ καὶ οἱ ἄνδρες Ἰωὰβ, καὶ ὁ Χερεθὶ, καὶ ὁ Φελεθὶ, καὶ πάντες οἱ δυνατοὶ, καὶ ἐξῆλθον ἐξ Ἱερουσαλὴμ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί.
8他們到了 基遍 的大磐石那裏, 亞瑪撒 來迎接他們。那時 約押 穿着戰衣,腰束佩刀的帶子,刀在鞘內; 約押 前行,刀從鞘內掉出來。
8Καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαών· καὶ Ἀμεσσαῒ εἰσῆλθεν ἔμπροσθεν αὐτῶν· καὶ Ἰωὰβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ, καὶ ἐπʼ αὐτῷ ἐζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς· καὶ ἡ μάχαιρα ἐξῆλθε· καὶ αὐτὴ ἐξῆλθε καὶ ἔπεσε.
9約押 左手拾起刀來 ,對 亞瑪撒 說:「我兄弟,你好啊!」就用右手抓住 亞瑪撒 的鬍子,要與他親嘴。
9Καὶ εἶπεν Ἰωὰβ τῷ Ἀμεσσαῒ, εἰ ὑγιαίνεις σὺ, ἀδελφέ; καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ Ἰωὰβ τοῦ πώγωνος Ἀμεσσαῒ τοῦ καταφιλῆσαι αὐτόν.
10亞瑪撒 沒有防備 約押 手裏所拿的刀; 約押 用刀刺入他的肚腹,他的腸子流在地上,沒有再刺他,就死了。 約押 和他兄弟 亞比篩 往前追趕 比基利 的兒子 示巴 。
10Καὶ Ἀμεσσαῒ οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ἰωάβ· καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ἰωὰβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανε· καὶ Ἰωὰβ καὶ Ἀβεσσαῒ ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί.
11有 約押 的一個少年人站在 亞瑪撒 屍身旁邊, 對眾人 說:「誰喜悅 約押 ,誰歸順 大衛 ,就當跟隨 約押 去。」
11Καὶ ἀνὴρ ἔστη ἐπʼ αὐτὸν τῶν παιδαρίων Ἰωὰβ, καὶ εἶπε, τίς ὁ βουλόμενος Ἰωὰβ, καὶ τίς τοῦ Δαυὶδ, ὀπίσω Ἰωάβ;
12亞瑪撒 在道路上滾在自己的血裏。那人見眾民 經過 都站住,就把 亞瑪撒 的屍身從路上挪到田間,用衣服遮蓋。
12Καὶ Ἀμεσσαῒ πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσὼ τῆς τρίβου· καὶ εἶδεν ἀνὴρ, ὅτι εἱστήκει πᾶς ὁ λαὸς, καὶ ἀπέστρεψε τὸν Ἀμεσσαῒ ἐκ τῆς τρίβου εἰς ἀγρόν· καὶ ἐπέῤῥιψεν ἐπʼ αὐτὸν ἱμάτιον, καθʼ ὅτι εἶδε πάντα τὸν ἐρχόμενον ἐπʼ αὐτὸν ἑστηκότα.
13屍身從路上挪移之後,眾民就都跟隨 約押 去追趕 比基利 的兒子 示巴 。
13Ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου, παρῆλθε πᾶς ἀνὴρ Ἰσραὴλ ὀπίσω Ἰωὰβ τοῦ διῶξαι ὀπίσω Σαβεὲ υἱοῦ Βοχορί.
14他走遍 以色列 各支派,直到 伯‧瑪迦 的 亞比拉 ,並 比利 人的全地;那些地方的人也都聚集跟隨他。
14Καὶ διῆλθεν ἐν πάσαις φυλαῖς Ἰσραὴλ εἰς Ἀβὲλ καὶ εἰς Βαθμαχά· καὶ πάντες ἐν Χαῤῥὶ καὶ ἐξεκκλησιάσθησαν, καὶ ἦλθον κατόπισθεν αὐτοῦ.
15約押 和跟隨的人到了 伯‧瑪迦 的 亞比拉 ,圍困 示巴 ,就對着城築壘;跟隨 約押 的眾民 用錘 撞城,要使城塌陷。
15Καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπʼ αὐτὸν ἐν Ἀβὲλ καὶ Φερμαχά· καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν, καὶ ἔστη ἐν τῷ προτειχίσματι· καὶ πᾶς ὁ λαὸς ὁ μετὰ Ἰωὰβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος.
16有一個聰明婦人從城上呼叫說:「聽啊,聽啊,請 約押 近前來,我好與他說話。」
16Καὶ ἐβόησε γυνὴ σοφὴ ἐκ τοῦ τείχους, καὶ εἶπεν, ἀκούσατε ἀκούσατε, εἴπατε δὴ πρὸς Ἰωὰβ, ἔγγισον ἕως ὧδε, καὶ λαλήσω πρὸς αὐτόν.
17約押 就近前來,婦人問他說:「你是 約押 不是?」他說:「我是。」婦人說:「求你聽婢女的話。」 約押 說:「我聽。」
17Καὶ προσήγγισε πρὸς αὐτήν· καὶ εἶπεν ἡ γυνὴ, εἰ σὺ εἶ Ἰωάβ; ὁ δὲ εἶπεν, ἐγώ. εἶπε δὲ αὐτῷ, ἄκουσον τοὺς λόγους τῆς δούλης σου· καὶ εἶπεν Ἰωὰβ, ἀκούω ἐγώ εἰμι.
18婦人說:「古時有話說,當先在 亞比拉 求問,然後事就定妥。
18Καὶ εἶπε λέγουσα, λόγον ἐλάλησαν ἐν πρώτοις, λέγοντες, ἠρωτημένος ἠρωτήθη ἐν τῇ Ἀβὲλ καὶ ἐν Δὰν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ τοῦ Ἰσραήλ· ἐρωτῶντες ἐπερωτήσουσιν ἐν Ἀβὲλ, καὶ οὕτως εἰ ἐξέλιπον.
19我們這城的人在 以色列 人中是和平、忠厚的。你為何要毀壞 以色列 中的大城,吞滅耶和華的產業呢?」
19Ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ἰσραήλ· σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ἰσραήλ· ἱνατί καταποντίζεις κληρονομίαν Κυρίου;
20約押 回答說:「我決不吞滅毀壞,
20Καὶ ἀπεκρίθη Ἰωὰβ, καὶ εἶπεν, ἵλεώς μοι ἵλεώς μοι, εἰ καταποντιῶ καὶ εἰ φθερῶ.
21乃因 以法蓮 山地的一個人- 比基利 的兒子 示巴 -舉手攻擊 大衛 王,你們若將他一人交出來,我便離城而去。」婦人對 約押 說:「那人的首級必從城牆上丟給你。」
21Οὐχ οὕτως ὁ λόγος, ὅτι ἀνὴρ ἐξ ὄρους Ἐφραὶμ, Σαβεὲ υἱὸς Βοχορὶ ὄνομα αὐτοῦ, καὶ ἐπῇρε τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυίδ. δότε αὐτόν μοι μόνον, καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως. Καὶ εἶπεν ἡ γυνὴ πρὸς Ἰωὰβ, ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ῥιφήσεται πρὸς σὲ διὰ τοῦ τείχους.
22婦人就憑她的智慧去勸眾人。他們便割下 比基利 的兒子 示巴 的首級,丟給 約押 。 約押 吹角,眾人就離城而散,各歸各家去了。 約押 回 耶路撒冷 ,到王那裏。
22Καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν, καὶ ἐλάλησε πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς· καὶ ἀφεῖλε τὴν κεφαλὴν Σαβεὲ υἱοῦ Βοχορί· καὶ ἀφεῖλε καὶ ἔβαλε πρὸς Ἰωάβ· καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀπʼ αὐτοῦ ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ· καὶ Ἰωὰβ ἀπέστρεψεν εἰς Ἰερουσαλὴμ πρὸς τὸν βασιλέα.
23約押 作 以色列 全軍的元帥; 耶何耶大 的兒子 比拿雅 統轄 基利提 人和 比利提 人;
23Καὶ ὁ Ἰωὰβ πρὸς πάσῃ τῇ δυνάμει Ἰσραήλ· καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τοῦ Χερεθὶ, καὶ ἐπὶ τοῦ Φελεθί·
24亞多蘭 掌管服苦的人; 亞希律 的兒子 約沙法 作史官;
24Καὶ Ἀδωνιρὰμ ἐπὶ τοῦ φόρου· καὶ Ἰωσαφὰθ υἱὸς Ἀχιλοὺθ ἀναμιμνήσκων.
25示法 作書記; 撒督 和 亞比亞他 作祭司 長 ;
25Καὶ Σουσὰ γραμματεύς· καὶ Σαδὼκ καὶ Ἀβιάθαρ ἱερεῖς·
26睚珥 人 以拉 作 大衛 的宰相。
26Καί γε Ἰρὰς ὁ Ἰαρὶν ἦν ἱερεὺς τῷ Δαυίδ.
Tip: use the ← and → keys to turn chapters.