撒母耳記上
Chapter 16
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1耶和華對 撒母耳 說:「我既厭棄 掃羅 作 以色列 的王,你為他悲傷要到幾時呢?你將膏油盛滿了角,我差遣你往 伯利恆 人 耶西 那裏去;因為我在他眾子之內,預定一個作王的。」
1ΚΑΙ εἶπε Κύριος πρὸς Σαμουήλ· ἕως πότε σὺ πενθεῖς ἐπὶ Σαούλ, κἀγὼ ἐξουδένωκα αὐτὸν μὴ βασιλεύειν ἐπὶ Ἰσραήλ; πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε πρὸς Ἰεσσαὶ ἕως Βηθλεέμ, ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ βασιλέα.
2撒母耳 說:「我怎能去呢? 掃羅 若聽見,必要殺我。」耶和華說:「你可以帶一隻牛犢去,就說:『我來是要向耶和華獻祭。』
2καὶ εἶπε Σαμουήλ· πῶς πορευθῶ; καὶ ἀκούσεται Σαοὺλ καὶ ἀποκτενεῖ με. καὶ εἶπε Κύριος· δάμαλιν βοῶν λαβὲ ἐν τῇ χειρί σου καὶ ἐρεῖς· θῦσαι τῷ Κυρίῳ ἥκω·
3你要請 耶西 來吃祭肉,我就指示你所當行的事。我所指給你的人,你要膏他。」
3καὶ καλέσεις τὸν Ἰεσσαὶ εἰς τὴν θυσίαν, καὶ γνωριῶ σοι ἃ ποιήσεις, καὶ χρίσεις ὃν ἂν εἴπω πρός σε.
4撒母耳 就照耶和華的話去行。到了 伯利恆 ,那城裏的長老都戰戰兢兢地出來迎接他,問他說:「你是為平安來的嗎?」
4καὶ ἐποίησε Σαμουὴλ πάντα, ἃ ἐλάλησεν αὐτῷ Κύριος, καὶ ἦλθεν εἰς Βηθλεέμ. καὶ ἐξέστησαν οἱ πρεσβύτεροι τῆς πόλεως τῇ ἀπαντήσει αὐτοῦ καὶ εἶπαν· εἰρήνη ἡ εἴσοδός σου, ὁ βλέπων;
5他說:「為平安來的,我是給耶和華獻祭。你們當自潔,來與我同吃祭肉。」 撒母耳 就使 耶西 和他眾子自潔,請他們來吃祭肉。
5καὶ εἶπεν· εἰρήνη· θῦσαι τῷ Κυρίῳ ἥκω, ἁγιάσθητε καὶ εὐφράνθητε μετ᾿ ἐμοῦ σήμερον, καὶ ἡγίασε τὸν Ἰεσσαὶ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐκάλεσεν αὐτοὺς εἰς τὴν θυσίαν.
6他們來的時候, 撒母耳 看見 以利押 ,就心裏說,耶和華的受膏者必定在他面前。
6καὶ ἐγενήθη ἐν τῷ εἰσιέναι αὐτοὺς καὶ εἶδε τὸν Ἐλιὰβ καὶ εἶπεν· ἀλλὰ καὶ ἐνώπιον Κυρίου χριστὸς αὐτοῦ.
7耶和華卻對 撒母耳 說:「不要看他的外貌和他身材高大,我不揀選他。因為, 耶和華 不像人看人:人是看外貌;耶和華是看內心。」
7καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· μὴ ἐπιβλέψῃς ἐπὶ τὴν ὄψιν αὐτοῦ μηδὲ εἰς τὴν ἕξιν μεγέθους αὐτοῦ, ὅτι ἐξουδένωκα αὐτόν· ὅτι οὐχ ὡς ἐμβλέψεται ἄνθρωπος, ὄψεται ὁ Θεός, ὅτι ἄνθρωπος ὄψεται εἰς πρόσωπον, ὁ δὲ Θεὸς ὄψεται εἰς καρδίαν.
8耶西 叫 亞比拿達 從 撒母耳 面前經過, 撒母耳 說:「耶和華也不揀選他。」
8καὶ ἐκάλεσεν Ἰεσσαὶ τὸν Ἀμιναδάβ, καὶ παρῆλθε κατὰ πρόσωπον Σαμουήλ, καὶ εἶπεν· οὐδὲ τοῦτον ἐξελέξατο ὁ Θεός.
9耶西 又叫 沙瑪 從 撒母耳 面前經過, 撒母耳 說:「耶和華也不揀選他。」
9καὶ παρήγαγεν Ἰεσσαὶ τὸν Σαμά· καὶ εἶπε· καὶ ἐν τούτῳ οὐκ ἐξελέξατο Κύριος.
10耶西 叫他七個兒子都從 撒母耳 面前經過, 撒母耳 說:「這都不是耶和華所揀選的。」
10καὶ παρήγαγεν Ἰεσσαὶ τοὺς ἑπτὰ υἱοὺς αὐτοῦ ἐνώπιον Σαμουήλ· καὶ εἶπε Σαμουήλ· οὐκ ἐξελέξατο Κύριος ἐν τούτοις.
11撒母耳 對 耶西 說:「你的兒子都在這裏嗎?」他回答說:「還有個小的,現在放羊。」 撒母耳 對 耶西 說:「你打發人去叫他來;他若不來,我們必不坐席。」
11καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαί· ἐκλελοίπασι τὰ παιδάρια; καὶ εἶπεν· ἔτι ὁ μικρὸς ἰδοὺ ποιμαίνει ἐν τῷ ποιμνίῳ. καὶ εἶπε Σαμουὴλ πρὸς Ἰεσσαί· ἀπόστειλον καὶ λαβὲ αὐτόν, ὅτι οὐ μὴ κατακλιθῶμεν ἕως τοῦ ἐλθεῖν αὐτόν.
12耶西 就打發人去叫了他來。他面色光紅,雙目清秀,容貌俊美。耶和華說:「這就是他,你起來膏他。」
12καὶ ἀπέστειλε καὶ εἰσήγαγεν αὐτόν· καὶ αὐτὸς πυρράκης μετὰ κάλλους ὀφθαλμῶν καὶ ἀγαθὸς ὁράσει Κυρίῳ. καὶ εἶπε Κύριος πρὸς Σαμουήλ· ἀνάστα καὶ χρῖσον τὸν Δαυίδ, ὅτι οὗτός ἐστιν ἀγαθός.
13撒母耳 就用角裏的膏油,在他諸兄中膏了他。從這日起,耶和華的靈就大大感動 大衛 。 撒母耳 起身回 拉瑪 去了。
13καὶ ἔλαβε Σαμουὴλ τὸ κέρας τοῦ ἐλαίου καὶ ἔχρισεν αὐτὸ ἐν μέσῳ τῶν ἀδελφῶν αὐτοῦ, καὶ ἐφήλατο πνεῦμα Κυρίου ἐπὶ Δαυὶδ ἀπὸ τῆς ἡμέρας ἐκείνης καὶ ἐπάνω. καὶ ἀνέστη Σαμουὴλ καὶ ἀπῆλθεν εἰς Ἀρμαθαίμ.
14耶和華的靈離開 掃羅 ,有惡魔從耶和華那裏來擾亂他。
14Καὶ πνεῦμα Κυρίου ἀπέστη ἀπὸ Σαούλ, καὶ ἔπνιγεν αὐτὸν πνεῦμα πονηρὸν παρὰ Κυρίου.
15掃羅 的臣僕對他說:「現在有惡魔從上帝那裏來擾亂你。
15καὶ εἶπαν οἱ παῖδες Σαοὺλ πρὸς αὐτόν· ἰδοὺ δὴ πνεῦμα Κυρίου πονηρὸν πνίγει σε·
16我們的主可以吩咐面前的臣僕,找一個善於彈琴的來,等上帝那裏來的惡魔臨到你身上的時候,使他用手彈琴,你就好了。」
16εἰπάτωσαν δὴ οἱ δοῦλοί σου ἐνώπιόν σου, καὶ ζητησάτωσαν τῷ Κυρίῳ ἡμῶν ἄνδρα εἰδότα ψάλλειν ἐν κινύρᾳ, καὶ ἔσται ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπί σοι καὶ ψαλῇ ἐν τῇ κινύρᾳ αὐτοῦ καὶ ἀγαθόν σοι ἔσται καὶ ἀναπαύσει σε.
17掃羅 對臣僕說:「你們可以為我找一個善於彈琴的,帶到我這裏來。」
17καὶ εἶπε Σαοὺλ πρὸς τοὺς παῖδας αὐτοῦ· ἴδετε δή μοι ἄνδρα ὀρθῶς ψάλλοντα καὶ εἰσαγάγετε αὐτὸν πρός με.
18其中有一個少年人說:「我曾見 伯利恆 人 耶西 的一個兒子善於彈琴,是大有勇敢的戰士,說話合宜,容貌俊美,耶和華也與他同在。」
18καὶ ἀπεκρίθη εἷς τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν· ἰδοὺ ἑώρακα υἱὸν τῷ Ἰεσσαὶ Βηθλεεμίτην καὶ αὐτὸν εἰδότα ψαλμόν, καὶ ὁ ἀνὴρ συνετὸς καὶ πολεμιστὴς καὶ σοφὸς λόγῳ, καὶ ὁ ἀνὴρ ἀγαθὸς τῷ εἴδει, καὶ Κύριος μετ᾿ αὐτοῦ.
19於是 掃羅 差遣使者去見 耶西 ,說:「請你打發你放羊的兒子 大衛 到我這裏來。」
19καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους πρὸς Ἰεσσαὶ λέγων· ἀπόστειλον πρός με τὸν υἱόν σου Δαυὶδ τὸν ἐν τῷ ποιμνίῳ σου.
20耶西 就把幾個餅和一皮袋酒,並一隻山羊羔,都馱在驢上,交給他兒子 大衛 ,送與 掃羅 。
20καὶ ἔλαβεν Ἰεσσαὶ γομὸρ ἄρτων καὶ ἀσκὸν οἶνου καὶ ἔριφον αἰγῶν ἕνα καὶ ἐξαπέστειλεν ἐν χειρὶ Δαυὶδ τοῦ υἱοῦ αὐτοῦ πρὸς Σαούλ.
21大衛 到了 掃羅 那裏,就侍立在 掃羅 面前。 掃羅 甚喜愛他,他就作了 掃羅 拿兵器的人。
21καὶ εἰσῆλθε Δαυὶδ πρὸς Σαοὺλ καὶ παρειστήκει ἐνώπιον αὐτοῦ· καὶ ἠγάπησεν αὐτὸν σφόδρα, καὶ ἐγενήθη αὐτῷ αἴρων τὰ σκεύη αὐτοῦ.
22掃羅 差遣人去見 耶西 ,說:「求你容 大衛 侍立在我面前,因為他在我眼前蒙了恩。」
22καὶ ἀπέστειλε Σαοὺλ πρὸς Ἰεσσαὶ λέγων· παριστάσθω δὴ Δαυὶδ ἐνώπιον ἐμοῦ, ὅτι εὗρε χάριν ἐν ὀφθαλμοῖς μου.
23從上帝那裏來的惡魔臨到 掃羅 身上的時候, 大衛 就拿琴,用手而彈, 掃羅 便舒暢爽快,惡魔離了他。
no verse 23 in this text
no verse 33 in this text
33καὶ ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ καὶ ἐλάμβανε Δαυὶδ τὴν κινύραν καὶ ἔψαλλεν ἐν χειρὶ αὐτοῦ. καὶ ἀνέψυχε Σαούλ, καὶ ἀγαθὸν αὐτῷ. καὶ ἀφίστατο ἀπ᾿ αὐτοῦ τὸ πνεῦμα τὸ πονηρόν.

Tip: use the ← and → keys to turn chapters.