撒母耳記上 14
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1有一日, 掃羅 的兒子 約拿單 對拿他兵器的少年人說:「我們不如過到那邊,到 非利士 人的防營那裏去。」但他沒有告訴父親。
1ΚΑΙ γίνεται ἡ ἡμέρα καὶ εἶπεν Ἰωνάθαν υἱὸς Σαοὺλ τῷ παιδαρίῳ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ· δεῦρο, καὶ διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν ἐκείνῳ· καὶ τῷ πατρὶ αὐτοῦ οὐκ ἀπήγγειλε.
2掃羅 在 基比亞 的儘邊,坐在 米磯崙 的石榴樹下,跟隨他的約有六百人。
2καὶ Σαοὺλ ἐκάθητο ἐπ᾿ ἄκρου τοῦ βουνοῦ ὑπὸ τὴν ροὰν τὴν ἐν Μαγδών, καὶ ἦσαν μετ᾿ αὐτοῦ ὡς ἑξακόσιοι ἄνδρες·
3在那裏有 亞希突 的兒子 亞希亞 ,穿着以弗得。( 亞希突 是 以迦博 的哥哥, 非尼哈 的兒子, 以利 的孫子。 以利 從前在 示羅 作耶和華的祭司。) 約拿單 去了,百姓卻不知道。
3καὶ Ἀχιὰ υἱὸς Ἀχιτὼβ ἀδελφοῦ Ἰωχαβὴδ υἱοῦ Φινεὲς υἱοῦ Ἡλὶ ἱερεὺς τοῦ Θεοῦ ἐν Σηλὼμ αἴρων ἐφούδ. καὶ ὁ λαὸς οὐκ ᾔδει ὅτι πεπόρευται Ἰωνάθαν.
4約拿單 要從隘口過到 非利士 防營那裏去。這隘口兩邊各有一個山峰:一名 播薛 ,一名 西尼 ;
4καὶ ἀνὰ μέσον τῆς διαβάσεως, οὗ ἐζήτει Ἰωνάθαν διαβῆναι εἰς τὴν ὑπόστασιν τῶν ἀλλοφύλων, καὶ ὁδοὺς πέτρας ἐκ τούτου καὶ ὁδοὺς πέτρας ἐκ τούτου, ὄνομα τῷ ἑνὶ Βασὲς καὶ ὄνομα τῷ ἄλλῳ Σεννά·
5一峰向北,與 密抹 相對,一峰向南,與 迦巴 相對。
5ἡ ὁδὸς ἡ μία ἀπὸ βορρᾶ ἐρχομένῳ Μαχμὰς καὶ ἡ ὁδὸς ἡ ἄλλη ἀπὸ νότου ἐρχομένῳ Γαβαέ.
6約拿單 對拿兵器的少年人說:「我們不如過到未受割禮人的防營那裏去,或者耶和華為我們施展能力;因為耶和華使人得勝,不在乎人多人少。」
6καὶ εἶπεν Ἰωνάθαν πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ· δεῦρο διαβῶμεν εἰς Μεσσὰβ τῶν ἀπεριτμήτων τούτων, εἴτι ποιήσαι Κύριος ἡμῖν· ὅτι οὐκ ἔστι τῷ Κυρίῳ συνεχόμενον σῴζειν ἐν πολλοῖς ἢ ἐν ὀλίγοις.
7拿兵器的對他說:「隨你的心意行吧。你可以上去,我必跟隨你,與你同心。」
7καὶ εἶπεν αὐτῷ ὁ αἴρων τὰ σκεύη αὐτοῦ· ποίει πᾶν, ὃ ἐὰν ἡ καρδία σου ἐκλίνῃ, ἰδοὺ ἐγὼ μετὰ σοῦ, ὡς ἡ καρδία σου καρδία μου.
8約拿單 說:「我們要過到那些人那裏去,使他們看見我們。
8καὶ εἶπεν Ἰωνάθαν· ἰδοὺ ἡμεῖς διαβαίνομεν πρὸς τοὺς ἄνδρας καὶ κατακυλισθησόμεθα πρὸς αὐτούς·
9他們若對我們說:『你們站住,等我們到你們那裏去』,我們就站住,不上他們那裏去。
9ἐὰν τάδε εἴπωσι πρὸς ἡμᾶς· ἀπόστητε ἐκεῖ ἕως ἂν ἀπαγγείλωμεν ὑμῖν, καὶ στησόμεθα ἐφ᾿ ἑαυτοῖς καὶ οὐ μὴ ἀναβῶμεν ἐπ᾿ αὐτούς·
10他們若說:『你們上到我們這裏來』,這話就是我們的證據;我們便上去,因為耶和華將他們交在我們手裏了。」
10ἐὰν τάδε εἴπωσι πρὸς ἡμᾶς· ἀνάβητε πρὸς ἡμᾶς, καὶ ἀναβησόμεθα, ὅτι παραδέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας ἡμῶν· τοῦτο ἡμῖν τὸ σημεῖον.
11二人就使 非利士 的防兵看見。 非利士 人說:「 希伯來 人從所藏的洞穴裏出來了!」
11καὶ εἰσῆλθον ἀμφότεροι εἰς Μεσσὰβ τῶν ἀλλοφύλων· καὶ λέγουσιν οἱ ἀλλόφυλοι· ἰδοὺ Ἑβραῖοι ἐκπορεύονται ἐκ τῶν τρωγλῶν αὐτῶν, οὗ ἐκρύβησαν ἐκεῖ.
12防兵對 約拿單 和拿兵器的人說:「你們上到這裏來,我們有一件事指示你們。」 約拿單 就對拿兵器的人說:「你跟隨我上去,因為耶和華將他們交在 以色列 人手裏了。」
12καὶ ἀπεκρίθησαν οἱ ἄνδρες Μεσσὰβ πρὸς Ἰωνάθαν καὶ πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ καὶ λέγουσιν· ἀνάβητε πρὸς ἡμᾶς, καὶ γνωριοῦμεν ὑμῖν ρῆμα. καὶ εἶπεν Ἰωνάθαν πρὸς τὸν αἴροντα τὰ σκεύη αὐτοῦ· ἀνάβηθι ὀπίσω μου, ὅτι παρέδωκεν αὐτοὺς Κύριος εἰς χεῖρας Ἰσραήλ.
13約拿單 就爬上去,拿兵器的人跟隨他。 約拿單 殺倒 非利士 人,拿兵器的人也隨着殺他們。
13καὶ ἀνέβη Ἰωνάθαν ἐπὶ τὰς χεῖρας αὐτοῦ καὶ ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ μετ᾿ αὐτοῦ· καὶ ἐπέβλεψαν κατὰ πρόσωπον Ἰωνάθαν, καὶ ἐπάταξεν αὐτούς, καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ ἐπεδίδου ὀπίσω αὐτοῦ.
14約拿單 和拿兵器的人起頭所殺的約有二十人,都在一畝地的半犂溝之內。
14καὶ ἐγενήθη ἡ πληγὴ ἡ πρώτη, ἣν ἐπάταξεν Ἰωνάθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὡς εἴκοσιν ἄνδρες ἐν βολίσι καὶ ἐν πετροβόλοις καὶ ἐν κόχλαξι τοῦ πεδίου.
15於是在營中、在田野、在眾民內都有戰兢,防兵和掠兵也都戰兢,地也震動,戰兢之勢甚大。
15καὶ ἐγενήθη ἔκστασις ἐν τῇ παρεμβολῇ καὶ ἐν ἀγρῷ, καὶ πᾶς ὁ λαὸς ὁ ἐν Μεσσὰβ καὶ οἱ διαφθείροντες ἐξέστησαν, καὶ αὐτοὶ οὐκ ἤθελον ποιεῖν· καὶ ἐθάμβησεν ἡ γῆ, καὶ ἐγενήθη ἔκστασις παρὰ Κυρίου.
16在 便雅憫 的 基比亞 , 掃羅 的守望兵看見 非利士 的軍眾潰散,四圍亂竄。
16καὶ εἶδον οἱ σκοποὶ τοῦ Σαοὺλ ἐν Γαβαὰ Βενιαμὶν καὶ ἰδοὺ ἡ παρεμβολὴ τεταραγμένη ἔνθεν καὶ ἔνθεν.
17掃羅 就對跟隨他的民說:「你們查點查點,看從我們這裏出去的是誰?」他們一查點,就知道 約拿單 和拿兵器的人沒有在這裏。
17καὶ εἶπε Σαοὺλ τῷ λαῷ τῷ μετ᾿ αὐτοῦ· ἐπισκέψασθε δὴ καὶ ἴδετε τίς πεπόρευται ἐξ ὑμῶν· καὶ ἐπεσκέψαντο, καὶ ἰδοὺ οὐχ εὑρίσκετο Ἰωνάθαν καὶ ὁ αἴρων τὰ σκεύη αὐτοῦ.
18那時上帝的 約 櫃在 以色列 人那裏。 掃羅 對 亞希亞 說:「你將上帝的 約 櫃運了來。」
18καὶ εἶπε Σαοὺλ τῷ Ἀχιᾷ· προσάγαγε τὸ ἐφούδ· ὅτι αὐτὸς ᾖρε τὸ ἐφοὺδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐνώπιον Ἰσραήλ.
19掃羅 正與祭司說話的時候, 非利士 營中的喧嚷越發大了; 掃羅 就對祭司說:「停手吧!」
19καὶ ἐγενήθη ὡς ἐλάλει Σαοὺλ πρὸς τὸν ἱερέα, καὶ ὁ ἦχος ἐν τῇ παρεμβολῇ τῶν ἀλλοφύλων ἐπορεύετο πορευόμενος καὶ ἐπλήθυνε· καὶ εἶπε Σαοὺλ πρὸς τὸν ἱερέα· συνάγαγε τὰς χεῖράς σου.
20掃羅 和跟隨他的人都聚集,來到戰場,看見 非利士 人用刀互相擊殺,大大惶亂。
20καὶ ἀνέβη Σαοὺλ καὶ πᾶς ὁ λαὸς ὁ μετ᾿ αὐτοῦ καὶ ἔρχονται ἕως τοῦ πολέμου, καὶ ἰδοὺ ἐγένετο ρομφαία ἀνδρὸς ἐπὶ τὸν πλησίον αὐτοῦ, σύγχυσις μεγάλη σφόδρα.
21從前由四方來跟隨 非利士 軍的 希伯來 人現在也轉過來,幫助跟隨 掃羅 和 約拿單 的 以色列 人了。
21καὶ οἱ δοῦλοι οἱ ὄντες ἐχθὲς καὶ τρίτην ἡμέραν μετὰ τῶν ἀλλοφύλων οἱ ἀναβάντες εἰς τὴν παρεμβολὴν ἐπεστράφησαν καὶ αὐτοὶ εἶναι μετὰ Ἰσραὴλ τῶν μετὰ Σαοὺλ καὶ Ἰωνάθαν.
22那藏在 以法蓮 山地的 以色列 人聽說 非利士 人逃跑,就出來緊緊地追殺他們。
22καὶ πᾶς Ἰσραὴλ οἱ κρυπτόμενοι ἐν τῷ ὄρει Ἐφραὶμ καὶ ἤκουσαν ὅτι πεφεύγασιν οἱ ἀλλόφυλοι, καὶ συνάπτουσι καὶ αὐτοὶ ὀπίσω αὐτῶν εἰς πόλεμον.
23那日,耶和華使 以色列 人得勝,一直戰到 伯‧亞文 。
23καὶ ἔσωσε Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὸν Ἰσραήλ. Καὶ ὁ πόλεμος διῆλθε τὴν Βαμώθ, καὶ πᾶς ὁ λαὸς ἦν μετὰ Σαοὺλ ὡς δέκα χιλιάδες ἀνδρῶν· καὶ ἦν ὁ πόλεμος διεσπαρμένος εἰς ὅλην τὴν πόλιν ἐν τῷ ὄρει Ἐφραίμ.
24掃羅 叫百姓起誓說,凡不等到晚上向敵人報完了仇吃甚麼的,必受咒詛。因此這日百姓沒有吃甚麼,就極其困憊。
24καὶ Σαοὺλ ἠγνόησεν ἄγνοιαν μεγάλην ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀρᾶται τῷ λαῷ λέγων· ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον ἕως ἑσπέρας, καὶ ἐκδικήσω τὸν ἐχθρόν μου· καὶ οὐκ ἐγεύσατο πᾶς ὁ λαὸς ἄρτου. καὶ πᾶσα ἡ γῆ ἠρίστα.
25眾民進入樹林,見有蜜在地上。
25καὶ Ἰάαλ δρυμὸς ἦν μελισσῶνος κατὰ πρόσωπον τοῦ ἀγροῦ,
26他們進了樹林,見有蜜流下來,卻沒有人敢用手 取蜜 入口,因為他們怕那誓言。
26καὶ εἰσῆλθεν ὁ λαὸς εἰς τὸν μελισσῶνα, καὶ ἰδοὺ ἐπορεύετο λαλῶν, καὶ ἰδοὺ οὐκ ἦν ἐπιστρέφων τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, ὅτι ἐφοβήθη ὁ λαὸς τὸν ὅρκον Κυρίου.
27約拿單 沒有聽見他父親叫百姓起誓,所以伸手中的杖,用杖頭蘸在蜂房裏,轉手送入口內,眼睛就明亮了。
27καὶ Ἰωνάθαν οὐκ ἀκηκόει ἐν τῷ ὁρκίζειν τὸν πατέρα αὐτοῦ τὸν λαόν· καὶ ἐξέτεινε τὸ ἄκρον τοῦ σκήπτρου αὐτοῦ τοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔβαψεν αὐτὸ εἰς τὸ κηρίον τοῦ μέλιτος καὶ ἐπέστρεψε τὴν χεῖρα αὐτοῦ εἰς τὸ στόμα αὐτοῦ, καὶ ἀνέβλεψαν οἱ ὀφθαλμοὶ αὐτοῦ.
28百姓中有一人對他說:「你父親曾叫百姓嚴嚴地起誓說,今日吃甚麼的,必受咒詛;因此百姓就疲乏了。」
28καὶ ἀπεκρίθη εἷς ἐκ τοῦ λαοῦ καὶ εἶπεν· ὁρκίσας ὥρκισε τὸν λαὸν ὁ πατήρ σου λέγων· ἐπικατάρατος ὁ ἄνθρωπος, ὃς φάγεται ἄρτον σήμερον, καὶ ἐξελύθη ὁ λαός.
29約拿單 說:「我父親連累你們了。你看,我嘗了這一點蜜,眼睛就明亮了。
29καὶ ἔγνω Ἰωνάθαν καὶ εἶπεν· ἀπήλλαχεν ὁ πατήρ μου τὴν γῆν· ἰδὲ δὴ ὅτι εἶδον οἱ ὀφθαλμοί μου ὅτι ἐγευσάμην βραχύ τι τοῦ μέλιτος τούτου·
30今日百姓若任意吃了從仇敵所奪的物,擊殺的 非利士 人豈不更多嗎?」
30ἀλλ᾿ ὅτι εἰ ἔφαγεν ἔσθων σήμερον ὁ λαὸς τῶν σκύλων τῶν ἐχθρῶν αὐτῶν, ὧν εὗρεν, ὅτι νῦν ἂν μείζων ἦν ἡ πληγὴ ἡ ἐν τοῖς ἀλλοφύλοις.
31這日, 以色列 人擊殺 非利士 人,從 密抹 直到 亞雅崙 。百姓甚是疲乏,
31καὶ ἐπάταξεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τῶν ἀλλοφύλων ἐν Μαχμάς, καὶ ἐκοπίασεν ὁ λαὸς σφόδρα.
32就急忙將所奪的牛羊和牛犢宰於地上,肉還帶血就吃了。
32καὶ ἐκλήθη ὁ λαὸς εἰς τὰ σκῦλα, καὶ ἔλαβεν ὁ λαὸς ποίμνια καὶ βουκόλια καὶ τέκνα βοῶν καὶ ἔσφαξεν ἐπὶ τὴν γῆν, καὶ ἤσθιεν ὁ λαὸς σὺν τῷ αἵματι.
33有人告訴 掃羅 說:「百姓吃帶血的肉,得罪耶和華了。」 掃羅 說:「你們有罪了,今日要將大石頭滾到我這裏來。」
33καὶ ἀπηγγέλη Σαοὺλ λέγοντες· ἡμάρτηκεν ὁ λαὸς τῷ Κυρίῳ φαγὼν σὺν τῷ αἵματι. καὶ εἶπε Σαοὺλ ἐκ Γεθθαίμ· κυλίσατέ μοι λίθον ἐνταῦθα μέγαν.
34掃羅 又說:「你們散在百姓中,對他們說,你們各人將牛羊牽到我這裏來宰了吃,不可吃帶血的肉得罪耶和華。」這夜,百姓就把牛羊牽到那裏宰了。
34καὶ εἶπε Σαούλ· διασπάρητε ἐν τῷ λαῷ καὶ εἴπατε αὐτοῖς προσαγαγεῖν ἐνταῦθα ἕκαστος τὸν μόσχον αὐτοῦ καὶ ἕκαστος τὸ πρόβατον αὐτοῦ, καὶ σφαζέτω ἐπὶ τούτου, καὶ οὐ μὴ ἁμάρτητε τῷ Κυρίῳ τοῦ ἐσθίειν σὺν τῷ αἵματι· καὶ προσῆγεν ὁ λαὸς ἕκαστος τὸ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἔσφαζον ἐκεῖ.
35掃羅 為耶和華築了一座壇,這是他初次為耶和華築的壇。
35καὶ ᾠκοδόμησεν ἐκεῖ Σαοὺλ θυσιαστήριον τῷ Κυρίῳ· τοῦτο ἤρξατο Σαοὺλ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ.
36掃羅 說:「我們不如夜裏下去追趕 非利士 人,搶掠他們,直到天亮,不留他們一人。」眾民說:「你看怎樣好就去行吧!」祭司說:「我們先當親近上帝。」
36Καὶ εἶπε Σαούλ· καταβῶμεν ὀπίσω τῶν ἀλλοφύλων τὴν νύκτα καὶ διαρπάσωμεν ἐν αὐτοῖς ἕως διαφαύσῃ ἡμέρα, καὶ μὴ ὑπολείπωμεν ἐν αὐτοῖς ἄνδρα. καὶ εἶπαν· πᾶν τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει. καὶ εἶπεν ὁ ἱερεύς· προσέλθωμεν ἐνταῦθα πρὸς τὸν Θεόν.
37掃羅 求問上帝說:「我下去追趕 非利士 人可以不可以?你將他們交在 以色列 人手裏不交?」這日上帝沒有回答他。
37καὶ ἐπηρώτησε Σαοὺλ τὸν Θεόν· εἰ καταβῶ ὀπίσω τῶν ἀλλοφύλων, εἰ παραδώσεις αὐτοὺς εἰς χεῖρας Ἰσραήλ; καὶ οὐκ ἀπεκρίθη αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
38掃羅 說:「你們百姓中的長老都上這裏來,查明今日是誰犯了罪。
38καὶ εἶπε Σαούλ· προσαγάγετε ἐνταῦθα πάσας τὰς γωνίας τοῦ Ἰσραὴλ καὶ γνῶτε καὶ ἴδετε ἐν τίνι γέγονεν ἡ ἁμαρτία αὕτη σήμερον·
39我指着救 以色列 -永生的耶和華起誓,就是我兒子 約拿單 犯了罪,他也必死。」但百姓中無一人回答他。
39ὅτι ζῇ Κύριος ὁ σώσας τὸν Ἰσραήλ, ὅτι ἐὰν ἀποκριθῇ κατὰ Ἰωνάθαν τοῦ υἱοῦ μου, θανάτῳ ἀποθανεῖται. καὶ οὐκ ἦν ὁ ἀποκρινόμενος ἐκ παντὸς τοῦ λαοῦ.
40掃羅 就對 以色列 眾人說:「你們站在一邊,我與我兒子 約拿單 也站在一邊。」百姓對 掃羅 說:「你看怎樣好就去行吧!」
40καὶ εἶπε παντὶ ἀνδρὶ Ἰσραήλ· ὑμεῖς ἔσεσθε εἰς δουλείαν, καὶ ἐγὼ καὶ Ἰωνάθαν ὁ υἱός μου ἐσόμεθα εἰς δουλείαν. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· τὸ ἀγαθὸν ἐνώπιόν σου ποίει.
41掃羅 禱告耶和華- 以色列 的上帝說:「求你指示實情。」於是 掣籤 掣出 掃羅 和 約拿單 來;百姓盡都無事。
41καὶ εἶπε Σαούλ· Κύριε ὁ Θεὸς Ἰσραήλ, τί ὅτι οὐκ ἀπεκρίθης τῷ δούλῳ σου σήμερον; εἰ ἐν ἐμοὶ ἢ ἐν Ἰωνάθαν τῷ υἱῷ μου ἡ ἀδικία; Κύριε ὁ Θεὸς Ἰσραὴλ δὸς δήλους· καὶ ἐὰν τάδε εἴπῃς, ἐν τῷ λαῷ σου Ἰσραήλ, δὸς δὴ ὁσιότητα. καὶ κληροῦται Ἰωνάθαν καὶ Σαούλ, καὶ ὁ λαὸς ἐξῆλθε.
42掃羅 說:「你們再 掣籤 ,看是我,是我兒子 約拿單 」,就掣出 約拿單 來。
42καὶ εἶπε Σαούλ· βάλετε ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον Ἰωνάθαν τοῦ υἱοῦ μου· ὃν ἂν κατακληρώσηται Κύριος, ἀποθανέτω. καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· οὐκ ἔστι τὸ ρῆμα τοῦτο. καὶ κατεκράτησε Σαοὺλ τοῦ λαοῦ, καὶ βάλλουσιν ἀνὰ μέσον αὐτοῦ καὶ ἀνὰ μέσον Ἰωνάθαν τοῦ υἱοῦ αὐτοῦ, καὶ κατακληροῦται Ἰωνάθαν.
43掃羅 對 約拿單 說:「你告訴我,你做了甚麼事?」 約拿單 說:「我實在以手裏的杖,用杖頭蘸了一點蜜嘗了一嘗。這樣我就死嗎?」
43καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν· ἀπάγγειλόν μοι τί πεποίηκας. καὶ ἀπήγγειλεν αὐτῷ Ἰωνάθαν καὶ εἶπε· γευόμενος ἐγευσάμην ἐν ἄκρῳ τῷ σκήπτρῳ τῷ ἐν τῇ χειρί μου βραχὺ μέλι, καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω.
44掃羅 說:「 約拿單 哪,你定要死!若不然,願上帝重重地降罰與我。」
44καὶ εἶπεν αὐτῷ Σαούλ· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι θανάτῳ ἀποθανῇ σήμερον.
45百姓對 掃羅 說:「 約拿單 在 以色列 人中這樣大行拯救,豈可使他死呢?斷乎不可!我們指着永生的耶和華起誓,連他的一根頭髮也不可落地,因為他今日與上帝一同做事。」於是百姓救 約拿單 免了死亡。
45καὶ εἶπεν ὁ λαὸς πρὸς Σαούλ· εἰ σήμερον θανατωθήσεται ὁ ποιήσας τὴν σωτηρίαν τὴν μεγάλην ταύτην ἐν Ἰσραήλ; ζῇ Κύριος, εἰ πεσεῖται τριχὸς τῆς κεφαλῆς αὐτοῦ ἐπὶ τὴν γῆν· ὅτι ὁ λαὸς τοῦ Θεοῦ ἐποίησε τὴν ἡμέραν ταύτην. καὶ προσηύξατο ὁ λαὸς περὶ Ἰωνάθαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐκ ἀπέθανε.
46掃羅 回去,不追趕 非利士 人; 非利士 人也回本地去了。
46καὶ ἀνέβη Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ οἱ ἀλλόφυλοι ἀπῆλθον εἰς τὸν τόπον αὐτῶν.
47掃羅 執掌 以色列 的國權,常常攻擊他四圍的一切仇敵,就是 摩押 人、 亞捫 人、 以東 人,和 瑣巴 諸王,並 非利士 人。他無論往何處去,都打敗仇敵。
47Καὶ Σαοὺλ κατακληροῦται ἔργον ἐπὶ Ἰσραήλ. καὶ ἐπολέμει κύκλῳ πάντας τούς ἐχθροὺς αὐτοῦ, εἰς τὸν Μωὰβ καὶ εἰς τοὺς υἱοὺς Ἀμμὼν καὶ εἰς τοὺς υἱοὺς Ἐδὼμ καὶ εἰς τὸν Βαιθεὼρ καὶ εἰς βασιλέα Σουβὰ καὶ εἰς τοὺς ἀλλοφύλους· οὗ ἂν ἐστράφη, ἐσώζετο.
48掃羅 奮勇攻擊 亞瑪力 人,救了 以色列 人脫離搶掠他們之人的手。
48καὶ ἐποίησε δύναμιν καὶ ἐπάταξε τὸν Ἀμαλὴκ καὶ ἐξείλατο τὸν Ἰσραὴλ ἐκ χειρὸς τῶν καταπατούντων αὐτόν.
49掃羅 的兒子是 約拿單 、 亦施韋 、 麥基舒亞 。他的兩個女兒:長女名 米拉 ,次女名 米甲 。
49καὶ ἦσαν οἱ υἱοὶ Σαοὺλ Ἰωνάθαν καὶ Ἰεσσιοὺ καὶ Μελχισά· καὶ ὀνόματα τῶν δύο θυγατέρων αὐτοῦ, ὄνομα τῇ πρωτοτόκῳ Μερόβ, καὶ ὄνομα τῇ δευτέρᾳ Μελχόλ·
50掃羅 的妻名叫 亞希暖 ,是 亞希瑪斯 的女兒。 掃羅 的元帥名叫 押尼珥 ,是 尼珥 的兒子; 尼珥 是 掃羅 的叔叔。
50καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Ἀχινοὸμ θυγάτηρ Ἀχιμάας. καὶ ὄνομα τῷ ἀρχιστρατήγῳ αὐτοῦ Ἀβεννήρ, υἱὸς Νήρ, υἱοῦ οἰκείου Σαούλ·
51掃羅 的父親 基士 , 押尼珥 的父親 尼珥 ,都是 亞別 的兒子。
51καὶ Κὶς πατὴρ Σαοὺλ καὶ Νὴρ πατὴρ Ἀβεννὴρ υἱὸς Ἰαμὶν υἱοῦ Ἀβιήλ.
52掃羅 平生常與 非利士 人大大爭戰。 掃羅 遇見有能力的人或勇士,都招募了來跟隨他。
52καὶ ἦν ὁ πόλεμος κραταιὸς ἐπὶ τοὺς ἀλλοφύλους πάσας τὰς ἡμέρας Σαούλ. καὶ ἰδὼν Σαοὺλ πάντα ἄνδρα δυνατὸν καὶ πάντα ἄνδρα υἱὸν δυνάμεως καὶ συνήγαγεν αὐτοὺς πρὸς αὐτόν.
Tip: use the ← and → keys to turn chapters.