撒母耳記上
Chapter 28
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1那時, 非利士 人聚集軍旅,要與 以色列 人打仗。 亞吉 對 大衛 說:「你當知道,你和跟隨你的人都要隨我出戰。」
1ΚΑΙ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ Ἰσραήλ, καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυίδ· γινώσκων γνώσῃ ὅτι μετ᾿ ἐμοῦ ἐξελεύσῃ εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου.
2大衛 對 亞吉 說:「僕人所能做的事,王必知道。」 亞吉 對 大衛 說:「這樣,我立你永遠作我的護衛長。」
2καὶ εἶπε Δαυὶδ πρὸς Ἀγχοῦς· οὕτω νῦν γνώσῃ ἃ ποιήσει ὁ δοῦλός σου· καὶ εἶπεν Ἀγχοῦς πρὸς Δαυίδ· οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας.
3那時 撒母耳 已經死了, 以色列 眾人為他哀哭,葬他在 拉瑪 ,就是在他本城裏。 掃羅 曾在國內不容有交鬼的和行巫術的人。
3Καὶ Σαμουὴλ ἀπέθανε, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ἰσραὴλ καὶ θάπτουσιν αὐτὸν ἐν Ἀρμαθαὶμ ἐν πόλει αὐτοῦ. καὶ Σαοὺλ περιεῖλε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς.
4非利士 人聚集,來到 書念 安營; 掃羅 聚集 以色列 眾人在 基利波 安營。
4καὶ συναθροίζονται οἱ ἀλλόφυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμάν, καὶ συναθροίζει Σαοὺλ πάντα ἄνδρα Ἰσραήλ, καὶ παρεμβάλλουσιν εἰς Γελβουέ.
5掃羅 看見 非利士 的軍旅就懼怕,心中發顫。
5καὶ εἶδε Σαοὺλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα.
6掃羅 求問耶和華,耶和華卻不藉夢,或烏陵,或先知回答他。
6καὶ ἐπηρώτησε Σαοὺλ διὰ Κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ Κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις.
7掃羅 吩咐臣僕說:「當為我找一個交鬼的婦人,我好去問她。」臣僕說:「在 隱‧多珥 有一個交鬼的婦人。」
7καὶ εἶπε Σαοὺλ τοῖς παισὶν αὐτοῦ· ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον, καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτῇ· καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν· ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Ἀενδώρ.
8於是 掃羅 改了裝,穿上別的衣服,帶着兩個人,夜裏去見那婦人。 掃羅 說:「求你用交鬼的法術,將我所告訴你的死人,為我招上來。」
8καὶ συνεκαλύψατο Σαοὺλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ᾿ αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ· μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι.
9婦人對他說:「你知道 掃羅 從國中剪除交鬼的和行巫術的。你為何陷害我的性命,使我死呢?」
9καὶ εἶπεν αὐτῷ ἡ γυνή· ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησε Σαούλ, ὡς ἐξωλόθρευσε τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς· καὶ ἱνατί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατῶσαι αὐτήν;
10掃羅 向婦人指着耶和華起誓說:「我指着永生的耶和華起誓,你必不因這事受刑。」
10καὶ ὤμοσεν αὐτῇ Σαοὺλ λέγων· ζῇ Κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ.
11婦人說:「我為你招誰上來呢?」回答說:「為我招 撒母耳 上來。」
11καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι; καὶ εἶπε· τὸν Σαμουὴλ ἀνάγαγέ μοι.
12婦人看見 撒母耳 ,就大聲呼叫,對 掃羅 說:「你是 掃羅 ,為甚麼欺哄我呢?」
12καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουὴλ καὶ ἀνεβόησε φωνῇ μεγάλῃ· καὶ εἶπεν ἡ γυνὴ πρὸς Σαούλ· ἱνατί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ.
13王對婦人說:「不要懼怕,你看見了甚麼呢?」婦人對 掃羅 說:「我看見有神從地裏上來。」
13καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· μὴ φοβοῦ, εἰπὸν τίνα ἑώρακας. καὶ εἶπεν αὐτῷ ἡ γυνή· θεοὺς ἑώρακα ἀναβαίνοντας ἐκ τῆς γῆς.
14掃羅 說:「他是怎樣的形狀?」婦人說:「有一個老人上來,身穿長衣。」 掃羅 知道是 撒母耳 ,就屈身,臉伏於地下拜。
14καὶ εἶπεν αὐτῇ· τί ἔγνως; καὶ εἶπεν αὐτῷ· ἄνδρα ὄρθιον ἀναβαίνοντα ἐκ τῆς γῆς, καὶ οὗτος διπλοΐδα ἀναβεβλημένος. καὶ ἔγνω Σαούλ, ὅτι οὗτος Σαμουήλ, καὶ ἔκυψεν ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν αὐτῷ.
15撒母耳 對 掃羅 說:「你為甚麼攪擾我,招我上來呢?」 掃羅 回答說:「我甚窘急;因為 非利士 人攻擊我,上帝也離開我,不再藉先知或夢回答我。因此請你上來,好指示我應當怎樣行。」
15καὶ εἶπε Σαμουήλ· ἱνατί παρηνώχλησάς μοι ἀναβῆναί με; καὶ εἶπε Σαούλ· θλίβομαι σφόδρα, καὶ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ Θεὸς ἀφέστηκεν ἀπ᾿ ἐμοῦ καὶ οὐκ ἐπακήκοέ μοι ἔτι καὶ ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις· καὶ νῦν κέκληκά σε γνωρίσαι μοι τί ποιήσω.
16撒母耳 說:「耶和華已經離開你,且與你為敵,你何必問我呢?
16καὶ εἶπε Σαμουήλ· ἱνατί ἐπερωτᾷς με; καὶ Κύριος ἀφέστηκεν ἀπὸ σοῦ καὶ γέγονε μετὰ τοῦ πλησίον σου·
17耶和華照他藉我說的話,已經從你手裏奪去國權,賜與別人,就是 大衛 。
17καὶ πεποίηκε Κύριός σοι καθὼς ἐλάλησε Κύριος ἐν χειρί μου, καὶ διαρρήξει Κύριος τὴν βασιλείαν σου ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαυίδ.
18因你沒有聽從耶和華的命令;他惱怒 亞瑪力 人,你沒有滅絕他們,所以今日耶和華向你這樣行,
18διότι οὐκ ἤκουσας φωνῆς Κυρίου καὶ οὐκ ἐποίησας θυμὸν ὀργῆς αὐτοῦ ἐν Ἀμαλήκ, διὰ τοῦτο τὸ ρῆμα ἐποίησε Κύριός σοι ἐν τῇ ἡμέρᾳ ταύτῃ.
19並且耶和華必將你和 以色列 人交在 非利士 人的手裏。明日你和你眾子必與我在一處了;耶和華必將 以色列 的軍兵交在 非利士 人手裏。」
19καὶ παραδώσει Κύριος τὸν Ἰσραὴλ μετὰ σοῦ εἰς χεῖρας ἀλλοφύλων, καὶ αὔριον σὺ καὶ οἱ υἱοί σου μετὰ σοῦ πεσοῦνται, καὶ τὴν παρεμβολὴν Ἰσραὴλ δώσει Κύριος εἰς χεῖρας ἀλλοφύλων.
20掃羅 猛然仆倒,挺身在地,因 撒母耳 的話甚是懼怕;那一晝一夜,沒有吃甚麼,就毫無氣力。
20καὶ ἔσπευσε Σαοὺλ καὶ ἔπεσεν ἑστηκὼς ἐπὶ τὴν γῆν καὶ ἐφοβήθη σφόδρα ἀπὸ τῶν λόγων Σαμουήλ· καὶ ἐν αὐτῷ οὐκ ἦν ἰσχὺς ἔτι, οὐ γὰρ ἔφαγεν ἄρτον ὅλην τὴν ἡμέραν καὶ ὅλην τὴν νύκτα ἐκείνην.
21婦人到 掃羅 面前,見他極其驚恐,對他說:「婢女聽從你的話,不顧惜自己的性命,遵從你所吩咐的。
21καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς Σαοὺλ καὶ εἶδεν ὅτι ἔσπευσε σφόδρα, καὶ εἶπε πρὸς αὐτόν· ἰδοὺ δὴ ἤκουσεν ἡ δούλη σου τῆς φωνῆς σου καὶ ἐθέμην τὴν ψυχήν μου ἐν τῇ χειρί μου καὶ ἤκουσα τοὺς λόγους, οὓς ἐλάλησάς μοι·
22現在求你聽婢女的話,容我在你面前擺上一點食物,你吃了,可以有氣力行路。」
22καὶ νῦν ἄκουσον δὴ φωνῆς τῆς δούλης σου, καὶ παραθήσω ἐνώπιόν σου ψωμὸν ἄρτου, καὶ φάγε, καὶ ἔσται σοι ἰσχύς, ὅτι πορεύῃ ἐν ὁδῷ.
23掃羅 不肯,說:「我不吃。」但他的僕人和婦人再三勸他,他才聽了他們的話,從地上起來,坐在床上。
23καὶ οὐκ ἐβουλήθη φαγεῖν· καὶ παρεβιάζοντο αὐτὸν οἱ παῖδες αὐτοῦ καὶ ἡ γυνή, καὶ ἤκουσε τῆς φωνῆς αὐτῶν καὶ ἀνέστη ἀπὸ τῆς γῆς καί ἐκάθισεν ἐπὶ τὸν δίφρον.
24婦人急忙將家裏的一隻肥牛犢宰了,又拿麵摶成無酵餅烤了,
24καὶ τῇ γυναικὶ ἦν δάμαλις νομὰς ἐν τῇ οἰκίᾳ, καὶ ἔσπευσε καὶ ἔθυσεν αὐτὴν καὶ ἔλαβεν ἄλευρα καὶ ἐφύρασε καὶ ἔπεψεν ἄζυμα
25擺在 掃羅 和他僕人面前。他們吃完,當夜就起身走了。
25καὶ προσήγαγεν ἐνώπιον Σαοὺλ καὶ ἐνώπιον τῶν παιδῶν αὐτοῦ, καὶ ἔφαγον. καὶ ἀνέστησαν καὶ ἀπῆλθον τὴν νύκτα ἐκείνην.

Tip: use the ← and → keys to turn chapters.