列王紀上
Chapter 2
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1大衛 的死期臨近了,就囑咐他兒子 所羅門 說:
1ΚΑΙ ἤγγισαν αἱ ἡμέραι Δαυὶδ ἀποθανεῖν αὐτόν, καὶ ἀπεκρίνατο Σαλωμὼν υἱῷ αὐτοῦ λέγων·
2「我現在要走世人必走的路。所以,你當剛強,作大丈夫,
2ἐγώ εἰμι πορεύομαι ἐν ὁδῷ πάσης τῆς γῆς· καὶ ἰσχύσεις καὶ ἔσῃ εἰς ἄνδρα.
3遵守耶和華-你上帝所吩咐的,照着 摩西 律法上所寫的行主的道,謹守他的律例、誡命、典章、法度。這樣,你無論做甚麼事,不拘往何處去,盡都亨通。
3καὶ φυλάξεις φυλακὴν Κυρίου Θεοῦ σου τοῦ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ, φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν τῶ νόμῳ Μωυσέως· ἵνα συνήσῃς ἃ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐντείλωμαί σοι,
4耶和華必成就向我所應許的話說:『你的子孫若謹慎自己的行為,盡心盡意誠誠實實地行在我面前,就不斷人坐 以色列 的國位。』
4ἵνα στήσῃ Κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησε λέγων· ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσθαι ἐνώπιόν μου ἐν ἀληθείᾳ ἐν ὅλῃ καρδίᾳ αὐτῶν λέγων· οὐκ ἐξολοθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου Ἰσραήλ.
5你知道 洗魯雅 的兒子 約押 向我所行的,就是殺了 以色列 的兩個元帥: 尼珥 的兒子 押尼珥 和 益帖 的兒子 亞瑪撒 。他在太平之時流這二人的血,如在爭戰之時一樣,將這血染了腰間束的帶和腳上穿的鞋。
5καί γε σὺ ἔγνως ὅσα ἐποίησέ μοι Ἰωὰβ υἱὸς Σαρουΐας, ὅσα ἐποίησε τοῖς δυσὶν ἄρχουσι τῶν δυνάμεων Ἰσραήλ, τῷ Ἀβεννὴρ υἱῷ Νὴρ καὶ τῷ Ἀμεσσαΐ υἱῷ Ἰεθέρ, καὶ ἀπέκτεινεν αὐτοὺς καὶ ἔταξε τὰ αἵματα πολέμου ἐν εἰρήνῃ καὶ ἔδωκεν αἷμα ἀθῷον ἐν τῇ ζώνῃ αὐτοῦ τῇ ἐν τῇ ὀσφύϊ αὐτοῦ καὶ ἐν τῷ ὑποδήματι αὐτοῦ τῷ ἐν τῶ ποδὶ αὐτοῦ·
6所以你要照你的智慧行,不容他白頭安然下陰間。
6καὶ ποιήσεις κατὰ τὴν σοφίαν σου καὶ οὐ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν εἰρήνῃ εἰς ᾅδου·
7你當恩待 基列 人 巴西萊 的眾子,使他們常與你同席吃飯;因為我躲避你哥哥 押沙龍 的時候,他們 拿食物 來迎接我。
7καὶ τοῖς υἱοῖς Βερζελλὶ τοῦ Γαλααδίτου ποιήσεις ἔλεος, καὶ ἔσονται ἐν τοῖς ἐσθίουσι τὴν τράπεζάν σου, ὅτι οὕτως ἤγγισάν μοι ἐν τῷ με ἀποδιδράσκειν ἀπὸ προσώπου Ἀβεσσαλὼμ τοῦ ἀδελφοῦ σου.
8在你這裏有 巴戶琳 的 便雅憫 人, 基拉 的兒子 示每 ;我往 瑪哈念 去的那日,他用狠毒的言語咒罵我,後來卻下 約旦河 迎接我,我就指着耶和華向他起誓說:『我必不用刀殺你。』
8καὶ ἰδοὺ μετὰ σοῦ Σεμεΐ υἱὸς Γηρὰ υἱὸς τοῦ Ἰεμενὶ ἐκ Βαουρίμ, καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τῇ ἡμέρᾳ, ᾗ ἐπορευόμην εἰς Παρεμβολάς, καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν Ἰορδάνην, καὶ ὤμοσα αὐτῷ ἐν Κυρίῳ λέγων· εἰ θανατώσω σε ἐν ρομφαίᾳ·
9現在你不要以他為無罪。你是聰明人,必知道怎樣待他,使他白頭見殺,流血下到陰間。」
9καὶ οὐ μὴ ἀθῳώσῃς αὐτόν, ὅτι ἀνὴρ σοφὸς εἶ σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
10大衛 與他列祖同睡,葬在 大衛城 。
10καὶ ἐκοιμήθη Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυίδ.
11大衛 作 以色列 王四十年:在 希伯崙 作王七年,在 耶路撒冷 作王三十三年。
11καὶ αἱ ἡμέραι, ἃς ἐβασίλευσε Δαυὶδ ἐπὶ τὸν Ἰσραὴλ τεσσαράκοντα ἔτη· ἐν Χεβρὼν ἐβασίλευσεν ἑπτὰ ἔτη καὶ ἐν Ἱερουσαλὴμ τριακοντατρία ἔτη.
12所羅門 坐他父親 大衛 的位,他的國甚是堅固。
12Καὶ Σαλωμὼν ἐκάθισεν ἐπὶ θρόνου Δαυὶδ τοῦ πατρὸς αὐτοῦ υἱὸς ἐτῶν δώδεκα καὶ ἡτοιμάσθη ἡ βασιλεία αὐτοῦ σφόδρα.
13哈及 的兒子 亞多尼雅 去見 所羅門 的母親 拔示巴 , 拔示巴 問他說:「你來是為平安嗎?」回答說:「是為平安」;
13καὶ εἰσῆλθεν Ἀδωνίας υἱὸς Ἀγγὶθ πρὸς Βηρσαβεὲ μητέρα Σαλωμὼν καὶ προσεκύνησεν αὐτῇ. ἡ δὲ εἶπεν· εἰρήνη ἡ εἴσοδός σου; καὶ εἶπεν· εἰρήνη·
14又說:「我有話對你說。」 拔示巴 說:「你說吧。」
14λόγος μοι πρός σε· καὶ εἶπεν αὐτῷ· λάλησον.
15亞多尼雅 說:「你知道國原是歸我的, 以色列 眾人也都仰望我作王,不料,國反歸了我兄弟,因他得國是出乎耶和華。
15καὶ εἶπεν αὐτῇ· σὺ οἶδας, ὅτι ἐμοὶ ἦν βασιλεία καὶ ἐπ᾿ ἐμὲ ἔθετο πᾶς Ἰσραὴλ τὸ πρόσωπον αὐτοῦ εἰς βασιλέα, καὶ ἐστράφη ἡ βασιλεία καὶ ἐγένετο τῷ ἀδελφῷ μου, ὅτι παρὰ Κυρίου ἐγενήθη αὐτῷ·
16現在我有一件事求你,望你不要推辭。」 拔示巴 說:「你說吧。」
16καὶ νῦν αἴτησιν μίαν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῷ Βηρσαβεέ· λάλει.
17他說:「求你請 所羅門 王將 書念 的女子 亞比煞 賜我為妻,因他必不推辭你。」
17καὶ εἶπεν αὐτῇ· εἰπὸν δὴ πρὸς Σαλωμὼν τὸν βασιλέα, ὅτι οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ σοῦ, καὶ δώσει μοι τὴν Ἀβισὰγ τὴν Σωμανῖτιν εἰς γυναῖκα.
18拔示巴 說:「好,我必為你對王提說。」
18καὶ εἶπε Βηρσαβεέ· καλῶς· ἐγὼ λαλήσω περὶ σοῦ τῷ βασιλεῖ.
19於是, 拔示巴 去見 所羅門 王,要為 亞多尼雅 提說;王起來迎接,向她下拜,就坐在位上,吩咐人為王母設一座位,她便坐在王的右邊。
19καὶ εἰσῆλθε Βηρσαβεὲ πρὸς τὸν βασιλέα Σαλωμὼν λαλῆσαι αὐτῷ περὶ Ἀδωνίου. καὶ ἐξανέστη ὁ βασιλεὺς εἰς ἀπαντὴν αὐτῇ καὶ κατεφίλησεν αὐτὴν καὶ ἐκάθισεν ἐπὶ τοῦ θρόνου, καὶ ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως καὶ ἐκάθισεν ἐκ δεξιῶν αὐτοῦ.
20拔示巴 說:「我有一件小事求你,望你不要推辭。」王說:「請母親說,我必不推辭。」
20καὶ εἶπεν αὐτῷ· αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ, μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου. καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· αἴτησαι, μῆτερ ἐμή, καὶ οὐκ ἀποστρέψω σε.
21拔示巴 說:「求你將 書念 的女子 亞比煞 賜給你哥哥 亞多尼雅 為妻。」
21καὶ εἶπε· δοθήτω δὴ Ἀβισὰγ ἡ Σωμανῖτις τῷ Ἀδωνίᾳ τῷ ἀδελφῷ σου εἰς γυναῖκα.
22所羅門 王對他母親說:「為何單替他求 書念 的女子 亞比煞 呢?也可以為他求國吧!他是我的哥哥,他有祭司 亞比亞他 和 洗魯雅 的兒子 約押 為輔佐 。」
22καὶ ἀπεκρίθη ὁ βασιλεὺς Σαλωμὼν καὶ εἶπε τῇ μητρὶ αὐτοῦ· καὶ ἱνατί σὺ ᾔτησαι τὴν Ἀβισὰγ τῷ Ἀδωνίᾳ; καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν, ὅτι οὗτος ἀδελφός μου ὁ μέγας ὑπὲρ ἐμέ, καὶ αὐτῷ Ἀβιάθαρ ὁ ἱερεὺς καὶ αὐτῷ Ἰωὰβ υἱὸς Σαρουΐας ἀρχιστράτηγος ἑταῖρος.
23所羅門 王就指着耶和華起誓說:「 亞多尼雅 這話是自己送命,不然,願上帝重重地降罰與我。
23καὶ ὤμοσεν ὁ βασιλεὺς Σαλωμὼν κατὰ τοῦ Κυρίου λέγων· τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, ὅτι κατὰ τῆς ψυχῆς αὐτοῦ ἐλάλησεν Ἀδωνίας τὸν λόγον τοῦτον·
24耶和華堅立我,使我坐在父親 大衛 的位上,照着所應許的話為我建立家室;現在我指着永生的耶和華起誓, 亞多尼雅 今日必被治死。」
24καὶ νῦν ζῇ Κύριος, ὃς ἡτοίμασέ με καὶ ἔθετό με ἐπὶ τὸν θρόνον Δαυὶδ τοῦ πατρός μου, καὶ αὐτὸς ἐποίησέ μοι οἶκον, καθὼς ἐλάλησε Κύριος, ὅτι σήμερον θανατωθήσεται Ἀδωνίας.
25於是 所羅門 王差遣 耶何耶大 的兒子 比拿雅 ,將 亞多尼雅 殺死。
25καὶ ἐξαπέστειλεν ὁ βασιλεὺς Σαλωμὼν ἐν χειρὶ Βαναίου υἱοῦ Ἰωδαὲ καὶ ἀνεῖλεν αὐτόν, καὶ ἀπέθανεν Ἀδωνίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
26王對祭司 亞比亞他 說:「你回 亞拿突 歸自己的田地去吧!你本是該死的,但因你在我父親 大衛 面前抬過主耶和華的 約 櫃,又與我父親同受一切苦難,所以我今日不將你殺死。」
26Καὶ τῷ Ἀβιάθαρ τῷ ἱερεῖ εἶπεν ὁ βασιλεύς· ἀπότρεχε σὺ εἰς Ἀναθὼθ εἰς ἀγρόν σου, ὅτι ἀνὴρ θανάτου εἶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ οὐ θανατώσω σε, ὅτι ᾖρας τὴν κιβωτὸν τῆς διαθήκης Κυρίου ἐνώπιον τοῦ πατρός μου, καὶ ὅτι ἐκακουχήθης ἐν πᾶσιν, οἷς ἐκακουχήθη ὁ πατήρ μου.
27所羅門 就革除 亞比亞他 ,不許他作耶和華的祭司。這樣,便應驗耶和華在 示羅 論 以利 家所說的話。
27καὶ ἐξέβαλε Σαλωμὼν τὸν Ἀβιάθαρ τοῦ μὴ εἶναι ἱερέα τοῦ Κυρίου, πληρωθῆναι τὸ ρῆμα Κυρίου, ὃ ἐλάλησεν ἐπὶ τὸν οἶκον Ἡλὶ ἐν Σηλώμ.
28約押 雖然沒有歸從 押沙龍 ,卻歸從了 亞多尼雅 。他聽見這風聲,就逃到耶和華的帳幕,抓住祭壇的角。
28καὶ ἡ ἀκοὴ ἦλθεν ἕως Ἰωὰβ υἱοῦ Σαρουΐας (ὅτι Ἰωὰβ ἦν κεκλικὼς ὀπίσω Ἀδωνίου, καὶ ὀπίσω Σαλωμὼν οὐκ ἔκλινε), καὶ ἔφυγεν Ἰωὰβ εἰς τὸ σκήνωμα τοῦ Κυρίου καὶ κατέσχε τῶν κεράτων τοῦ θυσιαστηρίου.
29有人告訴 所羅門 王說:「 約押 逃到耶和華的帳幕,現今在祭壇的旁邊。」 所羅門 就差遣 耶何耶大 的兒子 比拿雅 ,說:「你去將他殺死。」
29καὶ ἀπηγγέλη τῷ Σαλωμὼν λέγοντες ὅτι πέφυγεν Ἰωὰβ εἰς τὴν σκηνὴν τοῦ Κυρίου καὶ ἰδοὺ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου. καὶ ἀπέστειλε Σαλωμὼν ὁ βασιλεὺς πρὸς Ἰωὰβ λέγων· τί γέγονέ σοι, ὅτι πέφυγας εἰς τὸ θυσιαστήριον; καὶ εἶπεν Ἰωάβ· ὅτι ἐφοβήθην ἀπὸ προσώπου σου, καὶ ἔφυγον πρὸς Κύριον. καὶ ἀπέστειλε Σαλωμὼν τὸν Βαναίου υἱὸν Ἰωδαὲ λέγων· πορεύου καὶ ἄνελε αὐτὸν καὶ θάψον αὐτόν.
30比拿雅 來到耶和華的帳幕,對 約押 說:「王吩咐說,你出來吧!」他說:「我不出去,我要死在這裏。」 比拿雅 就去回覆王,說 約押 如此如此回答我。
30καὶ ἦλθε Βαναίας υἱὸς Ἰωδαὲ πρὸς Ἰωὰβ εἰς τὴν σκηνὴν τοῦ Κυρίου καὶ εἶπεν αὐτῷ· τάδε λέγει ὁ βασιλεύς· ἔξελθε. καὶ εἶπεν Ἰωάβ· οὐκ ἐκπορεύομαι, ὅτι ὧδε ἀποθανοῦμαι. καὶ ἐπέστρεψε Βαναίας υἱὸς Ἰωδαὲ καὶ εἶπε τῷ βασιλεῖ λέγων· τάδε λελάληκεν Ἰωὰβ καὶ τάδε ἀποκέκριταί μοι.
31王說:「你可以照着他的話行,殺死他,將他葬埋,好叫 約押 流無辜人血的罪不歸我和我的父家了。
31καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς· πορεύου καὶ ποίησον αὐτῷ καθὼς εἴρηκε, καὶ ἄνελε αὐτὸν καὶ θάψεις αὐτὸν καὶ ἐξαρεῖς σήμερον τὸ αἷμα, ὃ δωρεὰν ἐξέχεεν ἀπ᾿ ἐμοῦ καὶ ἀπὸ τοῦ οἴκου τοῦ πατρός μου·
32耶和華必使 約押 流人血的罪歸到他自己的頭上;因為他用刀殺了兩個比他又義又好的人,就是 以色列 元帥 尼珥 的兒子 押尼珥 和 猶大 元帥 益帖 的兒子 亞瑪撒 ,我父親 大衛 卻不知道。
32καὶ ἐπέστεψε Κύριος τὸ αἷμα τῆς ἀδικίας αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, ὡς ἀπήντησε τοῖς δυσὶν ἀνθρώποις τοῖς δικαίοις καὶ ἀγαθοῖς ὑπὲρ αὐτὸν καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ρομφαίᾳ, καὶ ὁ πατήρ μου Δαυὶδ οὐκ ἔγνω τὸ αἷμα αὐτῶν, τὸν Ἀβεννὴρ υἱὸν Νὴρ ἀρχιστράτηγον Ἰσραὴλ καὶ τὸν Ἀμεσσὰ υἱὸν Ἰεθὲρ ἀρχιστράτηγον Ἰούδα·
33故此,流這二人血的罪必歸到 約押 和他後裔的頭上,直到永遠;惟有 大衛 和他的後裔,並他的家與國,必從耶和華那裏得平安,直到永遠。」
33καὶ ἐπεστράφη τὰ αἵματα αὐτῶν εἰς κεφαλὴν αὐτοῦ καὶ εἰς κεφαλὴν τοῦ σπέρματος αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ τῷ Δαυὶδ καὶ τῷ σπέρματι αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ καὶ τῷ θρόνῳ αὐτοῦ γένοιτο εἰρήνη ἕως αἰῶνος παρὰ Κυρίου.
34於是 耶何耶大 的兒子 比拿雅 上去,將 約押 殺死,葬在曠野 約押 自己的墳墓裏。
34καὶ ἀνέβη Βαναίας υἱὸς Ἰωδαὲ καὶ ἀπήντησε αὐτῷ καὶ ἐθανάτωσεν αὐτὸν καὶ ἔθαψεν αὐτὸν ἐν τῷ οἴκῳ αὐτοῦ ἐν τῇ ἐρήμῳ.
35王就立 耶何耶大 的兒子 比拿雅 作元帥,代替 約押 ,又使祭司 撒督 代替 亞比亞他 。
35καὶ ἔδωκεν ὁ βασιλεὺς τὸν Βαναίου υἱὸν Ἰωδαὲ ἀντ᾿ αὐτοῦ ἐπὶ τὴν στρατηγίαν· καὶ ἡ βασιλεία κατωρθοῦτο ἐν Ἱερουσαλήμ· καὶ Σαδὼκ τὸν ἱερέα ἔδωκεν αὐτὸν ὁ βασιλεὺς εἰς ἱερέα πρῶτον ἀντὶ Ἀβιάθαρ. 35·1 Καὶ ἔδωκε Κύριος φρόνησιν τῷ Σαλωμὼν καὶ σοφίαν πολλὴν σφόδρα καὶ πλάτος καρδίας, ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν. 35·2 καὶ ἐπληθύνθη ἡ φρόνησις Σαλωμὼν σφόδρα ὑπὲρ τὴν φρόνησιν πάντων υἱῶν ἀρχαίων καὶ ὑπὲρ πάντας φρονίμους Αἰγύπτου. 35·3 καὶ ἔλαβε τὴν θυγατέρα Φαραὼ καὶ εἰσήγαγεν αὐτὴν εἰς πόλιν Δαυὶδ ἕως συντελέσαι αὐτὸν οἰκοδομῆσαι τὸν οἶκον αὐτοῦ. καὶ τὸν οἶκον Κυρίου ἐν πρώτοις καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κυκλόθεν· ἐν ἑπτὰ ἔτεσιν ἐποίησε καὶ συνετέλεσε. 35·4 καὶ ἦν τῷ Σαλωμὼν ἑβδομήκοντα χιλιάδας αἴροντες ἄρσιν καὶ ὀγδοήκοντα χιλιάδας λατόμων ἐν τῷ ὄρει. 35·5 καὶ ἐποίησε Σαλωμὼν τὴν θάλασσαν καὶ τὰ ὑποστηρίγματα καὶ τοὺς λουτῆρας τοὺς μεγάλους καὶ τοὺς στύλους καὶ τὴν κρήνην τῆς αὐλῆς καὶ τὴν θάλασσαν τὴν χαλκῆν. 35·6 καὶ ᾠκοδόμησε τὴν ἄκραν καὶ τὰς ἐπάλξεις αὐτῆς καὶ διέκοψε τὴν πόλιν Δαυίδ· οὕτως θυγάτηρ Φαραὼ ἀνέβαινεν ἐκ τῆς πόλεως Δαυὶδ εἰς τὸν οἶκον αὐτῆς, ὃν ᾠκοδόμησεν αὐτῇ· τότε ᾠκοδόμησε τὴν ἄκραν. 35·7 καὶ Σαλωμὼν ἀνέφερε τρεῖς ἐν τῷ ἐνιαυτῷ ὁλοκαυτώσεις καὶ εἰρηνικὰς ἐπὶ τὸ θυσιαστήριον, ὃ ᾠκοδόμησε τῷ Κυρίῳ, καὶ ἐθυμία ἐνώπιον Κυρίου, καὶ συνετέλεσε τὸν οἶκον. 35·8 καὶ οὗτοι οἱ ἄρχοντες οἱ καθεσταμένοι ἐπὶ τὰ ἔργα τοῦ Σαλωμών· τρεῖς χιλιάδες καὶ ἑξακόσιοι ἐπιστάται τοῦ λαοῦ τῶν ποιούντων τὰ ἔργα. 35·9 καὶ ᾠκοδόμησε τὴν Ἀσσοὺρ καὶ τὴν Μαγδὼ καὶ τὴν Γαζὲρ καὶ τὴν Βαιθωρὼν τὴν ἐπάνω καὶ τὰ Βααλάθ· 35·10 πλὴν μετὰ τὸ οἰκοδομῆσαι αὐτὸν τὸν οἶκον τοῦ Κυρίου καὶ τὸ τεῖχος Ἱερουσαλὴμ κύκλῳ, μετὰ ταῦτα ᾠκοδόμησε τὰς πόλεις ταύτας. 35·11 καὶ ἐν τῷ ἔτι Δαυὶδ ζῆν ἐνετείλατο τῷ Σαλωμὼν λέγων· ἰδοὺ μετὰ σοῦ Σεμεΐ υἱὸς Γηρὰ υἱὸς τοῦ σπέρματος τοῦ Ἰεμενὶ ἐκ Χεβρών· 35·12 οὗτος κατηράσατό με κατάραν ὀδυνηρὰν ἐν ᾗ ἡμέρᾳ ἐπορευόμην εἰς Παρεμβολάς, 35·13 καὶ αὐτὸς κατέβαινεν εἰς ἀπαντὴν μοι ἐπὶ τὸν Ἰορδάνην καὶ ὤμοσα αὐτῷ κατὰ τοῦ Κυρίου λέγων· εἰ θανατωθήσεται ἐν ρομφαίᾳ· 35·14 καὶ νῦν μὴ ἀθωώσῃς αὐτόν, ὅτι ἀνὴρ φρόνιμος σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου.
36王差遣人將 示每 召來,對他說:「你要在 耶路撒冷 建造房屋居住,不可出來往別處去。
36Καὶ ἐκάλεσεν ὁ βασιλεὺς τὸν Σεμεΐ καὶ εἶπεν αὐτῷ· οἰκοδόμησον σεαυτῷ οἶκον ἐν Ἱερουσαλὴμ καὶ κάθου ἐκεῖ καὶ οὐκ ἐξελεύσῃ ἐκεῖθεν οὐδαμοῦ·
37你當確實地知道,你何日出來過 汲淪溪 ,何日必死!你的罪必歸到自己的頭上。」
37καὶ ἔσται ἐν τῇ ἡμέρᾳ τῆς ἐξόδου σου καὶ διαβήσῃ τὸν χειμάρρουν Κέδρων, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ, τὸ αἷμά σου ἔσται ἐπὶ τὴν κεφαλήν σου. καὶ ὥρκισεν αὐτὸν ὁ βασιλεὺς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
38示每 對王說:「這話甚好!我主我王怎樣說,僕人必怎樣行。」於是 示每 多日住在 耶路撒冷 。
38καὶ εἶπε Σεμεΐ πρὸς τὸν βασιλέα· ἀγαθὸν τὸ ρῆμα, ὃ ἐλάλησας, κύριέ μου βασιλεῦ· οὕτω ποιήσει ὁ δοῦλός σου. καὶ ἐκάθισε Σεμεΐ ἐν Ἱερουσαλὴμ τρία ἔτη.
39過了三年, 示每 的兩個僕人逃到 迦特 王 瑪迦 的兒子 亞吉 那裏去。有人告訴 示每 說:「你的僕人在 迦特 。」
39καὶ ἐγενήθη μετὰ τὰ τρία ἔτη καὶ ἀπέδρασαν δύο δοῦλοι τοῦ Σεμεΐ πρὸς Ἀγχοὺς υἱὸν Μααχὰ βασιλέα Γέθ, καὶ ἀπηγγέλη τῷ Σεμεΐ λέγοντες· ἰδοὺ οἱ δοῦλοί σου ἐν Γέθ.
40示每 起來,備上驢,往 迦特 到 亞吉 那裏去找他的僕人,就從 迦特 帶他僕人回來。
40καὶ ἀνέστη Σεμεΐ καὶ ἐπέσαξε τὴν ὄνον αὐτοῦ καὶ ἐπορεύθη εἰς Γὲθ πρὸς Ἀγχοὺς τοῦ ἐκζητῆσαι τοὺ δούλους αὐτοῦ, καὶ ἐπορεύθη Σεμεΐ καὶ ἤγαγε τοὺς δούλους αὐτοῦ ἐκ Γέθ.
41有人告訴 所羅門 說:「 示每 出 耶路撒冷 往 迦特 去,回來了。」
41καὶ ἀπηγγέλη τῷ Σαλωμὼν λέγοντες ὅτι ἐπορεύθη Σεμεΐ ἐξ Ἱερουσαλὴμ εἰς Γέθ, καὶ ἀπέστρεψε τοὺς δούλους αὐτοῦ,
42王就差遣人將 示每 召了來,對他說:「我豈不是叫你指着耶和華起誓,並且警戒你說『你當確實地知道,你哪日出來往別處去,那日必死』嗎?你也對我說:『這話甚好,我必聽從。』
42καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ ἐκάλεσε τὸν Σεμεΐ καὶ εἶπε πρὸς αὐτόν· οὐχὶ ὥρκισά σε κατὰ τοῦ Κυρίου καὶ ἐπεμαρτυράμην σοι λέγων· ἐν ᾗ ἂν ἡμέρᾳ ἐξέλθῃς ἐξ Ἱερουσαλὴμ καὶ πορευθῇς εἰς δεξιὰ ἢ ἀριστερά, γινώσκων γνώσῃ ὅτι θανάτῳ ἀποθανῇ;
43現在你為何不遵守你指着耶和華起的誓和我所吩咐你的命令呢?」
43καὶ τί ὅτι οὐκ ἐφύλαξας τὸν ὅρκον Κυρίου καὶ τὴν ἐντολήν, ἣν ἐνετειλάμην κατὰ σοῦ;
44王又對 示每 說:「你向我父親 大衛 所行的一切惡事,你自己心裏也知道,所以耶和華必使你的罪惡歸到自己的頭上;
44καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Σεμεΐ· σὺ οἶδας πᾶσαν τὴν κακίαν σου, ἣν οἶδεν ἡ καρδία σου, ἃ ἐποίησας Δαυὶδ τῷ πατρί μου, καὶ ἀνταπέδωκε Κύριος τὴν κακίαν σου εἰς κεφαλήν σου·
45惟有 所羅門 王必得福,並且 大衛 的國位必在耶和華面前堅定,直到永遠。」
45καὶ ὁ βασιλεὺς Σαλωμὼν εὐλογημένος, καὶ ὁ θρόνος Δαυὶδ ἔσται ἕτοιμος ἐνώπιον Κυρίου εἰς τὸν αἰῶνα.
46於是王吩咐 耶何耶大 的兒子 比拿雅 ,他就去殺死 示每 。這樣,便堅定了 所羅門 的國位。
46καὶ ἐνετείλατο ὁ βασιλεὺς Σαλωμὼν τῷ Βαναίᾳ υἱῷ Ἰωδαέ, καὶ ἐξῆλθε καὶ ἀνεῖλεν αὐτὸν καὶ ἀπέθανε. 46·1 Καὶ ἦν ὁ βασιλεὺς Σαλωμὼν φρόνιμος σφόδρα, καὶ σοφός, καὶ Ἰούδα καὶ Ἰσραὴλ πολλοὶ σφόδρα, ὡς ἡ ἄμμος ἡ ἐπὶ τῆς θαλάσσης εἰς πλῆθος, ἐσθίοντες καὶ πίνοντες καὶ χαίροντες. 46·2 καὶ Σαλωμὼν ἦν ἄρχων ἐν πάσαις ταῖς βασιλείαις, καὶ ἦσαν προσφέροντες δῶρα καὶ ἐδούλευον τῷ Σαλωμὼν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ. 46·3 καὶ Σαλωμὼν ἤρξατο ἀνοίγειν τὰ δυναστεύματα τοῦ Λιβάνου, 46·4 καὶ αὐτὸς ᾠκοδόμησε τὴν Θερμαὶ ἐν τῇ ἐρήμω. 46·5 καὶ τοῦτο τὸ ἄριστον τῷ Σαλωμών· τριάκοντα κόροι σεμιδάλεως καὶ ἑξήκοντα κόροι ἀλεύρου κεκοπανισμένου, δέκα μόσχοι ἐκλεκτοὶ καὶ εἴκοσι βόες νομάδες καὶ ἑκατὸν πρόβατα, ἐκτὸς ἐλάφων καὶ δορκάδων καὶ ὀρνίθων ἐκλεκτῶν νομάδων· 46·6 ὅτι ἦν ἄρχων ἐν παντὶ πέραν τοῦ ποταμοῦ ἀπὸ Ραφὶ ἕως Γάζης, ἐν πᾶσι τοῖς βασιλεῦσι πέραν τοῦ ποταμοῦ· 46·7 καὶ ἦν αὐτῷ εἰρήνη ἐκ πάντων τῶν μερῶν αὐτοῦ κυκλόθεν, καὶ κατῴκει Ἰούδα καὶ Ἰσραὴλ πεποιθότες ἕκαστος ὑπὸ τὴν ἄμπελον αὐτοῦ καὶ ὑπὸ τὴν συκῆν αὐτοῦ, ἐσθίοντες καὶ πίνοντες καὶ ἑορτάζοντες ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ πάσας τὰς ἡμέρας Σαλωμών. 46·8 καὶ οὗτοι οἱ ἄρχοντες τοῦ Σαλωμών· Ἀζαρίου υἱὸς Σαδὼκ τοῦ ἱερέως καὶ Ὀρνίου υἱὸς Νάθαν ἄρχων τῶν ἐφεστηκότων καὶ Ἐδρὰμ ἐπὶ τὸν οἶκον αὐτοῦ καὶ Σουβὰ γραμματεὺς καὶ Βασὰ υἱὸς Ἀχιθαλὰμ ἀναμιμνήσκων καὶ Ἀβὶ υἱὸς Ἰωὰβ ἀρχιστράτηγος καὶ Ἀχιρὲ υἱὸς Ἐδραΐ ἐπὶ τὰς ἄρσεις καὶ Βαναίας υἱὸς Ἰωδαὲ ἐπὶ τῆς αὐλαρχίας καὶ ἐπὶ τοῦ πλινθίου καὶ Ζαχοὺρ υἱὸς Νάθαν ὁ σύμβουλος. 46·9 καὶ ἦσαν τῷ Σαλωμὼν τεσσαράκοντα χιλιάδες τοκάδες ἵπποι εἰς ἅρματα καὶ δώδεκα χιλιάδες ἵππων. 46·10 καὶ ἦν ἄρχων ἐν πᾶσι τοῖς βασιλεῦσιν ἀπὸ τοῦ ποταμοῦ καὶ ἕως γῆς ἀλλοφύλων καὶ ἕως ὁρίων Αἰγύπτου. 46·11 καὶ Σαλωμὼν υἱὸς Δαυὶδ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ καὶ Ἰούδα ἐν Ἱερουσαλήμ.

Tip: use the ← and → keys to turn chapters.