列王紀上 12
Chinese Union Version, punctuated (Traditional)
Septuagint (Greek Old Testament), second edition
1羅波安 往 示劍 去;因為 以色列 人都到了 示劍 要立他作王。
1ΚΑΙ πορεύεται βασιλεὺς Ροβοὰμ εἰς Σίκιμα, ὅτι εἰς Σίκιμα ἤρχοντο πᾶς Ἰσραὴλ βασιλεῦσαι αὐτόν.
2尼八 的兒子 耶羅波安 先前躲避 所羅門 王,逃往 埃及 ,住在那裏(他聽見這事。)
2[Καὶ ἐγένετο ὡς ἤκουσεν Ἱεροβοὰμ υἱὸς Ναβὰτ καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ, καὶ ἔφυγεν ἐκ προσώπου τοῦ βασιλέως Σαλωμὼν καὶ ἐπέστρεψεν Ἱεροβοὰμ ἐξ Αἰγύπτου,
3以色列 人打發人去請他來,他就和 以色列 會眾都來見 羅波安 ,對他說:
3καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν καὶ ἦλθεν Ἱεροβοὰμ καὶ πᾶσα ἡ ἐκκλησία Ἰσραήλ.] καὶ ἐλάλησεν ὁ λαὸς πρὸς τὸν βασιλέα Ροβοὰμ λέγοντες·
4「你父親使我們負重軛, 做苦工 ,現在求你使我們做的苦工、負的重軛輕鬆些,我們就事奉你。」
4ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν, καὶ σὺ νῦν κούφισον ἀπὸ τῆς δουλείας τοῦ πατρός σου τῆς σκληρᾶς καὶ ἀπὸ τοῦ κλοιοῦ αὐτοῦ τοῦ βαρέως, οὗ ἔδωκεν ἐφ᾿ ἡμᾶς, καὶ δουλεύσομέν σοι.
5羅波安 對他們說:「你們暫且去,第三日再來見我。」民就去了。
5καὶ εἶπεν πρὸς αὐτούς· ἀπέλθετε ἕως ἡμερῶν τριῶν καὶ ἀναστρέψατε πρός με· καὶ ἀπῆλθον.
6羅波安 之父 所羅門 在世的日子,有侍立在他面前的老年人, 羅波安 王和他們商議,說:「你們給我出個甚麼主意,我好回覆這民。」
6καὶ ἀπήγγειλεν ὁ βασιλεὺς τοῖς πρεσβυτέροις, οἳ ἦσαν παρεστῶτες ἐνώπιον Σαλωμὼν τοῦ πατρὸς αὐτοῦ ἔτι ζῶντος αὐτοῦ λέγων· πῶς ὑμεῖς βουλεύεσθε καὶ ἀποκριθῶ τῷ λαῷ τούτῳ λόγον;
7老年人對他說:「現在王若服事這民如僕人,用好話回答他們,他們就永遠作王的僕人。」
7καὶ ἐλάλησαν πρὸς αὐτὸν λέγοντες· εἰ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἔσῃ δοῦλος τῷ λαῷ τούτῳ καὶ δουλεύσεις αὐτοῖς καὶ λαλήσεις πρὸς αὐτοὺς λόγους ἀγαθούς, καὶ ἔσονταί σοι δοῦλοι πάσας τὰς ἡμέρας.
8王卻不用老年人給他出的主意,就和那些與他一同長大、在他面前侍立的少年人商議,
8καὶ ἐγκατέλιπε τὴν βουλὴν τῶν πρεσβυτέρων, ἃ συνεβουλεύσαντο αὐτῷ, καὶ συνεβουλεύσατο μετὰ τῶν παιδαρίων τῶν ἐκτραφέντων μετ᾿ αὐτοῦ τῶν παρεστηκότων πρὸς προσώπου αὐτοῦ
9說:「這民對我說:『你父親使我們負重軛,求你使我們輕鬆些。』你們給我出個甚麼主意,我好回覆他們。」
9καὶ εἶπεν αὐτοῖς· τί ὑμεῖς συμβουλεύετε, καὶ τί ἀποκριθῶ τῷ λαῷ τούτῳ τοῖς λέγουσι πρός με λεγόντων· κούφισον ἀπὸ τοῦ κλοιοῦ, οὗ ἔδωκεν ὁ πατήρ σου ἐφ᾿ ἡμᾶς;
10那同他長大的少年人說:「這民對王說:『你父親使我們負重軛,求你使我們輕鬆些。』王要對他們如此說:『我的小拇指頭比我父親的腰還粗。
10καὶ ἐλάλησαν πρὸς αὐτὸν τὰ παιδάρια τὰ ἐκτραφέντα μετ᾿ αὐτοῦ, οἱ παρεστηκότες πρὸ προσώπου αὐτοῦ λέγοντες· τάδε λαλήσεις τῷ λαῷ τούτῳ τοῖς λαλήσασι πρός σε λέγοντες· ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν ἡμῶν καὶ σὺ νῦν κούφισον ἀφ᾿ ἡμῶν, τάδε λαλήσεις πρὸς αὐτούς· ἡ μικρότης μου παχυτέρα τῆς ὀσφύος τοῦ πατρός μου·
11我父親使你們負重軛,我必使你們負更重的軛!我父親用鞭子責打你們,我要用蠍子 鞭 責打你們!』」
11καὶ νῦν ὁ πατήρ μου ἐπεσάσσετο ὑμᾶς κλοιῷ βαρεῖ, κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξιν, ἐγὼ δὲ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
12耶羅波安 和眾百姓遵着 羅波安 王所說「你們第三日再來見我」的那話,第三日他們果然來了。
12καὶ παρεγένοντο πᾶς Ἰσραὴλ πρὸς τὸν βασιλέα Ροβοὰμ ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καθότι ἐλάλησεν αὐτοῖς ὁ βασιλεὺς λέγων· ἀναστράφητε πρός με τῇ ἡμέρᾳ τῇ τρίτῃ.
13王用嚴厲的話回答百姓,不用老年人給他所出的主意,
13καὶ ἀπεκρίθη ὁ βασιλεὺς πρὸς τὸν λαὸν σκληρά, καὶ ἐγκατέλιπε Ροβοὰμ τὴν βουλὴν τῶν πρεσβυτέρων, ἃ συνεβουλεύσαντο αὐτῷ,
14照着少年人所出的主意對民說:「我父親使你們負重軛,我必使你們負更重的軛!我父親用鞭子責打你們,我要用蠍子 鞭 責打你們!」
14καὶ ἐλάλησε πρὸς αὐτοὺς κατὰ τὴν βουλὴν τῶν παιδαρίων λέγων· ὁ πατήρ μου ἐβάρυνε τὸν κλοιὸν ὑμῶν, κἀγὼ προσθήσω ἐπὶ τὸν κλοιὸν ὑμῶν· ὁ πατήρ μου ἐπαίδευσεν ὑμᾶς ἐν μάστιξι, κἀγὼ παιδεύσω ὑμᾶς ἐν σκορπίοις.
15王不肯依從百姓,這事乃出於耶和華,為要應驗他藉 示羅 人 亞希雅 對 尼八 的兒子 耶羅波安 所說的話。
15καὶ οὐκ ἤκουσεν ὁ βασιλεὺς τοῦ λαοῦ, ὅτι ἦν μεταστροφὴ παρὰ Κυρίου, ὅπως στήσῃ τὸ ρῆμα αὐτοῦ, ὃ ἐλάλησεν ἐν χειρὶ Ἀχιὰ τοῦ Σηλωνίτου περὶ Ἱεροβοὰμ υἱοῦ Ναβάτ.
16以色列 眾民見王不依從他們,就對王說: 我們與 大衛 有甚麼分兒呢? 與 耶西 的兒子並沒有關涉。 以色列 人哪,各回各家去吧! 大衛 家啊,自己顧自己吧! 於是, 以色列 人都回自己家裏去了,
16καὶ εἶδον πᾶς Ἰσραήλ, ὅτι οὐκ ἤκουσεν ὁ βασιλεὺς αὐτῶν, καὶ ἀπεκρίθη ὁ λαὸς τῷ βασιλεῖ λέγων· τίς ἡμῖν μερὶς ἐν Δαυίδ; καὶ οὐκ ἔστιν ἡμῖν κληρονομία ἐν υἱῷ Ἰεσσαί· ἀπότρεχε, Ἰσραήλ, εἰς τὰ σκηνώματά σου· νῦν βόσκε τὸν οἶκόν σου, Δαυίδ. καὶ ἀπῆλθεν Ἰσραὴλ εἰς τὰ σκηνώματα αὐτοῦ.
17惟獨住 猶大 城邑的 以色列 人, 羅波安 仍作他們的王。
no verse 17 in this text
18羅波安 王差遣掌管服苦之人的 亞多蘭 往 以色列 人那裏去, 以色列 人就用石頭打死他。 羅波安 王急忙上車,逃回 耶路撒冷 去了。
18καὶ ἀπέστειλεν ὁ βασιλεὺς τὸν Ἀδωνιρὰμ τὸν ἐπὶ τοῦ φόρου, καὶ ἐλιθοβόλησαν αὐτὸν ἐν λίθοις καὶ ἀπέθανε· καὶ ὁ βασιλεὺς Ροβοὰμ ἔφθασεν ἀναβῆναι τοῦ φυγεῖν εἰς Ἱερουσαλήμ.
19這樣, 以色列 人背叛 大衛 家,直到今日。
19καὶ ἠθέτησεν Ἰσραὴλ εἰς τὸν οἶκον Δαυὶδ ἕως τῆς ἡμέρας ταύτης.
20以色列 眾人聽見 耶羅波安 回來了,就打發人去請他到會眾面前,立他作 以色列 眾人的王。除了 猶大 支派以外,沒有順從 大衛 家的。
20καὶ ἐγένετο ὡς ἤκουσε πᾶς Ἰσραὴλ ὅτι ἀνέκαμψεν Ἱεροβοὰμ ἐξ Αἰγύπτου, καὶ ἀπέστειλαν καὶ ἐκάλεσαν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ ἐβασίλευσαν αὐτὸν ἐπὶ Ἰσραήλ· καὶ οὐκ ἦν ὀπίσω οἴκου Δαυὶδ πάρεξ σκήπτρου Ἰούδα καὶ Βενιαμὶν μόνοι.
21羅波安 來到 耶路撒冷 ,招聚 猶大 全家和 便雅憫 支派的人共十八萬,都是挑選的戰士,要與 以色列 家爭戰,好將國奪回,再歸 所羅門 的兒子 羅波安 。
21καὶ Ροβοὰμ εἰσῆλθεν εἰς Ἱερουσαλὴμ καὶ ἐξεκκλησίασε τὴν συναγωγὴν Ἰούδα καὶ σκῆπτρον Βενιαμὶν ἑκατὸν καὶ εἴκοσι χιλιάδας νεανιῶν ποιούντων πόλεμον, τοῦ πολεμεῖν πρὸς οἶκον Ἰσραήλ, ἐπιστρέψαι τὴν βασιλείαν Ροβοὰμ υἱῷ Σαλωμών.
22但上帝的話臨到神人 示瑪雅 ,說:
22καὶ ἐγένετο λόγος Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ λέγων·
23「你去告訴 所羅門 的兒子 猶大 王 羅波安 和 猶大 、 便雅憫 全家,並其餘的民說:
23εἰπὸν τῷ Ροβοὰμ υἱῷ Σαλωμὼν βασιλεῖ Ἰούδα καὶ πρὸς πάντα οἶκον Ἰούδα καὶ Βενιαμὶν καὶ τῷ καταλοίπῳ τοῦ λαοῦ λέγων·
24『耶和華如此說:你們不可上去與你們的弟兄 以色列 人爭戰。各歸各家去吧!因為這事出於我。』」眾人就聽從耶和華的話,遵着耶和華的命回去了。
24τάδε λέγει Κύριος· οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε μετὰ τῶν ἀδελφῶν ὑμῶν υἱῶν Ἰσραήλ· ἀποστρεφέτω ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ, ὅτι παρ᾿ ἐμοῦ γέγονε τὸ ρῆμα τοῦτο. καὶ ἤκουσαν τοῦ λόγου Κυρίου καὶ κατέπαυσαν τοῦ πορευθῆναι κατὰ τὸ ρῆμα Κυρίου. α Καὶ ὁ βασιλεὺς Σαλωμὼν κοιμᾶται μετὰ τῶν πατέρων αὐτοῦ καὶ θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ. καὶ ἐβασίλευσε Ροβοὰμ υἱὸς αὐτοῦ ἀντ᾿ αὐτοῦ ἐν Ἱερουσαλὴμ υἱὸς ὢν ἑκκαίδεκα ἐτῶν ἐν τῷ βασιλεύειν αὐτόν, καὶ δώδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ. καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ναανάν, θυγάτηρ Ἀνὰν υἱοῦ Ναὰς βασιλέως υἱῶν Ἀμμών· καὶ ἐποίησε τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐπορεύθη ἐν ὁδῷ Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. β καὶ ἦν ἄνθρωπος ἐξ ὄρους Ἐφραὶμ δοῦλος τῷ Σαλωμών, καὶ ὄνομα αὐτῷ Ἱεροβοάμ, καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Σαριρά, γυνὴ πόρνη· καὶ ἔδωκεν αὐτὸν Σαλωμὼν εἰς ἄρχοντα σκυτάλης ἐπὶ ἄρσεις οἴκου Ἰωσήφ, καὶ ᾠκοδόμησε τῷ Σαλωμὼν τὴν Σαριρὰ τὴν ἐν ὄρει Ἐφραίμ, καὶ ἦσαν αὐτῶ τριακόσια ἅρματα ἵππων· οὗτος ᾠκοδόμησε τὴν ἄκραν ἐν ταῖς ἄρσεσιν οἴκου Ἐφραὶμ, οὗτος συνέκλεισε τὴν πόλιν Δαυὶδ καὶ ἦν ἐπαιρόμενος ἐπὶ τὴν βασιλείαν. γ καὶ ἐζήτει Σαλωμὼν θανατῶσαι αὐτόν, καὶ ἐφοβήθη καὶ ἀπέδρα αὐτὸς πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου καὶ ἦν μετ᾿ αὐτοῦ ἕως ἀπέθανε Σαλωμών. δ καὶ ἤκουσεν Ἱεροβοὰμ ἐν Αἰγύπτῳ ὅτι τέθνηκε Σαλωμών, καὶ ἐλάλησεν εἰς τὰ ὦτα Σουσακὶμ βασιλέως Αἰγύπτου λέγων· ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι ἐγὼ εἰς τὴν γῆν μου· καὶ εἶπεν αὐτῷ Σουσακίμ· αἴτησαί τι αἴτημα καὶ δώσω σοι. ε καὶ Σουσακὶμ ἔδωκε τῷ Ἱεροβοὰμ τὴν Ἀνώ, ἀδελφὴν Θεκεμίνας τὴν πρεσβυτέραν τῆς γυναικὸς αὐτοῦ αὐτῷ εἰς γυναῖκα· αὕτη ἦν μεγάλη ἐν μέσῳ τῶν θυγατέρων τοῦ βασιλέως καὶ ἔτεκε τῷ Ἱεροβοὰμ τὸν Ἀβιὰ υἱὸν αὐτοῦ. ζ καὶ εἶπεν Ἱεροβοὰμ πρὸς Σουσακίμ· ὄντως ἐξαπόστειλόν με καὶ ἀπελεύσομαι. καὶ ἐξῆλθεν Ἱεροβοὰμ ἐξ Αἰγύπτου καὶ ἦλθεν εἰς γῆν Σαριρὰ τὴν ἐν ὄρει Ἐφραίμ· καὶ συνάγεται ἐκεῖ πᾶν σκῆπτρον Ἐφραίμ· καὶ ᾠκοδόμησεν ἐκεῖ Ἱεροβοὰμ χάρακα. η Καὶ ἠρώστησε τὸ παιδάριον αὐτοῦ ἀρρωστίαν κραταιὰν σφόδρα, καὶ ἐπορεύθη Ἱεροβοὰμ ἐρωτῆσαι περὶ τοῦ παιδαρίου· καὶ εἶπε πρὸς Ἀνὼ τὴν γυναῖκα αὐτοῦ· ἀνάστηθι καὶ πορεύου, ἐπερώτησον τὸν Θεὸν περὶ τοῦ παιδαρίου, εἰ ζήσεται ἐκ τῆς ἀρρωστίας αὐτοῦ. θ καὶ ἄνθρωπος ἦν ἐν Σηλὼμ καὶ ὄνομα αὐτῷ Ἀχιά, καὶ οὗτος ἦν υἱὸς ἑξήκοντα ἐτῶν, καὶ ρῆμα Κυρίου μετ᾿ αὐτοῦ. καὶ εἶπεν Ἱεροβοὰμ πρὸς τὴν γυναῖκα αὐτοῦ· ἀνάστηθι καὶ λαβὲ εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ Θεοῦ ἄρτους καὶ κολλύρια τοῖς τέκνοις αὐτοῦ καὶ σταφυλὴν καὶ στάμνον μέλιτος. καὶ ἀνέστη ἡ γυνὴ ι καὶ ἔλαβεν εἰς τὴν χεῖρα αὐτῆς ἄρτους καὶ δύο κολλύρια καὶ σταφυλὴν καὶ στάμνον μέλιτος τῷ Ἀχιά· καὶ ὁ ἄνθρωπος πρεσβύτερος, καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἠμβλυώπουν τοῦ ἰδεῖν, κ καὶ ἀνέστη ἐκ Σαριρὰ καὶ πορεύεται, καὶ ἐγένετο ἐλθούσης αὐτῆς εἰς τὴν πόλιν πρὸς Ἀχιὰ τὸν Σηλωνίτην καὶ εἶπεν Ἀχιὰ τῷ παιδαρίῳ αὐτοῦ· ἔξελθε δὴ εἰς ἀπαντὴν Ἀνὼ τῇ γυναικὶ Ἱεροβοὰμ καὶ ἐρεῖς αὐτῇ· εἴσελθε καὶ μὴ στῇς, ὅτι τάδε λέγει Κύριος· σκληρὰ ἐγὼ ἐπαποστέλλω ἐπὶ σέ. λ καὶ εἰσῆλθεν Ἀνὼ πρὸς τὸν ἄνθρωπον τοῦ Θεοῦ, καὶ εἶπεν αὐτῇ Ἀχιά· ἱνατί ἐνήνοχάς μοι ἄρτους καὶ σταφυλὴν καὶ κολλύρια καὶ στάμνον μέλιτος; τάδε λέγει Κύριος· ἰδοὺ σὺ ἀπελεύσῃ ἀπ᾿ ἐμοῦ, καὶ ἔσται εἰσελθούσης σου τὴν πόλιν εἰς Σαριρὰ καὶ τὰ κοράσιά σου ἐξελεύσονταί σοι εἰς συνάντησιν καὶ ἐροῦσί σοι· τὸ παιδάριον τέθνηκεν. μ ὅτι τάδε λέγει Κύριος· ἰδοὺ ἐγὼ ἐξολοθρεύσω τοῦ Ἱεροβοὰμ οὐροῦντα πρὸς τοῖχον, καὶ ἔσονται οἱ τεθνηκότες τοῦ Ἱεροβοὰμ ἐν τῇ πόλει καταφάγονται οἱ κύνες, καὶ τὸν τεθνηκότα ἐν τῷ ἀγρῷ καταφάγεται τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τὸ παιδάριον κόψονται· οὐαὶ Κύριε, ὅτι εὑρέθη ἐν αὐτῷ ρῆμα καλὸν περὶ τοῦ Κυρίου. ν καὶ ἀπῆλθεν ἡ γυνή, ὡς ἤκουσε, καὶ ἐγένετο ὡς εἰσῆλθεν εἰς τὴν Σαριρά, καὶ τὸ παιδάριον ἀπέθανε, καὶ ἐξῆλθεν ἡ κραυγὴ εἰς ἀπαντήν. ξ Καὶ ἐπορεύθη Ἱεροβοὰμ εἰς Σίκιμα τὴν ἐν ὄρει Ἐφραὶμ καὶ συνήθροισεν ἐκεῖ τὰς φυλὰς τοῦ Ἰσραήλ, καὶ ἀνέβη ἐκεῖ Ροβοὰμ υἱὸς Σαλωμών. καὶ λόγος Κυρίου ἐγένετο πρὸς Σαμαίαν τὸν Ἐλαμὶ λέγων· λαβὲ σεαυτῷ ἱμάτιον καινὸν τὸ οὐκ εἰσεληλυθὸς εἰς ὕδωρ καὶ ρῆξον αὐτὸ δώδεκα ρήγματα καὶ δώσεις τῷ Ἱεροβοὰμ καὶ ἐρεῖς αὐτῷ· τάδε λέγει Κύριος· λάβε σεαυτῷ δέκα ρήγματα τοῦ περιβαλέσθαι σε. καὶ ἔλαβεν Ἱεροβοάμ· καὶ εἶπε Σαμαίας· τάδε λέγει Κύριος ἐπὶ τὰς δέκα φυλὰς τοῦ Ἰσραήλ. ο Καὶ εἶπεν ὁ λαὸς πρὸς Ροβοὰμ υἱὸν Σαλωμών· ὁ πατήρ σου ἐβάρυνε τὸν κλοιὸν αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐβάρυνε τὰ βρώματα τῆς τραπέζης αὐτοῦ· καὶ νῦν εἰ κουφιεῖς ἐφ᾿ ἡμᾶς καὶ δουλεύσομέν σοι. καὶ εἶπε Ροβοὰμ πρὸς τὸν λαόν· ἔτι τριῶν ἡμερῶν καὶ ἀποκριθήσομαι ὑμῖν ρῆμα. π καὶ εἶπε Ροβοάμ· εἰσαγάγετέ μοι τοὺς πρεσβυτέρους καὶ συμβουλεύσομαι μετ᾿ αὐτῶν τί ἀποκριθῶ τῷ λαῷ ρῆμα ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ. καὶ ἐλάλησε Ροβοὰμ εἰς τὰ ὦτα αὐτῶν καθὼς ἀπέστειλεν ὁ λαὸς πρὸς αὐτὸν καὶ εἶπον οἱ πρεσβύτεροι τοῦ λαοῦ· οὕτως ἐλάλησε πρός σε ὁ λαός. ρ καὶ διεσκέδασε Ροβοὰμ τὴν βουλὴν αὐτῶν, καὶ οὐκ ἤρεσεν ἐνώπιον αὐτοῦ· καὶ ἀπέστειλε καὶ εἰσήγαγε τοὺς συντρόφους αὐτοῦ καὶ ἐλάλησεν αὐτοῖς· ταῦτα καὶ ταῦτα ἀπέσταλκεν ὁ λαὸς πρός με λέγων. καὶ εἶπαν οἱ σύντροφοι αὐτοῦ· οὕτως λαλήσεις πρὸς τὸν λαὸν λέγων· ἡ μικρότης μου παχυτέρα ὑπὲρ τὴν ὀσφὺν τοῦ πατρός μου· ὁ πατήρ μου ἐμαστίγου ὑμᾶς μάστιξιν, ἐγὼ δὲ κατάρξω ὑμᾶς ἐν σκορπίοις. σ καὶ ἤρεσε τὸ ρῆμα ἐνώπιον Ροβοάμ, καὶ ἀπεκρίθη τῷ λαῷ καθὼς συνεβούλευσαν αὐτῷ οἱ σύντροφοι αὐτοῦ τά παιδάρια. τ καὶ εἶπε πᾶς ὁ λαὸς ὡς ἀνὴρ εἷς, ἕκαστος τῷ πλησίον αὐτοῦ, καὶ ἀνέκραξαν ἅπαντες λέγοντες· οὐ μερὶς ἡμῖν ἐν Δαυὶδ οὐδὲ κληρονομία ἐν υἱῷ Ἰεσσαί· ἕκαστος εἰς τὰ σκηνώματά σου Ἰσραήλ, ὅτι ὁ ἄνθρωπος οὗτος οὐκ εἰς ἄρχοντα οὐδὲ εἰς ἡγούμενον. υ καὶ διεσπάρη πᾶς ὁ λαὸς ἐκ Σικίμων, καὶ ἀπῆλθον ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ. καὶ κατεκράτησε Ροβοὰμ καὶ ἀπῆλθε καὶ ἀνέβη ἐπὶ τὸ ἅρμα αὐτοῦ καὶ εἰσῆλθεν εἰς Ἱερουσαλήμ, καὶ πορεύονται ὀπίσω αὐτοῦ πᾶν σκῆπτρον Ἰούδα καὶ πᾶν σκῆπτρον Βενιαμίν. φ καὶ ἐγένετο ἐνισταμένου τοῦ ἐνιαυτοῦ καὶ συνήθροισε Ροβοὰμ πάντα ἄνδρα Ἰούδα καὶ Βενιαμὶν καὶ ἀνέβη τοῦ πολεμεῖν πρὸς Ἱεροβοὰμ εἰς Σίκιμα. χ καὶ ἐγένετο ρῆμα Κυρίου πρὸς Σαμαίαν ἄνθρωπον τοῦ Θεοῦ λέγων· εἰπὸν τῷ Ροβοὰμ βασιλεῖ Ἰούδα καὶ πρὸς πάντα οἶκον Ἰούδα καὶ Βενιαμὶν καὶ πρὸς τὸ κατάλειμμα τοῦ λαοῦ λέγων· τάδε λέγει Κύριος· οὐκ ἀναβήσεσθε οὐδὲ πολεμήσετε πρὸς τοὺς ἀδελφοὺς ὑμῶν υἱοὺς Ἰσραήλ· ἀναστρέφετε ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, ὅτι παρ᾿ ἐμοῦ γέγονε τὸ ρῆμα τοῦτο. ψ καὶ ἤκουσαν τοῦ λόγου Κυρίου καὶ ἀνέσχον μὴ πορευθῆναι κατὰ τὸ ρῆμα Κυρίου.
25耶羅波安 在 以法蓮 山地建築 示劍 ,就住在其中;又從 示劍 出去,建築 毗努伊勒 。
25Καὶ ᾠκοδόμησεν Ἱεροβοὰμ τὴν Σίκιμα τὴν ἐν ὄρει Ἐφραὶμ καὶ κατῴκει ἐν αὐτῇ· καὶ ἐξῆλθεν ἐκεῖθεν καὶ ᾠκοδόμησε τὴν Φανουήλ.
26耶羅波安 心裏說:「恐怕這國仍歸 大衛 家;
26καὶ εἶπεν Ἱεροβοὰμ ἐν τῇ καρδίᾳ αὐτοῦ· ἰδοὺ νῦν ἐπιστρέψει ἡ βασιλεία εἰς οἶκον Δαυίδ·
27這民若上 耶路撒冷 去,在耶和華的殿裏獻祭,他們的心必歸向他們的主- 猶大 王 羅波安 ,就把我殺了,仍歸 猶大 王 羅波安 。」
27ἐὰν ἀναβῇ ὁ λαὸς οὗτος ἀναφέρειν θυσίαν ἐν οἴκῳ Κυρίου εἰς Ἱερουσαλήμ, καὶ ἐπιστραφήσεται καρδία τοῦ λαοῦ πρὸς Κύριον καὶ κύριον αὐτῶν, πρὸς Ροβοὰμ βασιλέα Ἰούδα, καὶ ἀποκτενοῦσί με.
28耶羅波安 王就籌劃定妥,鑄造了兩個金牛犢,對眾民說:「 以色列 人哪,你們上 耶路撒冷 去實在是難;這就是領你們出 埃及 地的神。」
28καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ ἐπορεύθη καὶ ἐποίησε δύο δαμάλεις χρυσᾶς· καὶ εἶπε πρὸς τὸν λαόν· ἱκανούσθω ὑμῖν ἀναβαίνειν εἰς Ἱερουσαλήμ· ἰδοὺ θεοί σου, Ἰσραήλ, οἱ ἀναγαγόντες σε ἐκ γῆς Αἰγύπτου.
29他就把牛犢一隻安在 伯特利 ,一隻安在 但 。
29καὶ ἔθετο τὴν μίαν ἐν Βαιθὴλ καὶ τὴν μίαν ἔδωκεν ἐν Δάν.
30這事叫百姓陷在罪裏,因為他們往 但 去 拜那牛犢 。
30καὶ ἐγένετο ὁ λόγος οὗτος εἰς ἁμαρτίαν· καὶ ἐπορεύετο ὁ λαὸς πρὸ προσώπου τῆς μιᾶς ἕως Δάν. καὶ εἴασαν τὸν οἶκον Κυρίου.
31耶羅波安 在邱壇那裏建殿,將那不屬 利未 人的凡民立為祭司。
31καὶ ἐποίησεν οἴκους ἐφ᾿ ὑψηλῶν καὶ ἐποίησεν ἱερεῖς μέρος τι ἐκ τοῦ λαοῦ, οἳ οὐκ ἦσαν ἐκ τῶν υἱῶν Λευί.
32耶羅波安 定八月十五日為節期,像在 猶大 的節期一樣,自己上壇 獻祭 。他在 伯特利 也這樣向他所鑄的牛犢獻祭,又將立為邱壇的祭司安置在 伯特利 。
32καὶ ἐποίησεν Ἱεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησεν ἐν Βαιθήλ, τοῦ θύειν ταῖς δαμάλεσιν, αἷς ἐποίησε, καὶ παρέστησεν ἐν Βαιθὴλ τοὺς ἱερεῖς τῶν ὑψηλῶν, ὧν ἐποίησε.
33他在八月十五日,就是他私自所定的月日,為 以色列 人立作節期的日子,在 伯特利 上壇燒香。
33καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον, ὃ ἐποίησε, τῇ πεντεκαιδεκάτῃ ἡμέρᾳ ἐν τῷ μηνὶ τῷ ὀγδόῳ ἐν τῇ ἑορτῇ, ᾗ ἐπλάσατο ἀπὸ καρδίας αὐτοῦ, καὶ ἐποίησεν ἑορτὴν τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τοῦ ἐπιθῦσαι.
Tip: use the ← and → keys to turn chapters.