民数记
Chapter 10
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1耶和华晓谕 摩西 说:
1ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
2「你要用银子做两枝号,都要锤出来的,用以招聚会众,并叫众营起行。
2ποίησον σεαυτῷ δύο σάλπιγγας ἀργυρᾶς, ἐλατὰς ποιήσεις αὐτάς, καὶ ἔσονταί σοι ἀνακαλεῖν τὴν συναγωγὴν καὶ ἐξαίρειν τὰς παρεμβολάς.
3吹这号的时候,全会众要到你那里,聚集在会幕门口。
3καὶ σαλπιεῖς ἐν αὐταῖς καὶ συναχθήσεται πᾶσα ἡ συναγωγὴ ἐπὶ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου·
4若单吹一枝,众首领,就是 以色列 军中的统领,要聚集到你那里。
4ἐὰν δὲ ἐν μιᾷ σαλπίσωσι, προσελεύσονται πρὸς σὲ πάντες οἱ ἄρχοντες ἀρχηγοὶ Ἰσραήλ.
5吹出大声的时候,东边安的营都要起行。
5καὶ σαλπιεῖτε σημασίαν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι ἀνατολάς·
6二次吹出大声的时候,南边安的营都要起行。他们将起行,必吹出大声。
6καὶ σαλπιεῖτε σημασίαν δευτέραν, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι λίβα· καὶ σαλπιεῖτε σημασίαν τρίτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι παρὰ θάλασσαν· καὶ σαλπιεῖτε σημασίαν τετάρτην, καὶ ἐξαροῦσιν αἱ παρεμβολαὶ αἱ παρεμβάλλουσαι πρὸς βορρᾶν· σημασία σαλπιοῦσιν ἐν τῇ ἐξάρσει αὐτῶν.
7但招聚会众的时候,你们要吹号,却不要吹出大声。
7καὶ ὅταν συναγάγητε τὴν συναγωγήν, σαλπιεῖτε καὶ οὐ σημασίᾳ
8亚伦 子孙作祭司的要吹这号;这要作你们世世代代永远的定例。
8καὶ οἱ υἱοὶ Ἀαρὼν οἱ ἱερεῖς σαλπιοῦσι ταῖς σάλπιγξι, καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν.
9你们在自己的地,与欺压你们的敌人打仗,就要用号吹出大声,便在耶和华—你们的 神面前得蒙纪念,也蒙拯救脱离仇敌。
9ἐὰν δὲ ἐξέλθητε εἰς πόλεμον ἐν τῇ γῇ ὑμῶν πρὸς τοὺς ὑπεναντίους τοὺς ἀνθεστηκότας ὑμῖν, καὶ σημανεῖτε ταῖς σάλπιγξι καὶ ἀναμνησθήσεσθε ἔναντι Κυρίου καὶ διασωθήσεσθε ἀπὸ τῶν ἐχθρῶν ὑμῶν.
10在你们快乐的日子和节期,并月朔,献燔祭和平安祭,也要吹号,这都要在你们的 神面前作为纪念。我是耶和华—你们的 神。」
10καὶ ἐν ταῖς ἡμέραις τῆς εὐφροσύνης ὑμῶν καὶ ἐν ταῖς ἑορταῖς ὑμῶν καὶ ἐν ταῖς νουμηνίαις ὑμῶν σαλπιεῖτε ταῖς σάλπιγξιν ἐπὶ τοῖς ὁλοκαυτώμασι καὶ ἐπὶ ταῖς θυσίαις τῶν σωτηρίων ὑμῶν, καὶ ἔσται ὑμῖν ἀνάμνησις ἔναντι τοῦ Θεοῦ ὑμῶν· ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν.
11第二年二月二十日,云彩从法 柜 的帐幕收上去。
11Καὶ ἐγένετο ἐν τῷ ἐνιαυτῷ τῷ δευτέρῳ ἐν τῷ μηνὶ τῷ δευτέρῳ εἰκάδι τοῦ μηνὸς ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς τοῦ μαρτυρίου,
12以色列 人就按站往前行,离开 西奈 的旷野,云彩停住在 巴兰 的旷野。
12καὶ ἐξῇραν οἱ υἱοὶ Ἰσραὴλ σὺν ἀπαρτίαις αὐτῶν ἐν τῇ ἐρήμῳ Σινά, καὶ ἔστη ἡ νεφέλη ἐν τῇ ἐρήμῳ τοῦ Φαράν.
13这是他们照耶和华借 摩西 所吩咐的,初次往前行。
13καὶ ἐξῇραν πρῶτοι διὰ φωνῆς Κυρίου ἐν χειρὶ Μωυσῆ.
14按着军队首先往前行的是 犹大 营的纛。统领军队的是 亚米拿达 的儿子 拿顺 。
14καὶ ἐξῇραν τάγμα παρεμβολῆς υἱῶν Ἰούδα πρῶτοι σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ναασσὼν υἱὸς Ἀμιναδάβ,
15统领 以萨迦 支派军队的是 苏押 的儿子 拿坦业 。
15καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ἰσσάχαρ Ναθαναὴλ υἱὸς Σωγάρ,
16统领 西布伦 支派军队的是 希伦 的儿子 以利押 。
16καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ζαβουλὼν Ἐλιὰβ υἱὸς Χαιλών.
17帐幕拆卸, 革顺 的子孙和 米拉利 的子孙就抬着帐幕先往前行。
17καὶ καθελοῦσι τὴν σκηνὴν καὶ ἐξαροῦσιν οἱ υἱοὶ Γεδσὼν καὶ οἱ υἱοὶ Μεραρί, οἱ αἴροντες τὴν σκηνήν.
18按着军队往前行的是 吕便 营的纛。统领军队的是 示丢珥 的儿子 以利蓿 。
18καὶ ἐξῇραν τάγμα παρεμβολῆς Ρουβὴν σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ἐλισοὺρ υἱὸς Σεδιούρ,
19统领 西缅 支派军队的是 苏利沙代 的儿子 示路蔑 。
19καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς Συμεών, Σαλαμιὴλ υἱὸς Σουρισαδαί,
20统领 迦得 支派军队的是 丢珥 的儿子 以利雅萨 。
20καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Γὰδ Ἐλισὰφ ὁ τοῦ Ραγουήλ.
21哥辖 人抬着圣物先往前行。他们未到以前, 抬帐幕的 已经把帐幕支好。
21καὶ ἐξαροῦσιν υἱοὶ Καὰθ αἴροντες τὰ ἅγια καὶ στήσουσι τὴν σκηνήν, ἕως παραγένωνται.
22按着军队往前行的是 以法莲 营的纛,统领军队的是 亚米忽 的儿子 以利沙玛 。
22καὶ ἐξαροῦσι τάγμα παρεμβολῆς Ἐφραΐμ σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ἐλισαμὰ υἱὸς Σεμιούδ,
23统领 玛拿西 支派军队的是 比大蓿 的儿子 迦玛列 。
23καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Μανασσῆ Γαμαλιὴλ ὁ τοῦ Φαδασσούρ,
24统领 便雅悯 支派军队的是 基多尼 的儿子 亚比但 。
24καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Βενιαμὶν Ἀβιδὰν ὁ τοῦ Γαδεωνί.
25在诸营末后的是 但 营的纛,按着军队往前行。统领军队的是 亚米沙代 的儿子 亚希以谢 。
25καὶ ἐξαροῦσι τάγμα παρεμβολῆς υἱῶν Δάν, ἔσχατοι πασῶν τῶν παρεμβολῶν, σὺν δυνάμει αὐτῶν· καὶ ἐπὶ τῆς δυνάμεως αὐτῶν Ἀχιέζερ ὁ τοῦ Ἀμισαδαΐ,
26统领 亚设 支派军队的是 俄兰 的儿子 帕结 。
26καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Ἀσὴρ Φαγεὴλ υἱὸς Ἐχράν,
27统领 拿弗他利 支派军队的是 以南 的儿子 亚希拉 。
27καὶ ἐπὶ τῆς δυνάμεως φυλῆς υἱῶν Νεφθαλὶ Ἀχιρὲ υἱὸς Αἰνάν.
28以色列 人按着军队往前行,就是这样。
28αὗται αἱ στρατιαὶ υἱῶν Ἰσραήλ, καὶ ἐξῇραν σὺν δυνάμει αὐτῶν.
29摩西 对他岳父— 米甸 人 流珥 的儿子 何巴 —说:「我们要行路,往耶和华所应许之地去;他曾说:『我要将这地赐给你们。』现在求你和我们同去,我们必厚待你,因为耶和华指着 以色列 人已经应许给好处。」
29Καὶ εἶπε Μωυσῆς τῷ Ὀβὰβ υἱῷ Ραγουὴλ τῷ Μαδιανίτῃ τῷ γαμβρῷ Μωυσῆ· ἐξαίρομεν ἡμεῖς εἰς τὸν τόπον ὃν εἶπε Κύριος, τοῦτον δώσω ὑμῖν· δεῦρο μεθ' ἡμῶν, καὶ εὖ σε ποιήσομεν, ὅτι Κύριος ἐλάλησε καλὰ περὶ Ἰσραήλ.
30何巴 回答说:「我不去;我要回本地本族那里去。」
30καὶ εἶπε πρὸς αὐτόν· οὐ πορεύσομαι, ἀλλὰ εἰς τὴν γῆν μου καὶ εἰς τὴν γενεάν μου.
31摩西 说:「求你不要离开我们;因为你知道我们要在旷野安营,你可以当作我们的眼目。
31καὶ εἶπε· μὴ ἐγκαταλίπῃς ἡμᾶς, οὗ ἕνεκεν ἦσθα μεθ' ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ ἔσῃ ἐν ἡμῖν πρεσβύτης·
32你若和我们同去,将来耶和华有什么好处待我们,我们也必以什么好处待你。」
32καὶ ἔσται ἐὰν πορευθῇς μεθ' ἡμῶν, καὶ ἔσται τὰ ἀγαθὰ ἐκεῖνα, ὅσα ἂν ἀγαθοποιήσῃ Κύριος ἡμᾶς, καὶ εὖ σε ποιήσομεν.
33以色列 人离开耶和华的山,往前行了三天的路程;耶和华的约柜在前头行了三天的路程,为他们寻找安歇的地方。
33Καὶ ἐξῇραν ἐκ τοῦ ὄρους Κυρίου ὁδὸν τριῶν ἡμερῶν, καὶ ἡ κιβωτὸς τῆς διαθήκης Κυρίου προεπορεύετο προτέρα αὐτῶν ὁδὸν τριῶν ἡμερῶν κατασκέψασθαι αὐτοῖς ἀνάπαυσιν.
34他们拔营往前行,日间有耶和华的云彩在他们以上。
34καὶ ἐγένετο ἐν τῷ ἐξαίρειν τὴν κιβωτὸν καὶ εἶπε Μωυσῆς· ἐξεγέρθητι, Κύριε, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροί σου, φυγέτωσαν πάντες οἱ μισοῦντές σε.
35约柜往前行的时候, 摩西 就说:「耶和华啊,求你兴起!愿你的仇敌四散!愿恨你的人从你面前逃跑!」
35καὶ ἐν τῇ καταπαύσει εἶπεν· ἐπίστρεφε, Κύριε, χιλιάδας μυριάδας ἐν τῷ Ἰσραήλ.
36约柜停住的时候,他就说:「耶和华啊,求你回到 以色列 的千万人中!」
36καὶ ἡ νεφέλη ἐγένετο σκιάζουσα ἐπ' αὐτοῖς ἡμέρας ἐν τῷ ἐξαίρειν αὐτοὺς ἐκ τῆς παρεμβολῆς.

Tip: use the ← and → keys to turn chapters.