民数记 5
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1耶和华晓谕 摩西 说:
1ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
2「你吩咐 以色列 人,使一切长大麻风的,患漏症的,并因死尸不洁净的,都出营外去。
2πρόσταξον τοῖς υἱοῖς Ἰσραὴλ καὶ ἐξαποστειλάτωσαν ἐκ τῆς παρεμβολῆς πάντα λεπρὸν καὶ πάντα γονορρυῆ καὶ πάντα ἀκάθαρτον ἐπὶ ψυχῇ·
3无论男女都要使他们出到营外,免得污秽他们的营;这营是我所住的。」
3ἀπὸ ἀρσενικοῦ ἕως θηλυκοῦ ἐξαποστείλατε ἔξω τῆς παρεμβολῆς, καὶ οὐ μὴ μιανοῦσι τὰς παρεμβολὰς αὐτῶν, ἐν οἷς ἐγὼ καταγίνομαι ἐν αὐτοῖς.
4以色列 人就这样行,使他们出到营外。耶和华怎样吩咐 摩西 , 以色列 人就怎样行了。
4καὶ ἐποίησαν οὕτως οἱ υἱοὶ Ἰσραὴλ καὶ ἐξαπέστειλαν αὐτοὺς ἔξω τῆς παρεμβολῆς· καθὰ ἐλάλησε Κύριος Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ.
5耶和华对 摩西 说:
5καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
6「你晓谕 以色列 人说:无论男女,若犯了人所常犯的罪,以致干犯耶和华,那人就有了罪。
6λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων· ἀνὴρ ἢ γυνή, ὅς τις ἂν ποιήσῃ ἀπὸ πασῶν τῶν ἁμαρτιῶν τῶν ἀνθρωπίνων, καὶ παριδὼν παρίδῃ καὶ πλημμελήσῃ ἡ ψυχὴ ἐκείνη,
7他要承认所犯的罪,将所亏负人的,如数赔还,另外加上五分之一,也归与所亏负的人。
7ἐξαγορεύσει τὴν ἁμαρτίαν, ἣν ἐποίησε, καὶ ἀποδώσει τὴν πλημμέλειαν τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον αὐτοῦ προσθήσει ἐπ' αὐτό, καὶ ἀποδώσει, τίνι ἐπλημμέλησεν αὐτῷ.
8那人若没有亲属可受所赔还的,那所赔还的就要归与服事耶和华的祭司;至于那为他赎罪的公羊是在外。
8ἐὰν δὲ μὴ ᾖ τῷ ἀνθρώπῳ ὁ ἀγχιστεύων, ὥστε ἀποδοῦναι αὐτῷ τὸ πλημμέλημα πρὸς αὐτόν, τὸ πλημμέλημα τὸ ἀποδιδόμενον Κυρίῳ τῷ ἱερεῖ ἔσται, πλὴν τοῦ κριοῦ τοῦ ἱλασμοῦ, δι' οὗ ἐξιλάσεται ἐν αὐτῷ περὶ αὐτοῦ.
9以色列 人一切的圣物中,所奉给祭司的举祭都要归与祭司。
9καὶ πᾶσα ἀπαρχὴ κατὰ πάντα τὰ ἁγιαζόμενα ἐν υἱοῖς Ἰσραήλ, ὅσα ἐὰν προσφέρωσι Κυρίῳ, τῷ ἱερεῖ αὐτῷ ἔσται.
10各人所分别为圣的物,无论是什么,都要归给祭司。」
10καὶ ἑκάστου τὰ ἡγιασμένα αὐτοῦ ἔσται· καὶ ἀνήρ, ὃς ἂν δῷ τῷ ἱερεῖ, αὐτῷ ἔσται.
11耶和华对 摩西 说:
11Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
12「你晓谕 以色列 人说:人的妻若有邪行,得罪她丈夫,
12λάλησον τοῖς υἱοῖς Ἰσραήλ, καὶ ἐρεῖς πρὸς αὐτούς· ἀνδρὸς ἀνδρός, ἐὰν παραβῇ ἡ γυνὴ αὐτοῦ, καὶ ὑπεριδοῦσα παρίδῃ αὐτὸν
13有人与她行淫,事情严密,瞒过她丈夫,而且她被玷污,没有作见证的人,当她行淫的时候也没有被捉住,
13καὶ κοιμηθῇ τις μετ' αὐτῆς κοίτην σπέρματος, καὶ λάθῃ ἐξ ὀφθαλμῶν τοῦ ἀνδρὸς αὐτῆς καὶ κρύψῃ, αὐτὴ δὲ ᾖ μεμιασμένη καὶ μάρτυς μὴ ἦν μετ' αὐτῆς, καὶ αὐτὴ μὴ ᾖ συνειλημμένη,
14她丈夫生了疑恨的心,疑恨她,她是被玷污,或是她丈夫生了疑恨的心,疑恨她,她并没有被玷污,
14καὶ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μεμίανται, ἢ ἐπέλθῃ αὐτῷ πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, αὐτὴ δὲ μὴ ᾖ μεμιασμένη,
15这人就要将妻送到祭司那里,又为她带着大麦面伊法十分之一作供物,不可浇上油,也不可加上乳香;因为这是疑恨的素祭,是思念的素祭,使人思念罪孽。
15καὶ ἄξει ὁ ἄνθρωπος τὴν γυναῖκα αὐτοῦ πρὸς τὸν ἱερέα καὶ προσοίσει τὸ δῶρον περὶ αὐτῆς, τὸ δέκατον τοῦ οἰφὶ ἄλευρον κρίθινον, οὐκ ἐπιχεεῖ ἐπ' αὐτὸ ἔλαιον, οὐδὲ ἐπιθήσει ἐπ' αὐτὸ λίβανον· ἔστι γὰρ θυσία ζηλοτυπίας, θυσία μνημοσύνου, ἀναμιμνήσκουσα ἁμαρτίαν.
16「祭司要使那妇人近前来,站在耶和华面前。
16καὶ προσάξει αὐτὴν ὁ ἱερεὺς καὶ στήσει αὐτὴν ἔναντι Κυρίου,
17祭司要把圣水盛在瓦器里,又从帐幕的地上取点尘土,放在水中。
17καὶ λήψεται ὁ ἱερεὺς ὕδωρ καθαρὸν ζῶν ἐν ἀγγείῳ ὀστρακίνῳ καὶ τῆς γῆς τῆς οὔσης ἐπὶ τοῦ ἐδάφους τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ λαβὼν ὁ ἱερεὺς ἐμβαλεῖ εἰς τὸ ὕδωρ.
18祭司要叫那妇人蓬头散发,站在耶和华面前,把思念的素祭,就是疑恨的素祭,放在她手中。祭司手里拿着致咒诅的苦水,
18καὶ στήσει ὁ ἱερεὺς τὴν γυναῖκα ἔναντι Κυρίου καὶ ἀποκαλύψει τὴν κεφαλὴν τῆς γυναικὸς καὶ δώσει ἐπὶ τὰς χεῖρας αὐτῆς τὴν θυσίαν τοῦ μνημοσύνου, τὴν θυσίαν τῆς ζηλοτυπίας, ἐν δὲ τῇ χειρὶ τοῦ ἱερέως ἔσται τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου.
19要叫妇人起誓,对她说:『若没有人与你行淫,也未曾背着丈夫做污秽的事,你就免受这致咒诅苦水的灾。
19καὶ ὁρκιεῖ αὐτὴν ὁ ἱερεύς, καὶ ἐρεῖ τῇ γυναικί· εἰ μὴ κεκοίμηταί τις μετὰ σοῦ, εἰ μὴ παραβέβηκας μιανθῆναι ὑπὸ τὸν ἄνδρα τὸν σεαυτῆς, ἀθῴα ἴσθι ἀπὸ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου τούτου·
20你若背着丈夫行了污秽的事,在你丈夫以外有人与你行淫,
20εἰ δὲ σὺ παραβέβηκας ὕπανδρος οὖσα, ἢ μεμίανσαι καὶ ἔδωκέ τις τὴν κοίτην αὐτοῦ ἐν σοί, πλὴν τοῦ ἀνδρός σου·
21(祭司叫妇人发咒起誓,)愿耶和华叫你大腿消瘦,肚腹发胀,使你在你民中被人咒诅,成了誓语;
21καὶ ὁρκιεῖ ὁ ἱερεὺς τὴν γυναῖκα ἐν τοῖς ὅρκοις τῆς ἀρᾶς ταύτης, καὶ ἐρεῖ ὁ ἱερεὺς τῇ γυναικί· δῴη σε Κύριος ἐν ἀρᾷ καὶ ἐνόρκιον ἐν μέσῳ τοῦ λαοῦ σου, ἐν τῷ δοῦναι Κύριον τὸν μηρόν σου διαπεπτωκότα, καὶ τὴν κοιλίαν σου πεπρησμένην,
22并且这致咒诅的水入你的肠中,要叫你的肚腹发胀,大腿消瘦。』妇人要回答说:『阿们,阿们。』
22καὶ εἰσελεύσεται τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦτο εἰς τὴν κοιλίαν σου πρῆσαι γαστέρα καὶ διαπεσεῖν μηρόν σου. καὶ ἐρεῖ ἡ γυνή· γένοιτο, γένοιτο.
23「祭司要写这咒诅的话,将所写的字抹在苦水里,
23καὶ γράψει ὁ ἱερεὺς τὰς ἀρὰς ταύτας εἰς βιβλίον, καὶ ἐξαλείψει εἰς τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου.
24又叫妇人喝这致咒诅的苦水;这水要进入她里面 变 苦了。
24καὶ ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τοῦ ἐπικαταρωμένου, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τὸ ἐπικαταρώμενον τοῦ ἐλεγμοῦ.
25祭司要从妇人的手中取那疑恨的素祭,在耶和华面前摇一摇,拿到坛前;
25καὶ λήψεται ὁ ἱερεὺς ἐκ χειρὸς τῆς γυναικὸς τὴν θυσίαν τῆς ζηλοτυπίας καὶ ἐπιθήσει τὴν θυσίαν ἔναντι Κυρίου καὶ προσοίσει αὐτὴν πρὸς τὸ θυσιαστήριον,
26又要从素祭中取出一把,作为这事的纪念,烧在坛上,然后叫妇人喝这水。
26καὶ δράξεται ὁ ἱερεὺς ἀπὸ τῆς θυσίας τὸ μνημόσυνον αὐτῆς καὶ ἀνοίσει αὐτὸ ἐπὶ τὸ θυσιαστήριον καὶ μετὰ ταῦτα ποτιεῖ τὴν γυναῖκα τὸ ὕδωρ.
27叫她喝了以后,她若被玷污,得罪了丈夫,这致咒诅的水必进入她里面 变 苦了,她的肚腹就要发胀,大腿就要消瘦,那妇人便要在他民中被人咒诅。
27καὶ ἔσται, ἐὰν ᾖ μεμιασμένη καὶ λήθῃ λάθη τὸν ἄνδρα αὐτῆς, καὶ εἰσελεύσεται εἰς αὐτὴν τὸ ὕδωρ τοῦ ἐλεγμοῦ τὸ ἐπικαταρώμενον, καὶ πρησθήσεται τὴν κοιλίαν, καὶ διαπεσεῖται ὁ μηρὸς αὐτῆς, καὶ ἔσται ἡ γυνὴ εἰς ἀρὰν τῷ λαῷ αὐτῆς.
28若妇人没有被玷污,却是清洁的,就要免受这灾,且要怀孕。
28ἐὰν δὲ μὴ μιανθῇ ἡ γυνὴ καὶ καθαρὰ ᾖ, καὶ ἀθῴα ἔσται καὶ ἐκσπερματιεῖ σπέρμα.
29「妻子背着丈夫行了污秽的事,
29οὗτος ὁ νόμος τῆς ζηλοτυπίας, ᾧ ἂν παραβῇ ἡ γυνὴ ὕπανδρος οὖσα καὶ μιανθῇ·
30或是人生了疑恨的心,疑恨他的妻,就有这疑恨的条例。那时他要叫妇人站在耶和华面前,祭司要在她身上照这条例而行。
30ἢ ἄνθρωπος, ᾧ ἐὰν ἐπέλθῃ ἐπ' αὐτὸν πνεῦμα ζηλώσεως καὶ ζηλώσῃ τὴν γυναῖκα αὐτοῦ, καὶ στήσῃ τὴν γυναῖκα αὐτοῦ ἔναντι Κυρίου, καὶ ποιήσῃ αὐτῇ ὁ ἱερεὺς πάντα τὸν νόμον τοῦτον·
31男人就为无罪,妇人必担当自己的罪孽。」
31καὶ ἀθῷος ἔσται ὁ ἄνθρωπος ἀπὸ ἁμαρτίας, καὶ ἡ γυνὴ ἐκείνη λήψεται τὴν ἁμαρτίαν αὐτῆς.
Tip: use the ← and → keys to turn chapters.