民数记
Chapter 9
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1以色列 人出 埃及 地以后,第二年正月,耶和华在 西奈 的旷野吩咐 摩西 说:
1ΚΑΙ ἐλάλησε Κύριος πρὸς Μωυσῆν ἐν τῇ ἐρήμῳ Σινὰ ἐν τῷ ἔτει τῷ δευτέρῳ, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ἐν τῷ μηνὶ τῷ πρώτῳ, λέγων·
2「 以色列 人应当在所定的日期守逾越节,
2εἶπον καὶ ποιείτωσαν οἱ υἱοὶ Ἰσραήλ τὸ πάσχα καθ' ὥραν αὐτοῦ·
3就是本月十四日黄昏的时候,你们要在所定的日期守这节,要按这节的律例典章而守。」
3τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρα τοῦ μηνὸς τοῦ πρώτου πρὸς ἑσπέραν ποιήσεις αὐτὸ κατὰ καιρούς, κατὰ τὸν νόμον αὐτοῦ καὶ κατὰ τὴν σύγκρισιν αὐτοῦ ποιήσεις αὐτό.
4于是 摩西 吩咐 以色列 人守逾越节。
4καὶ ἐλάλησε Μωυσῆς τοῖς υἱοῖς Ἰσραὴλ ποιῆσαι τὸ πάσχα.
5他们就在 西奈 的旷野,正月十四日黄昏的时候,守逾越节。凡耶和华所吩咐 摩西 的, 以色列 人都照样行了。
5ἐναρχομένου τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς ἐν τῇ ἐρήμῳ τοῦ Σινά, καθὰ συνέταξε Κύριος τῷ Μωυσῇ, οὕτως ἐποίησαν οἱ υἱοὶ Ἰσραήλ.
6有几个人因死尸而不洁净,不能在那日守逾越节。当日他们到 摩西 、 亚伦 面前,
6Καὶ παρεγένοντο οἱ ἄνδρες, οἳ ἦσαν ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου, καὶ οὐκ ἠδύναντο ποιῆσαι τὸ πάσχα ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. καὶ προσῆλθον ἐναντίον Μωυσῆ καὶ Ἀαρὼν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ,
7说:「我们虽因死尸而不洁净,为何被阻止、不得同 以色列 人在所定的日期献耶和华的供物呢?」
7καὶ εἶπαν οἱ ἄνδρες ἐκεῖνοι πρὸς αὐτόν· ἡμεῖς ἀκάθαρτοι ἐπὶ ψυχῇ ἀνθρώπου, μὴ οὖν ὑστερήσωμεν προσενέγκαι τὸ δῶρον Κυρίῳ κατὰ καιρὸν αὐτοῦ ἐν μέσῳ υἱῶν Ἰσραήλ;
8摩西 对他们说:「你们暂且等候,我可以去听耶和华指着你们是怎样吩咐的。」
8καὶ εἶπε πρὸς αὐτοὺς Μωυσῆς· στῆτε αὐτοῦ, καὶ ἀκούσομαι τί ἐντελεῖται Κύριος περὶ ὑμῶν.
9耶和华对 摩西 说:
9καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων·
10「你晓谕 以色列 人说:你们和你们后代中,若有人因死尸而不洁净,或在远方行路,还要向耶和华守逾越节。
10λάλησον τοῖς υἱοῖς Ἰσραὴλ λέγων· ἄνθρωπος ἄνθρωπος, ὃς ἐὰν γένηται ἀκάθαρτος ἐπὶ ψυχῇ ἀνθρώπου, ἢ ἐν ὁδῷ μακρὰν ὑμῖν, ἢ ἐν ταῖς γενεαῖς ὑμῶν, καὶ ποιήσει τὸ πάσχα Κυρίῳ·
11他们要在二月十四日黄昏的时候,守逾越节。要用无酵饼与苦菜,和逾越节 的羊羔 同吃。
11ἐν τῷ μηνὶ τῷ δευτέρῳ, ἐν τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ, τὸ πρὸς ἑσπέραν ποιήσουσιν αὐτό, ἐπ' ἀζύμων καὶ πικρίδων φάγονται αὐτό,
12一点不可留到早晨;羊羔的骨头一根也不可折断。他们要照逾越节的一切律例而守。
12οὐ καταλείψουσιν ἀπ' αὐτοῦ εἰς τὸ πρωΐ, καὶ ὀστοῦν οὐ συντρίψουσιν ἀπ' αὐτοῦ· κατὰ τὸν νόμον τοῦ πάσχα ποιήσουσιν αὐτό.
13那洁净而不行路的人若推辞不守逾越节,那人要从民中剪除;因为他在所定的日期不献耶和华的供物,应该担当他的罪。
13καὶ ἄνθρωπος, ὃς ἐὰν καθαρὸς ᾖ καὶ ἐν ὁδῷ μακρὰν οὐκ ἔστι καὶ ὑστερήσῃ ποιῆσαι τὸ πάσχα, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς, ὅτι τὸ δῶρον Κυρίῳ οὐ προσήνεγκε κατὰ τὸν καιρὸν αὐτοῦ, ἁμαρτίαν αὐτοῦ λήψεται ὁ ἄνθρωπος ἐκεῖνος.
14若有外人寄居在你们中间,愿意向耶和华守逾越节,他要照逾越节的律例典章行,不管是寄居的是本地人,同归一例。」
14ἐὰν δὲ προσέλθῃ πρὸς ὑμᾶς προσήλυτος ἐν τῇ γῇ ὑμῶν καὶ ποιήσῃ τὸ πάσχα Κυρίῳ, κατὰ τὸν νόμον τοῦ πάσχα καὶ κατὰ τὴν σύνταξιν αὐτοῦ ποιήσει αὐτό· νόμος εἷς ἔσται ὑμῖν καὶ τῷ προσηλύτῳ καὶ τῷ αὐτόχθονι τῆς γῆς.
15立起帐幕的那日,有云彩遮盖帐幕,就是法 柜 的帐幕;从晚上到早晨,云彩在其上,形状如火。
15Καὶ τῇ ἡμέρᾳ, ᾗ ἐστάθη ἡ σκηνή, ἐκάλυψεν ἡ νεφέλη τὴν σκηνήν, τὸν οἶκον τοῦ μαρτυρίου· καὶ τὸ ἑσπέρας ἦν ἐπὶ τῆς σκηνῆς ὡς εἶδος πυρὸς ἕως πρωΐ.
16常是这样,云彩遮盖帐幕,夜间形状如火。
16οὕτως ἐγίνετο διαπαντός· ἡ νεφέλη ἐκάλυπτεν αὐτὴν ἡμέρας καὶ εἶδος πυρὸς τὴν νύκτα.
17云彩几时从帐幕收上去, 以色列 人就几时起行;云彩在哪里停住, 以色列 人就在那里安营。
17καὶ ἡνίκα ἀνέβη ἡ νεφέλη ἀπὸ τῆς σκηνῆς, καὶ μετὰ ταῦτα ἀπῇραν οἱ υἱοὶ Ἰσραήλ· καὶ ἐν τῷ τόπῳ, οὗ ἂν ἔστη ἡ νεφέλη, ἐκεῖ παρενέβαλον οἱ υἱοὶ Ἰσραήλ.
18以色列 人遵耶和华的吩咐起行,也遵耶和华的吩咐安营。云彩在帐幕上停住几时,他们就住营几时。
18διὰ προστάγματος Κυρίου παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραὴλ καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι· πάσας τὰς ἡμέρας, ἐν αἷς σκιάζει ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς, παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ·
19云彩在帐幕上停留许多日子, 以色列 人就守耶和华所吩咐的不起行。
19καὶ ὅταν ἐφέλκηται ἡ νεφέλη ἐπὶ τῆς σκηνῆς ἡμέρας πλείους, καὶ φυλάξονται οἱ υἱοὶ Ἰσραὴλ τὴν φυλακὴν τοῦ Θεοῦ καὶ οὐ μὴ ἐξάρωσι.
20有时云彩在帐幕上几天,他们就照耶和华的吩咐住营,也照耶和华的吩咐起行。
20καὶ ἔσται ὅταν σκεπάζῃ ἡ νεφέλη ἡμέρας ἀριθμῷ ἐπὶ τῆς σκηνῆς, διὰ φωνῆς Κυρίου παρεμβαλοῦσι, καὶ διὰ προστάγματος Κυρίου ἀπαροῦσι·
21有时从晚上到早晨,有这云彩 在帐幕上 ;早晨云彩收上去,他们就起行。有时昼夜 云彩停在帐幕上 ,收上去的时候,他们就起行。
21καὶ ἔσται ὅταν γένηται ἡ νεφέλη ἀφ' ἑσπέρας ἕως πρωΐ καὶ ἀναβῇ ἡ νεφέλη τὸ πρωΐ, καὶ ἀπαροῦσιν ἡμέρας ἢ νυκτός·
22云彩停留在帐幕上,无论是两天,是一月,是一年, 以色列 人就住营不起行;但云彩收上去,他们就起行。
22μηνὸς ἡμέρας πλεοναζούσης τῆς νεφέλης σκιαζούσης ἐπ' αὐτῆς παρεμβαλοῦσιν οἱ υἱοὶ Ἰσραήλ, καὶ οὐ μὴ ἀπάρωσιν·
23他们遵耶和华的吩咐安营,也遵耶和华的吩咐起行。他们守耶和华所吩咐的,都是凭耶和华吩咐 摩西 的。
23ὅτι διὰ προστάγματος Κυρίου ἀπαροῦσι, τὴν φυλακὴν Κυρίου ἐφυλάξαντο διὰ προστάγματος Κυρίου ἐν χειρὶ Μωυσῆ.

Tip: use the ← and → keys to turn chapters.