约伯记 6
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1约伯 回答说:
1Ὑπολαβὼν δὲ Ἰὼβ, λέγει,
2惟愿我的烦恼称一称, 我一切的灾害放在天平里;
2Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργὴν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδὸν,
3现今都比海沙更重, 所以我的言语急躁。
3καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται· ἀλλʼ ὡς ἔοικε τὰ ῥήματά μου ἐστὶ φαῦλα.
4因全能者的箭射入我身; 其毒,我的灵喝尽了; 神的惊吓摆阵攻击我。
4Βέλη γὰρ Κυρίου ἐν τῷ σώματί μου ἐστὶν, ὧν ὁ θυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.
5野驴有草岂能叫唤? 牛有料岂能吼叫?
5Τί γάρ; μὴ διακενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλʼ ἢ τὰ σῖτα ζητῶν; εἰ δὲ καὶ ῥήξει φωνὴν βοῦς ἐπὶ φάτνης ἔχων τὰ βρώματα;
6物淡而无盐岂可吃吗? 蛋青有什么滋味呢?
6Εἰ βρωθήσεται ἄρτος ἄνευ ἁλός; εἰ δὲ καὶ ἔστι γεῦμα ἐν ῥήμασι κενοῖς;
7看为可厌的食物, 我心不肯挨近。
7Οὐ δύναται γὰρ παύσασθαί μου ἡ ὀργή· βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος.
8惟愿我得着所求的, 愿 神赐我所切望的;
8Εἰ γὰρ δώῃ καὶ ἔλθοι μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δώῃ ὁ Κύριος.
9就是愿 神把我压碎, 伸手将我剪除。
9Ἀρξάμενος ὁ Κύριος τρωσάτω με, εἰς τέλος δὲ μή με ἀνελέτω.
10我因没有违弃那圣者的言语, 就仍以此为安慰, 在不止息的痛苦中还可踊跃。
10Εἴη δέ μου πόλις τάφος, ἐφʼ ἧς ἐπὶ τειχέων ἡλλόμην, ἐπʼ αὐτῆς οὐ φείσομαι· οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια Θεοῦ μου.
11我有什么气力使我等候? 我有什么结局使我忍耐?
11Τίς γάρ μου ἡ ἰσχύς, ὅτι ὑπομένω; τίς μου ὁ χρόνος, ὅτι ἀνέχεταί μου ἡ ψυχή;
12我的气力岂是石头的气力? 我的肉身岂是铜的呢?
12Μὴ ἰσχὺς λίθων ἡ ἰσχύς μου; ἢ αἱ σάρκες μου εἰσὶ χάλκεαι;
13在我岂不是毫无帮助吗? 智慧岂不是从我心中赶出净尽吗?
13Ἢ οὐκ ἐπʼ αὐτῷ ἐπεποίθειν; βοήθεια δὲ ἀπʼ ἐμοῦ ἄπεστιν.
14那将要灰心、离弃全能者、 不敬畏 神的人, 他的朋友当以慈爱待他。
14Ἀπείπατό με ἔλεος, ἐπισκοπὴ δὲ Κυρίου ὑπερεῖδέ με.
15我的弟兄诡诈,好像溪水, 又像溪水流干的河道。
15Οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου, ὥσπερ χειμάῤῥους ἐκλείπων, ἢ ὥσπερ κῦμα παρῆλθόν με
16这河因结冰发黑, 有雪藏在其中;
16Οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασί μοι ὥσπερ χιὼν ἢ κρύσταλλος πεπηγώς·
17天气渐暖就随时消化, 日头炎热便从原处干涸。
17Καθὼς τακεῖσα θέρμης γενομένης, οὐκ ἐπεγνώσθη ὅπερ ἦν,
18结伴的客旅 离弃大道 , 顺河偏行,到荒野之地死亡。
18οὕτω κᾀγὼ κατελείφηθν ὑπὸ πάντων, ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην.
19提玛 结伴的客旅瞻望; 示巴 同伙的人等候。
19Ἴδετε ὁδοὺς Θαιμανῶν, ἀτραποὺς, Σαβῶν οἱ διορῶντες.
20他们因失了盼望就抱愧, 来到那里便蒙羞。
20Καὶ αἰσχύνην ὀφειλήσουσιν, οἱ ἐπὶ πόλεσι καὶ χρήμασι πεποιθότες.
21现在你们正是这样, 看见惊吓的事便惧怕。
21Ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως, ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα φοβήθητε.
22我岂说:请你们供给我, 从你们的财物中送礼物给我?
22Τί γάρ; μήτι ὑμᾶς ἢτησα, ἢ τῆς παρʼ ὑμῶν ἰσχύος ἐπιδέομαι,
23岂说:拯救我脱离敌人的手吗? 救赎我脱离强暴人的手吗?
23ὥστε σῶσαί με ἑξ ἐχθρῶν, ἢ ἐκ χειρὸς δυναστῶν ῥύσασθαί με;
24请你们教导我,我便不作声; 使我明白在何事上有错。
24Διδάξατέ με, ἐγὼ δὲ κωφεύσω· εἴ τι πεπλάνημαι, φράσατέ μοι.
25正直的言语力量何其大! 但你们责备是责备什么呢?
25Ἀλλʼ ὡς ἔοικε φαῦλα ἀληθινοῦ ῥήματα, οὐ γὰρ παρʼ ὑμῶν ἰσχὺν αἰτοῦμαι.
26绝望人的讲论既然如风, 你们还想要驳正言语吗?
26Οὐδὲ ἔλεγχος ὑμῶν ῥήμασί με παύσει, οὐδὲ γὰρ ὑμῶν φθέγμα ῥήματος ἀνέξομαι.
27你们想为孤儿拈阄, 以朋友当货物。
27Πλὴν ὅτι ἐπʼ ὀρφανῷ ἐπιπίπτετε, ἐνάλλεσθε δὲ ἐπὶ φίλῳ ὑμῶν.
28现在请你们看看我, 我决不当面说谎。
28Νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν, οὐ ψεύσομαι.
29请你们转意,不要不公; 请再转意,我的事有理。
29Καθίσατε δὴ καὶ μὴ εἴη ἄδικον, καὶ πάλιν τῷ δικαίῳ συνέρχεσθε.
30我的舌上岂有不义吗? 我的口里岂不辨奸恶吗?
30Οὐ γάρ ἐστιν ἐν γλώσσῃ μουἄδικον, ἢ ὁ λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ.
Tip: use the ← and → keys to turn chapters.