约伯记 8
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1书亚 人 比勒达 回答说:
1Ὑπολαβὼν δὲ Βαλδὰδ ὁ Σαυχίτης, λέγει,
2这些话你要说到几时? 口中的言语 如 狂风 要到几时呢 ?
2Μέχρι τίνος λαλήσεις ταῦτα, πνεῦμα πολυῤῥῆμον τοῦ στόματός σου;
3神岂能偏离公平? 全能者岂能偏离公义?
3Μὴ ὁ Κύριος ἀδικήσει κρίνων; ἢ ὁ τὰ πάντα ποιήσας ταράξει τὸ δίκαιον;
4或者你的儿女得罪了他; 他使他们受报应。
4Εἰ οἱ υἱοί σου ἥμαρτον ἐναντίον αὐτοῦ, ἀπέστειλεν ἐν χειρὶ ἀνομίας αὐτῶν.
5你若殷勤地寻求 神, 向全能者恳求;
5Σὺ δὲ ὄρθριζε πρὸς Κύριον παντοκράτορα δεόμενος.
6你若清洁正直, 他必定为你起来, 使你公义的居所兴旺。
6Εἰ καθαρὸς εἶ καὶ ἀληθινὸς, δεήσεως ἐπακούσεταί σου, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης.
7你起初虽然微小, 终久必甚发达。
7Ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα.
8请你考问前代, 追念他们的列祖所查究的。
8Ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων·
9我们不过从昨日才有,一无所知; 我们在世的日子好像影儿。
9Χθιζοὶ γάρ ἐσμεν, καὶ οὐκ οἴδαμεν· σκιὰ γάρ ἐστιν ἡμῶν ἐπὶ τῆς γῆς ὁ βίος·
10他们岂不指教你,告诉你, 从心里发出言语来呢?
10Ἢ οὐχ οὗτοί σε διδάξουσιν καὶ ἀναγγελοῦσι, καὶ ἐκ καρδίας ἐξάξουσι ῥήματα;
11蒲草没有泥岂能发长? 芦荻没有水岂能生发?
11Μὴ θάλλει πάπυρος ἄνευ ὕδατος, ἢ ὑψωθήσεται βούτομον ἄνευ πότου;
12尚青的时候,还没有割下, 比百样的草先枯槁。
12Ἔτι ὂν ἐπὶ ῥίζης, καὶ οὐ μὴ θερισθῇ, πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη οὐχὶ ξηραίνεται;
13凡忘记 神的人,景况也是这样; 不虔敬人的指望要灭没。
13Οὕτως τοίνυν ἔσται τὰ ἔσχατα πάντων τῶν ἐπιλανθανομένων τοῦ Κυρίου· ἐλπὶς γὰρ ἀσεβοῦς ἀπολεῖται·
14他所仰赖的必折断; 他所倚靠的是蜘蛛网。
14Ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος· ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή.
15他要倚靠房屋,房屋却站立不住; 他要抓住房屋,房屋却不能存留。
15Ἐὰν ὑπερείσῃ τὴν οἰκίαν αὐτοῦ, οὐ μὴ στῇ· ἐπιλαβομένου δὲ αὐτοῦ, οὐ μὴ ὑπομείνῃ·
16他在日光之下发青, 蔓子爬满了园子;
16Ὑγρὸς γάρ ἐστιν ὑπὸ ἡλίου· καὶ ἐκ σαπρίας αὐτοῦ ὁ ῥάδαμνος αὐτοῦ ἐξελεύσεται.
17他的根盘绕 石 堆, 扎入石地。
17Ἐπὶ συναγωγὴν λίθων κοιμᾶται· ἐν δὲ μέσῳ χαλίκων ζήσεται.
18他若从本地被拔出, 那地就不认识他, 说 : 我没有见过你。
18Ἐὰν καταπίῃ, ὁ τόπος ψεύσεται αὐτόν· οὐχ ἑώρακας τοιαῦτα,
19看哪,这就是他道中之乐; 以后必另有人从地而生。
19ὅτι καταστροφὴ ἀσεβοῦς τοιαύτη, ἐκ δὲ γῆς ἄλλον ἀναβλαστήσει.
20神必不丢弃完全人, 也不扶助邪恶人。
20Ὁ γὰρ Κύριος οὐ μὴ ἀποποιήσηται τὸν ἄκακον· πᾶν δὲ δῶρον ἀσεβοῦς οὐ δέξεται.
21他还要以喜笑充满你的口, 以欢呼充满你的嘴。
21Ἀληθινῶν δὲ στόμα ἐμπλήσει γέλωτος, τὰ δὲ χείλη αὐτῶν ἐξομολογήσεως.
22恨恶你的要披戴惭愧; 恶人的帐棚必归于无有。
22Οἱ δὲ ἐχθροὶ αὐτῶν ἐνδύσονται αἰσχύνην, δίαιτα δὲ ἀσεβοῦς οὐκ ἔσται.
Tip: use the ← and → keys to turn chapters.