出埃及记
Chapter 2
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1有一个 利未 家的人娶了一个 利未 女子为妻。
1ΗΝ δέ τις ἐκ τῆς φυλῆς Λευΐ, ὃς ἔλαβε τῶν θυγατέρων Λευΐ,
2那女人怀孕,生一个儿子,见他俊美,就藏了他三个月,
2καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν ἄρσεν· ἰδόντες δὲ αὐτὸ ἀστεῖον ἐσκέπασαν αὐτὸ μῆνας τρεῖς.
3后来不能再藏,就取了一个蒲草箱,抹上石漆和石油,将孩子放在里头,把箱子搁在河边的芦荻中。
3ἐπεὶ δὲ οὐκ ἠδύναντο αὐτὸ ἔτι κρύπτειν, ἔλαβεν αὐτῷ ἡ μήτηρ αὐτοῦ θῖβιν καὶ κατέχρισεν αὐτὴν ἀσφαλτοπίσσῃ καὶ ἐνέβαλε τὸ παιδίον εἰς αὐτὴν καὶ ἔθηκεν αὐτὴν εἰς τὸ ἕλος παρὰ τὸν ποταμόν.
4孩子的姊姊远远站着,要知道他究竟怎么样。
4καὶ κατεσκόπευεν ἡ ἀδελφὴ αὐτοῦ μακρόθεν μαθεῖν, τί τὸ ἀποβησόμενον αὐτῷ.
5法老的女儿来到河边洗澡,她的使女们在河边行走。她看见箱子在芦荻中,就打发一个婢女拿来。
5κατέβη δὲ ἡ θυγάτηρ Φαραὼ λούσασθαι ἐπὶ τὸν ποταμόν, καὶ αἱ ἅβραι αὐτῆς παρεπορεύοντο παρὰ τὸν ποταμόν. καὶ ἰδοῦσα τὴν θῖβιν ἐν τῷ ἕλει, ἀποστείλασα τὴν ἅβραν ἀνείλατο αὐτήν.
6她打开箱子,看见那孩子。孩子哭了,她就可怜他,说:「这是 希伯来 人的一个孩子。」
6ἀνοίξασα δὲ ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θίβει, καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ Φαραὼ καὶ ἔφη· ἀπὸ τῶν παιδίων τῶν Ἑβραίων τοῦτο.
7孩子的姊姊对法老的女儿说:「我去在 希伯来 妇人中叫一个奶妈来,为你奶这孩子,可以不可以?」
7καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυγατρὶ Φαραώ· θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Ἑβραίων καὶ θηλάσει σοι τὸ παιδίον;
8法老的女儿说:「可以。」童女就去叫了孩子的母亲来。
8ἡ δὲ εἶπεν ἡ θυγάτηρ Φαραώ· πορεύου. ἐλθοῦσα δὲ ἡ νεᾶνις ἐκάλεσε τὴν μητέρα τοῦ παιδίου.
9法老的女儿对她说:「你把这孩子抱去,为我奶他,我必给你工价。」妇人就抱了孩子去奶他。
9εἶπε δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ Φαραώ· διατήρησόν μοι τὸ παιδίον τοῦτο καὶ θήλασόν μοι αὐτό, ἐγὼ δὲ δώσω σοι τὸν μισθόν. ἔλαβε δὲ ἡ γυνὴ τὸ παιδίον καὶ ἐθήλαζεν αὐτό.
10孩子渐长,妇人把他带到法老的女儿那里,就作了她的儿子。她给孩子起名叫 摩西 ,意思说:「因我把他从水里拉出来。」
10ἀδρυνθέντος δὲ τοῦ παιδίου, εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα Φαραώ, καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν· ἐπωνόμασε δὲ τὸ ὄνομα αὐτοῦ Μωυσῆν λέγουσα· ἐκ τοῦ ὕδατος αὐτὸν ἀνειλόμην.
11后来, 摩西 长大,他出去到他弟兄那里,看他们的重担,见一个 埃及 人打 希伯来 人的一个弟兄。
11Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις μέγας γενόμενος Μωυσῆς, ἐξῆλθε πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. κατανοήσας δὲ τὸν πόνον αὐτῶν ὁρᾷ ἄνθρωπον Αἰγύπτιον τύπτοντά τινα Ἑβραῖον τῶν ἑαυτοῦ ἀδελφῶν τῶν υἱῶν Ἰσραήλ·
12他左右观看,见没有人,就把 埃及 人打死了,藏在沙土里。
12περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε οὐχ ὁρᾷ οὐδένα καὶ πατάξας τὸν Αἰγύπτιον, ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ.
13第二天他出去,见有两个 希伯来 人争斗,就对那欺负人的说:「你为什么打你同族的人呢?」
13ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ὁρᾷ δύο ἄνν αὐτὸν ραίους διαπληκτιζομένους καὶ λέγει τῷ ἀδικοῦντι· διὰ τί σὺ τύπτεις τὸν πλησίον;
14那人说:「谁立你作我们的首领和审判官呢?难道你要杀我,像杀那 埃及 人吗?」 摩西 便惧怕,说:「这事必是被人知道了。」
14ὁ δὲ εἶπε· τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾿ ἡμῶν; μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; ἐφοβήθη δὲ Μωυσῆς, καὶ εἶπεν· εἰ οὕτως ἐμφανὲς γέγονε τὸ ρῆμα τοῦτο;
15法老听见这事,就想杀 摩西 ,但 摩西 躲避法老,逃往 米甸 地居住。
15ἤκουσε δὲ Φαραὼ τὸ ρῆμα τοῦτο καὶ ἐζήτει ἀνελεῖν Μωυσῆν· ἀνεχώρησε δὲ Μωυσῆς ἀπὸ προσώπου Φαραὼ καὶ ᾤκησεν ἐν γῇ Μαδιάμ, ἐλθὼν δὲ εἰς γῆν Μαδιὰμ ἐκάθισεν ἐπὶ τοῦ φρέατος.
16一日,他在井旁坐下。 米甸 的祭司有七个女儿;她们来打水,打满了槽,要饮父亲的群羊。
16τῷ δὲ ἱερεῖ Μαδιὰμ ἦσαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ· παραγενόμεναι δὲ ἤντλουν ἕως ἔπλησαν τὰς δεξαμενὰς ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν Ἰοθόρ.
17有牧羊的人来,把她们赶走了, 摩西 却起来帮助她们,又饮了她们的群羊。
17παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλλον αὐτάς· ἀναστὰς δὲ Μωυσῆς ἐρρύσατο αὐτὰς καὶ ἤντλησεν αὐταῖς καὶ ἐπότισε τὰ πρόβατα αὐτῶν·
18她们来到父亲 流珥 那里;他说:「今日你们为何来得这么快呢?」
18παρεγένοντο δὲ πρὸς Ραγουὴλ τὸν πατέρα αὐτῶν. ὁ δὲ εἶπεν αὐταῖς· διατί ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον;
19她们说:「有一个 埃及 人救我们脱离牧羊人的手,并且为我们打水饮了群羊。」
19αἱ δὲ εἶπαν· ἄνθρωπος Αἰγύπτιος ἐρρύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων καὶ ἤντλησεν ἡμῖν καὶ ἐπότισε τὰ πρόβατα ἡμῶν.
20他对女儿们说:「那个人在哪里?你们为什么撇下他呢?你们去请他来吃饭。」
20ὁ δὲ εἶπε ταῖς θυγατράσιν αὐτοῦ· καὶ ποῦ ἐστι; καὶ ἱνατί οὕτως καταλελοίπατε τὸν ἄνθρωπον; καλέσατε οὖν αὐτόν, ὅπως φάγῃ ἄρτον.
21摩西 甘心和那人同住;那人把他的女儿 西坡拉 给 摩西 为妻。
21κατῳκίσθη δὲ Μωυσῆς παρὰ τῷ ἀνθρώπῳ, καὶ ἐξέδοτο Σεπφώραν τὴν θυγατέρα αὐτοῦ Μωυσῇ γυναῖκα.
22西坡拉 生了一个儿子, 摩西 给他起名叫 革舜 ,意思说:「因我在外邦作了寄居的。」
22ἐν γαστρὶ δὲ λαβοῦσα ἡ γυνὴ ἔτεκεν υἱόν, καὶ ἐπωνόμασε Μωυσῆς τὸ ὄνομα αὐτοῦ Γηρσὰμ λέγων· ὅτι πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ.
23过了多年, 埃及 王死了。 以色列 人因做苦工,就叹息哀求,他们的哀声达于 神。
23Μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς Αἰγύπτου. καὶ κατεστέναξαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἔργων καὶ ἀνεβόησαν, καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν Θεὸν ἀπὸ τῶν ἔργων.
24神听见他们的哀声,就记念他与 亚伯拉罕 、 以撒 、 雅各 所立的约。
24καὶ εἰσήκουσεν ὁ Θεὸς τὸν στεναγμὸν αὐτῶν, καὶ ἐμνήσθη ὁ Θεὸς τῆς διαθήκης αὐτοῦ τῆς πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ.
25神看顾 以色列 人,也知道他们的 苦情 。
25καὶ ἐπεῖδεν ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἐγνώσθη αὐτοῖς.

Tip: use the ← and → keys to turn chapters.