出埃及记
Chapter 6
Chinese Union Version, p…
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Greek Old Testament), second edition
1耶和华对 摩西 说:「现在你必看见我向法老所行的事,使他因我大能的手容 以色列 人去,且把他们赶出他的地。」
1ΚΑΙ εἶπε Κύριος πρὸς Μωυσῆν· ἤδη ὄψει ἃ ποιήσω τῷ Φαραώ· ἐν γὰρ χειρὶ κραταιᾷ ἐξαποστελεῖ αὐτοὺς καὶ ἐν βραχίονι ὑψηλῷ ἐκβαλεῖ αὐτοὺς ἐκ τῆς γῆς αὐτοῦ.
2神晓谕 摩西 说:「我是耶和华。
2Ἐλάλησε δὲ ὁ Θεὸς πρὸς Μωυσῆν καὶ εἶπε πρὸς αὐτόν· ἐγὼ Κύριος·
3我从前向 亚伯拉罕 、 以撒 、 雅各 显现为全能的 神;至于我名耶和华,他们未曾知道。
3καὶ ὤφθην πρὸς Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, Θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου Κύριος οὐκ ἐδήλωσα αὐτοῖς·
4我与他们坚定所立的约,要把他们寄居的 迦南 地赐给他们。
4καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτοὺς ὥστε δοῦναι αὐτοῖς τὴν γῆν τῶν Χαναναίων, τὴν γῆν, ἣν παρῳκήκασιν, ἐν ᾗ καὶ παρῴκησαν ἐπ᾿ αὐτῆς.
5我也听见 以色列 人被 埃及 人苦待的哀声,我也记念我的约。
5καὶ ἐγὼ εἰσήκουσα τὸν στεναγμὸν τῶν υἱῶν Ἰσραήλ, ὃν οἱ Αἰγύπτιοι καταδουλοῦνται αὐτούς, καὶ ἐμνήσθην τῆς διαθήκης ὑμῶν.
6所以你要对 以色列 人说:『我是耶和华;我要用伸出来的膀臂重重地刑罚 埃及 人,救赎你们脱离他们的重担,不做他们的苦工。
6βάδιζε, εἰπὸν τοῖς υἱοῖς Ἰσραὴλ λέγων· ἐγὼ Κύριος καὶ ἐξάξω ὑμᾶς ἀπὸ τῆς δυναστείας τῶν Αἰγυπτίων καὶ ρύσομαι ὑμᾶς ἐκ τῆς δουλείας καὶ λυτρώσομαι ὑμᾶς ἐν βραχίονι ὑψηλῷ καὶ κρίσει μεγάλῃ
7我要以你们为我的百姓,我也要作你们的 神。你们要知道我是耶和华—你们的 神,是救你们脱离 埃及 人之重担的。
7καὶ λήψομαι ἐμαυτῷ ὑμᾶς λαὸν ἐμοὶ καὶ ἔσομαι ὑμῶν Θεός, καὶ γνώσεσθε ὅτι ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν ὁ ἐξαγαγὼν ὑμᾶς ἐκ τῆς καταδυναστείας τῶν Αἰγυπτίων,
8我起誓应许给 亚伯拉罕 、 以撒 、 雅各 的那地,我要把你们领进去,将那地赐给你们为业。我是耶和华。』」
8καὶ εἰσάξω ὑμᾶς εἰς τὴν γῆν, εἰς ἣν ἐξέτεινα τὴν χεῖρά μου, δοῦναι αὐτὴν τῷ Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, καὶ δώσω ὑμῖν αὐτὴν ἐν κλήρῳ· ἐγὼ Κύριος.
9摩西 将这话告诉 以色列 人,只是他们因苦工愁烦,不肯听他的话。
9ἐλάλησε δὲ Μωυσῆς οὕτω τοῖς υἱοῖς Ἰσραήλ, καὶ οὐκ εἰσήκουσαν Μωυσῆ ἀπό τῆς ὀλιγοψυχίας καὶ ἀπὸ τῶν ἔργων τῶν σκληρῶν.
10耶和华晓谕 摩西 说:
10Εἶπε δὲ Κύριος πρὸς Μωυσῆν λέγων·
11「你进去对 埃及 王法老说,要容 以色列 人出他的地。」
11εἴσελθε, λάλησον Φαραὼ βασιλεῖ Αἰγύπτου, ἵνα ἐξαποστείλῃ τοὺς υἱοὺς Ἰσραὴλ ἐκ τῆς γῆς αὐτοῦ.
12摩西 在耶和华面前说:「 以色列 人尚且不听我的话,法老怎肯听我这拙口笨舌的人呢?」
12ἐλάλησε δὲ Μωυσῆς ἔναντι Κυρίου λέγων· ἰδοὺ οἱ υἱοὶ Ἰσραὴλ οὐκ εἰσήκουσάν μου, καὶ πῶς εἰσακούσεταί μου Φαραώ; ἐγὼ δὲ ἄλογός εἰμι.
13耶和华吩咐 摩西 、 亚伦 往 以色列 人和 埃及 王法老那里去,把 以色列 人从 埃及 地领出来。
13εἶπε δὲ Κύριος πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ συνέταξεν αὐτοῖς πρὸς Φαραὼ βασιλέα Αἰγύπτου, ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου.
14以色列 人家长的名字记在下面。 以色列 长子 吕便 的儿子是 哈诺 、 法路 、 希斯伦 、 迦米 ;这是 吕便 的各家。
14Καὶ οὗτοι ἀρχηγοὶ οἴκων πατριῶν αὐτῶν. υἱοὶ Ρουβὴν πρωτοτόκου Ἰσραήλ· Ἐνὼχ καὶ Φαλλούς, Ἀσρὼν καὶ Χαρμεί· αὕτη ἡ συγγένεια Ρουβήν.
15西缅 的儿子是 耶母利 、 雅悯 、 阿辖 、 雅斤 、 琐辖 ,和 迦南 女子的儿子 扫罗 ;这是 西缅 的各家。
15καὶ υἱοὶ Συμεών· Ἰεμουὴλ καὶ Ἰαμεὶν καὶ Ἀὼδ καὶ Ἰαχεὶν καὶ Σαὰρ καὶ Σαοὺλ ὁ ἐκ τῆς Φοινίσσης· αὗται αἱ πατριαὶ τῶν υἱῶν Συμεών.
16利未 众子的名字按着他们的后代记在下面:就是 革顺 、 哥辖 、 米拉利 。 利未 一生的岁数是一百三十七岁。
16καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Λευὶ κατὰ συγγενείας αὐτῶν. Γεδσών, Καὰθ καὶ Μεραρεί· καὶ τὰ ἔτη τῆς ζωῆς Λευὶ ἑκατὸν τριακονταεπτά.
17革顺 的儿子按着家室是 立尼 、 示每 。
17καὶ οὗτοι υἱοὶ Γεδσών· Λοβενεὶ καὶ Σεμεεί, οἶκοι πατριᾶς αὐτῶν.
18哥辖 的儿子是 暗兰 、 以斯哈 、 希伯伦 、 乌薛 。 哥辖 一生的岁数是一百三十三岁。
18καὶ υἱοὶ Καάθ· Ἀμβρὰμ καὶ Ἰσαάρ, Χεβρὼν καὶ Ὀζειήλ· καὶ τὰ ἔτη τῆς ζωῆς Καὰθ ἑκατὸν τριακοντατρία ἔτη.
19米拉利 的儿子是 抹利 和 母示 ;这是 利未 的家,都按着他们的后代。
19καὶ υἱοὶ Μεραρεί· Μοολεὶ καὶ Ὁμουσεί. οὗτοι οἱ οἶκοι πατριῶν Λευὶ κατὰ συγγενείας αὐτῶν.
20暗兰 娶了他父亲的妹妹 约基别 为妻,她给他生了 亚伦 和 摩西 。 暗兰 一生的岁数是一百三十七岁。
20καὶ ἔλαβεν Ἀμβρὰμ τὴν Ἰωχαβὲδ θυγατέρα τοῦ ἀδελφοῦ τοῦ πατρὸς αὐτοῦ ἑαυτῷ εἰς γυναῖκα, καὶ ἐγέννησεν αὐτῷ τόν τε Ἀαρὼν καὶ τὸν Μωυσῆν καὶ Μαριὰμ τὴν ἀδελφὴν αὐτῶν· τὰ δὲ ἔτη τῆς ζωῆς Ἀμβρὰμ ἑκατὸν τριακονταδύο ἔτη.
21以斯哈 的儿子是 可拉 、 尼斐 、 细基利 。
21καὶ υἱοὶ Ἰσσαάρ· Κορὲ καὶ Ναφὲκ καὶ Ζεχρεί.
22乌薛 的儿子是 米沙利 、 以利撒反 、 西提利 。
22καὶ υἱοὶ Ὀζειήλ· Μισαὴλ καὶ Ἐλισαφὰν καὶ Σεγρεί.
23亚伦 娶了 亚米拿达 的女儿, 拿顺 的妹妹, 以利沙巴 为妻,她给他生了 拿答 、 亚比户 、 以利亚撒 、 以他玛 。
23ἔλαβε δὲ Ἀαρὼν τὴν Ἐλισαβὲθ θυγατέρα Ἀμειναδὰβ ἀδελφὴν Ναασσὼν αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τόν τε Ναδὰβ καὶ Ἀβιοὺδ καὶ τὸν Ἐλεάζαρ καὶ Ἰθάμαρ.
24可拉 的儿子是 亚惜 、 以利加拿 、 亚比亚撒 ;这是 可拉 的各家。
24υἱοὶ δὲ Κορέ· Ἀσεὶρ καὶ Ἑλκανὰ καὶ Ἀβιάσαφ· αὗται αἱ γενέσεις Κορέ.
25亚伦 的儿子 以利亚撒 娶了 普铁 的一个女儿为妻,她给他生了 非尼哈 。这是 利未 人的家长,都按着他们的家。
25καὶ Ἐλεάζαρ ὁ τοῦ Ἀαρὼν ἔλαβε τῶν θυγατέρων Φουτιὴλ αὐτῷ γυναῖκα, καὶ ἔτεκεν αὐτῷ τὸν Φινεές. αὗται αἱ ἀρχαὶ πατριᾶς Λευιτῶν κατὰ γενέσεις αὐτῶν.
26耶和华说:「将 以色列 人按着他们的军队从 埃及 地领出来。」这是对那 亚伦 、 摩西 说的。
26οὗτος Ἀαρὼν καὶ Μωυσῆς, οἷς εἶπεν αὐτοῖς ὁ Θεὸς ἐξαγαγεῖν τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου σὺν δυνάμει αὐτῶν·
27对 埃及 王法老说要将 以色列 人从 埃及 领出来的,就是这 摩西 、 亚伦 。
27οὗτοί εἰσιν οἱ διαλεγόμενοι πρὸς Φαραὼ βασιλέα Αἰγύπτου καὶ ἐξήγαγον τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου· αὐτὸς Ἀαρὼν καὶ Μωυσῆς.
28当耶和华在 埃及 地对 摩西 说话的日子,
28ᾟ ἡμέρᾳ ἐλάλησε Κύριος Μωυσῇ ἐν γῇ Αἰγύπτῳ,
29他向 摩西 说:「我是耶和华;我对你说的一切话,你都要告诉 埃及 王法老。」
29καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν λέγων· ἐγὼ Κύριος· λάλησον πρὸς Φαραὼ βασιλέα Αἰγύπτου ὅσα ἐγὼ λέγω πρὸς σέ.
30摩西 在耶和华面前说:「看哪,我是拙口笨舌的人,法老怎肯听我呢?」
30καὶ εἶπε Μωυσῆς ἐναντίον Κυρίου· ἰδοὺ ἐγὼ ἰσχνόφωνός εἰμι, καὶ πῶς εἰσακούσεταί μου Φαραώ;

Tip: use the ← and → keys to turn chapters.