历代志下
Chapter 25
Chinese Union Version, p…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1亚玛谢 登基的时候年二十五岁,在 耶路撒冷 作王二十九年。他母亲名叫 约耶但 ,是 耶路撒冷 人。
1Ὢν εἴκοσι καὶ πέντε ἐτῶν ἐβασίλευσεν Ἀμασίας, καὶ εἰκοσιεννέα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἰωαδαὲν ἀπὸ Ἱερουσαλήμ.
2亚玛谢 行耶和华眼中看为正的事,只是心不专诚。
2Καὶ ἐποίησε τὸ εὐθὲς ἐνώπιον Κυρίου, ἀλλʼ οὐκ ἐν καρδίᾳ πλήρει.
3国一坚定,就把杀他父王的臣仆杀了,
3Καὶ ἐγένετο ὡς κατέστη ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ, καὶ ἐθανάτωσε τοὺς παῖδας αὐτοῦ τοὺς φονεύσαντας τὸυ βασιλέα πατέρα αὐτοῦ·
4却没有治死他们的儿子,是照 摩西 律法书上耶和华所吩咐的说:「不可因子杀父,也不可因父杀子,各人要为本身的罪而死。」
4Καὶ τοὺς υἱοὺς αὐτῶν οὐκ ἀπέκτεινε, κατὰ τὴν διαθήκην τοῦ νόμου Κύριου, καθὼς γέγραπται, ὡς ἐνετείλατο Κύριος, λέγων, οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων, ἀλλʼ ἢ ἕκαστος τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανοῦνται.
5亚玛谢 招聚 犹大 人,按着 犹大 和 便雅悯 的宗族设立千夫长、百夫长,又数点人数,从二十岁以外,能拿枪拿盾牌出去打仗的精兵共有三十万;
5Καὶ συνήγαγεν Ἀμασίας τὸν οἶκον Ἰούδα, καὶ ἀνέστησεν αὐτοὺς κατʼ οἴκους πατριῶν αὐτῶν εἰς χιλιάρχους καὶ ἑκατοντάρχους ἐν παντὶ Ἰούδᾳ καὶ Ἱερουσαλήμ· καὶ ἠρίθμησεν αὐτοὺς ἀπὸ εἰκοσαετοῦς καὶ ἐπάνω, καὶ εὗρεν αὐτοὺς τριακοσίας χιλιάδας ἐξελθεῖν εἰς πόλεμον δυνατοὺς, κρατοῦντας δόρυ καὶ θυρεόν.
6又用银子一百他连得,从 以色列 招募了十万大能的勇士。
6Καὶ ἐμισθώσατο ἀπὸ Ἰσραὴλ ἑκατὸν χιλιάδας δυνατοὺς ἰσχύϊ ἑκατὸν ταλάντων ἀργυρίου.
7有一个神人来见 亚玛谢 ,对他说:「王啊,不要使 以色列 的军兵与你同去,因为耶和华不与 以色列 人 以法莲 的后裔同在。
7Καὶ ἄνθρωπος τοῦ Θεοῦ ἦλθε πρὸς αὐτὸν, λέγων, βασιλεῦ, οὐ πορεύσεται μετὰ σοῦ δύναμις Ἰσραὴλ, ὅτι οὐκ ἔστι Κύριος μετὰ Ἰσραὴλ πάντων τῶν υἱῶν Ἐφραίμ.
8你若一定要去,就奋勇争战吧!但 神必使你败在敌人面前;因为 神能助人得胜,也能使人倾败。」
8Ὅτι ἐὰν ὑπολάβῃς κατισχῦσαι ἐν τούτοις, καὶ τροπώσεταί σε Κύριος ἐναντίον τῶν ἐχθρῶν, ὅτι ἐστὶ παρὰ Κυρίου καὶ ἰσχῦσαι καὶ τροπώσασθαι.
9亚玛谢 问神人说:「我给了 以色列 军的那一百他连得银子怎么样呢?」神人回答说:「耶和华能把更多的赐给你。」
9Καὶ εἶπεν Ἀμασίας τῷ ἀνθρώπῳ τοῦ Θεοῦ, καὶ τί ποιήσω τὰ ἑκατὸν τάλαντα ἃ ἔδωκα τῇ δυνάμει Ἰσραήλ; καὶ εἶπεν ὁ ἄνθρωπος τοῦ Θεοῦ, ἔστι τῷ Κυρίῳ δοῦναί σοι πλεῖστα τούτων.
10于是 亚玛谢 将那从 以法莲 来的军兵分别出来,叫他们回家去。故此,他们甚恼怒 犹大 人,气忿忿地回家去了。
10Καὶ διεχώρισεν Ἀμασίας τῇ δυνάμει τῇ ἐλθούσῃ πρὸς αὐτὸν ἀπὸ Ἐφραὶμ, ἀπέλθεῖν εἰς τὸν τόπον αὐτῶν· καὶ ἐθυμώθησαν σφόδρα ἐπὶ Ἰούδαν, καὶ ἐπέστρεψαν εἰς τὸν τόπον αὐτῶν ἐν ὀργῇ θυμοῦ.
11亚玛谢 壮起胆来,率领他的民到 盐谷 ,杀了 西珥 人一万。
11Καὶ Ἀμασίας κατίσχυσε καὶ παρέλαβε τὸν λαὸν αὐτοῦ, καὶ ἐπορεύθη εἰς τὴν κοιλάδα τῶν ἁλῶν, καὶ ἐπάταξεν ἐκεῖ τοὺς υἱοὺς Σηεὶρ, δέκα χιλιάδας.
12犹大 人又生擒了一万带到山崖上,从那里把他们扔下去,以致他们都摔碎了。
12Καὶ δέκα χιλιάδας ἐζώγρησαν οἱ υἱοὶ Ἰούδα, καὶ ἔφερον αὐτοὺς ἐπὶ τὸ ἄκρον τοῦ κρημνοῦ, καὶ κατεκρήμνιζον αὐτοὺς ἀπὸ τοῦ ἄκρου τοῦ κρημνοῦ, καὶ πάντες διεῤῥήγνυντο.
13但 亚玛谢 所打发回去、不许一同出征的那些军兵攻打 犹大 各城,从 撒马利亚 直到 伯·和 ,杀了三千人,抢了许多财物。
13Καὶ υἱοὶ τῆς δυνάμεως οὓς ἀπέστρεψεν Ἀμασίας τοῦ μὴ πορευθῆναι μετʼ αὐτοῦ εἰς πόλεμον, καὶ ἐπέθεντο ἐπὶ τὰς πόλεις Ἰούδα ἀπὸ Σαμαρείας ἕως Βαιθωρών· καὶ ἐπάταξαν ἐν αὐτοῖς τρεῖς χιλιάδας, καὶ ἐσκύλευσαν σκῦλα πολλά.
14亚玛谢 杀了 以东 人回来,就把 西珥 的神像带回,立为自己的神,在它面前叩拜烧香。
14Καὶ ἐγένετο μετὰ τὸ ἐλθεῖν Ἀμασίαν πατάξαντος τὴν Ἰδουμαίαν, καὶ ἤνεγκε πρὸς αὐτὸν τοὺς θεοὺς υἱῶν Σηεὶρ, καὶ ἔστησεν αὐτοὺς αὐτῷ εἰς θεοὺς, καὶ ἐναντίον αὐτῶν προσεκύνει, καὶ αὐτὸς αὐτοῖς ἔθυε.
15因此,耶和华的怒气向 亚玛谢 发作,就差一个先知去见他,说:「这些神不能救它的民脱离你的手,你为何寻求它呢?」
15Καὶ ἐγένετο ὀργὴ Κυρίου ἐπὶ Ἀμασίαν, καὶ ἀπέστειλεν αὐτῷ προφήτην, καὶ εἶπεν αὐτῷ, τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ, οἳ οὐκ ἐξείλοντο τὸν λαὸν ἑαυτῶν ἐκ χειρός σου;
16先知与王说话的时候,王对他说:「谁立你作王的谋士呢?你住口吧!为何找打呢?」先知就止住了,又说:「你行这事,不听从我的劝戒,我知道 神定意要灭你。」
16Καὶ ἐγένετο ἐν τῷ λαλῆσαι αὐτῷ πρὸς αὐτὸν, καὶ εἶπεν αὐτῷ, μὴ σύμβουλον τοῦ βασιλέως δέδωκά σε; πρόσεχε ἵνα μὴ μαστιγωθῇς· καὶ ἐσιώπησεν ὁ προφήτης, καὶ εἶπεν, ὅτι γινώσκω, ὅτι ἐβούλετο ἐπὶ σοὶ τοῦ καταφθεῖραί σε, ὅτι ἐποίησας τοῦτο, καὶ οὐκ ἐπήκουσας τῆς συμβουλίας μου.
17犹大 王 亚玛谢 与群臣 商议,就差遣使者去见 耶户 的孙子、 约哈斯 的儿子、 以色列 王 约阿施 ,说:「你来,我们二人相见 于战场 。」
17Καὶ ἐβουλεύσατο Ἀμασίας ὁ βασιλεὺς Ἰούδα, καὶ ἀπέστειλε πρὸς Ἰωὰς υἱὸν Ἰωάχαζ υἱοῦ Ἰηοὺ βασιλέα Ἰσραὴλ, λέγων, δεῦρο, καὶ ὀφθῶμεν προσώποις.
18以色列 王 约阿施 差遣使者去见 犹大 王 亚玛谢 ,说:「 黎巴嫩 的蒺藜差遣使者去见 黎巴嫩 的香柏树,说:『将你的女儿给我儿子为妻。』后来 黎巴嫩 有一个野兽经过,把蒺藜践踏了。
18Καὶ ἀπέστειλεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ πρὸς Ἀμασίαν βασιλέα Ἰούδα, λέγων, ὁ ἀκχοὺχ ὁ ἐν τῷ Λιβάνῳ ἀπέστειλε πρὸς τὴν κέδρον τὴν ἐν τῷ Λιβάνῳ, λέγων, δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα, καὶ ἰδοὺ ἐλεύσεται τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ Λιβάνῳ· καὶ ἦλθον τὰ θηρία, καὶ κατεπάτησαν τὸν ἀκχούχ.
19你说:『看哪,我打败了 以东 人』,你就心高气傲,以致矜夸。你在家里安居就罢了,为何要惹祸使自己和 犹大 国一同败亡呢?」
19Εἶπας, ἰδοὺ ἐπάταξα τὴν Ἰδουμαίαν, καὶ ἐπαίρει σε ἡ καρδία σου ἡ βαρεῖα· νῦν κάθισον ἐν οἴκῳ σου, καὶ ἱνατί συμβάλλεις ἐν κακίᾳ, καὶ πεσῇ σὺ καὶ Ἰούδας μετὰ σοῦ;
20亚玛谢 却不肯听从。这是出乎 神,好将他们交在 敌人 手里,因为他们寻求 以东 的神。
20Καὶ οὐκ ἤκουσεν Ἀμασίας, ὅτι παρὰ Κυρίου ἐγένετο τοῦ παραδοῦναι αὐτὸν εἰς χεῖρας, ὅτι ἐξεζήτησε τοὺς θεοὺς τῶν Ἰδουμαίων.
21于是 以色列 王 约阿施 上来,在 犹大 的 伯·示麦 与 犹大 王 亚玛谢 相见 于战场 。
21Καὶ ἀνέβη Ἰωὰς βασιλεὺς Ἰσραὴλ, καὶ ὤφθησαν ἀλλήλοις αὐτὸς καὶ Ἀμασίας βασιλεὺς Ἰούδα ἐν Βαιθσαμὺς, ἥ ἐστι τοῦ Ἰούδα.
22犹大 人败在 以色列 人面前,各自逃回家里去了。
22Καὶ ἐτροπώθη Ἰούδας κατὰ πρόσωπον Ἰσραὴλ, καὶ ἔφυγεν ἕκαστος εἰς τὸ σκήνωμα αὐτοῦ.
23以色列 王 约阿施 在 伯·示麦 擒住 约哈斯 的孙子、 约阿施 的儿子、 犹大 王 亚玛谢 ,将他带到 耶路撒冷 ,又拆毁 耶路撒冷 的城墙,从 以法莲门 直到 角门 ,共四百肘;
23Καὶ τὸν Ἀμασίαν βασιλέα Ἰούδα τὸν τοῦ Ἰωὰς υἱοῦ Ἰωάχαζ κατέλαβεν Ἰωὰς βασιλεὺς Ἰσραὴλ ἐν Βαιθσαμὺς, καὶ εἰσήγαγεν αὐτὸν εἰς Ἱερουσαλὴμ· καὶ κατέσπασεν ἀπὸ τοῦ τείχους Ἱερουσαλὴμ ἀπὸ πύλης Ἐφραὶμ ἕως πύλης γωνίας τετρακοσίους πήχεις.
24又将 俄别·以东 所看守 神殿里的一切金银和器皿,与王宫里的财宝都拿了去,并带人去为质,就回 撒马利亚 去了。
24Καὶ πᾶν τὸ χρυσίον καὶ τὸ ἀργύριον, καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ Κυρίου καὶ παρὰ τῷ Ἀβδεδὸμ, καὶ τοὺς θησαυροὺς οἴκου τοῦ βασιλέως, καὶ τοὺς υἱοὺς τῶν συμμίξεων, καὶ ἐπέστρεψεν εἰς Σαμάρειαν.
25以色列 王 约哈斯 的儿子 约阿施 死后, 犹大 王 约阿施 的儿子 亚玛谢 又活了十五年。
25Καὶ ἔζησεν Ἀμασίας ὁ τοῦ Ἰωὰς βασιλεὺς Ἰούδα μετὰ τὸ ἀποθανεῖν Ἰωὰς τὸν τοῦ Ἰωάχαζ βασιλέα Ἰσραὴλ ἔτη δεκαπέντε.
26亚玛谢 其余的事,自始至终不都写在 犹大 和 以色列 诸王记上吗?
26Καὶ οἱ λοιποὶ λόγοι Ἀμασίου οἱ πρῶτοι καὶ οἱ ἔσχατοι οὐκ ἰδοὺ γεγραμμένοι ἐπὶ βιβλίου βασιλέων Ἰούδα καὶ Ἰσραήλ;
27自从 亚玛谢 离弃耶和华之后,在 耶路撒冷 有人背叛他,他就逃到 拉吉 ;叛党却打发人到 拉吉 ,将他杀了。
27Καὶ ἐν τῷ καιρῷ ᾧ ἀπέστη Ἀμασίας ἀπὸ Κυρίου, καὶ ἐπέθεντο αὐτῷ ἐπίθεσιν, καὶ ἔφυγεν ἀπὸ Ἱερουσαλὴμ εἰς Λαχίς· καὶ ἀπέστειλαν κατόπισθεν αὐτοῦ εἰς Λαχίς, καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ.
28人就用马将他的尸首驮回,葬在 犹大 京 城他列祖的坟地里。
28Καὶ ἀνέλαβον αὐτὸν ἐπὶ τῶν ἵππων, καὶ ἔθαψαν αὐτὸν μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυίδ.

Tip: use the ← and → keys to turn chapters.