历代志下 30
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1希西家 差遣人去见 以色列 和 犹大 众人,又写信给 以法莲 和 玛拿西 人,叫他们到 耶路撒冷 耶和华的殿,向耶和华— 以色列 的 神守逾越节;
1Καὶ ἀπέστειλεν Ἐζεκίας ἐπὶ πάντα Ἰσραὴλ καὶ Ἰούδα, καὶ ἐπιστολὰς ἔγραψεν ἐπὶ τὸν Ἐφραὶμ καὶ Μανασσῆ, ἐλθεῖν εἰς οἶκον Κυρίου, εἰς Ἱερουσαλὴμ, ποιῆσαι τὸ φασὲκ τῷ Κυρίῳ Θεῷ Ἰσραήλ.
2因为王和众首领,并 耶路撒冷 全会众已经商议,要在二月内守逾越节。
2Καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες καὶ πᾶσα ἡ ἐκκλησία ἐν Ἱερουσαλὴμ ποιῆσαι τὸ φασὲκ τῷ μηνὶ τῷ δευτέρῳ.
3正月间他们不能守;因为自洁的祭司尚不敷用,百姓也没有聚集在 耶路撒冷 ;
3Οὐ γὰρ ἠδυνάσθησαν ποιῆσαι αὐτὸ ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτι οἱ ἱερεῖς οὐχ ἠγνίσθησαν ἱκανοὶ, καὶ ὁ λαὸς οὐ συνήχθη εἰς Ἱερουσαλήμ.
4王与全会众都以这事为善。
4Καὶ ἤρεσεν ὁ λόγος ἐναντίον τοῦ βασιλέως καὶ ἐναντίον τῆς ἐκκλησίας.
5于是定了命令,传遍 以色列 ,从 别是巴 直到 但 ,使他们都来,在 耶路撒冷 向耶和华— 以色列 的 神守逾越节;因为照所写的例,守这节的不多了。
5Καὶ ἔστησαν λόγον διελθεῖν κήρυγμα ἐν παντὶ Ἰσραὴλ ἀπὸ Βηρσαβεὲ ἕως Δὰν, ἐλθόντας ποιῆσαι τὸ φασὲκ Κυρίῳ Θεῷ Ἰσραὴλ εἰς Ἱερουσαλὴμ, ὅτι πλῆθος οὐκ ἐποίησεν κατὰ τὴν γραφήν.
6驿卒就把王和众首领的信,遵着王命传遍 以色列 和 犹大 。信内说:「 以色列 人哪,你们当转向耶和华— 亚伯拉罕 、 以撒 、 以色列 的 神,好叫他转向你们这脱离 亚述 王手的余民。
6Καὶ ἐπορεύθησαν οἱ τρέχοντες σὺν ταῖς ἐπιστολαῖς παρὰ τοῦ βασιλέως καὶ τῶν ἀρχόντων εἰς πάντα Ἰσραὴλ καὶ Ἰούδαν κατὰ τὸ πρόσταγμα τοῦ βασιλέως, λέγοντες, οἱ υἱοὶ Ἰσραὴλ ἐπιστρέψατε πρὸς Κύριον Θεὸν Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰσραὴλ, καὶ ἐπιστρέψατε τοὺς ἀνασεσωσμένους τοὺς καταλειφθέντας ἀπὸ χειρὸς βασιλέως Ἀσσούρ.
7你们不要效法你们列祖和你们的弟兄;他们干犯耶和华—他们列祖的 神,以致耶和华丢弃他们,使他们败亡,正如你们所见的。
7Καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν καὶ οἱ ἀδελφοὶ ὑμῶν, οἳ ἀπέστησαν ἀπὸ Κυρίου Θεοῦ πατέρων αὐτῶν, καὶ παρέδωκεν αὐτοὺς εἰς ἐρήμωσιν καθὼς ὑμεῖς ὁρᾶτε.
8现在不要像你们列祖硬着颈项,只要归顺耶和华,进入他的圣所,就是永远成圣的居所;又要事奉耶和华—你们的 神,好使他的烈怒转离你们。
8Καὶ νῦν μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς οἱ πατέρες ὑμῶν, δότε δόξαν Κυρίῳ τῷ Θεῷ, καὶ εἰσέλθετε εἰς τὸ ἁγίασμα αὐτοῦ ὃ ἡγίασεν εἰς τὸν αἰῶνα, καὶ δουλεύσατε τῷ Κυρίῳ Θεῷ ὑμῶν, καὶ ἀποστρέψει ἀφʼ ὑμῶν θυμὸν ὀργῆς.
9你们若转向耶和华,你们的弟兄和儿女必在掳掠他们的人面前蒙怜恤,得以归回这地,因为耶和华—你们的 神有恩典、施怜悯。你们若转向他,他必不转脸不顾你们。」
9Ὅτι ἐν τῷ ἐπιστρέφειν ὑμᾶς πρὸς Κύριον, οἱ ἀδελφοὶ ὑμῶν καὶ τὰ τέκνα ὑμῶν ἔσονται ἐν οἰκτιρμοῖς ἔναντι πάντων τῶν αἰχμαλωτισάντων αὐτοὺς, καὶ ἀποστρέψει εἰς τὴν γῆν ταύτην· ὅτι ἐλεήμων καὶ οἰκτίρμων Κύριος ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀφʼ ὑμῶν, ἐὰν ἐπιστρέψωμεν πρὸς αὐτόν.
10驿卒就由这城跑到那城,传遍了 以法莲 、 玛拿西 ,直到 西布伦 。那里的人却戏笑他们,讥诮他们。
10Καὶ ἦσαν οἱ τρέχοντες διαπορευόμενοι πόλιν ἐκ πόλεως ἐν τῷ ὄρει Ἐφραὶμ, καὶ Μανασσῆ, καὶ ἕως Ζαβουλών· καὶ ἐγένοντο ὡς καταγελῶντες αὐτῶν, καὶ καταμωκώμενοι.
11然而 亚设 、 玛拿西 、 西布伦 中也有人自卑,来到 耶路撒冷 。
11Ἀλλὰ ἄνθρωποι Ἀσὴρ καὶ ἀπὸ Μανασσῆ καὶ ἀπὸ Ζαβουλὼν ἐνετράπησαν, καὶ ἦλθον εἰς Ἱερουσαλὴμ καὶ εἰς Ἰούδα.
12神也感动 犹大 人,使他们一心遵行王与众首领凭耶和华之言所发的命令。
12Καὶ ἐγένετο χεὶρ Κυρίου δοῦναι αὐτοῖς καρδίαν μίαν ἐλθεῖν, τοῦ ποιῆσαι κατὰ τὰ προστάγματα τοῦ βασιλέως καὶ τῶν ἀρχόντων ἐν λόγῳ Κυρίου.
13二月,有许多人在 耶路撒冷 聚集,成为大会,要守除酵节。
13Καὶ συνήχθησαν εἰς Ἱερουσαλὴμ λαὸς πολὺς τοῦ ποιῆσαι τὴν ἑορτὴν τῶν ἀζύμων ἐν τῷ μηνὶ τῷ δευτέρῳ, ἐκκλησία πολλὴ σφόδρα.
14他们起来,把 耶路撒冷 的祭坛和烧香的坛尽都除去,抛在 汲沦溪 中。
14Καὶ ἀνέστησαν, καὶ καθεῖλαν τὰ θυσιαστήρια τὰ ἐν Ἱερουσαλὴμ, καὶ πάντα ἐν οἷς ἐθυμίων τοῖς ψευδέσι, κατέσπασαν καὶ ἔῤῥιψαν εἰς τὸν χειμάῤῥουν Κέδρων.
15二月十四日,宰了逾越节 的羊羔 。祭司与 利未 人觉得惭愧,就洁净自己,把燔祭奉到耶和华殿中,
15Καὶ ἔθυσαν τὸ φασὲκ τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς τοῦ δευτέρου· καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐνετράπησαν καὶ ἥγνισαν, καὶ εἰσήνεγκαν ὁλοκαυτώματα ἐν οἴκῳ Κυρίου.
16遵着神人 摩西 的律法,照例站在自己的地方;祭司从 利未 人手里 接过 血来,洒在坛上。
16Καὶ ἔστησαν ἐπὶ τὴν στάσιν αὐτῶν, κατὰ τὸ κρίμα αὐτῶν, κατὰ τὴν ἐντολὴν Μωυσῆ ἀνθρώπου τοῦ Θεοῦ· καὶ οἱ ἱερεῖς ἐδέχοντο τὰ αἵματα ἐκ χειρὸς τῶν Λευιτῶν.
17会中有许多人尚未自洁,所以 利未 人为一切不洁之人宰逾越节 的羊羔 ,使他们在耶和华面前成为圣洁。
17Ὅτι πλῆθος τῆς ἐκκλησίας οὐχ ἡγνίσθη, καὶ οἱ Λευῖται ἦσαν τοῦ θύειν τὸ φασὲκ παντὶ τῷ μὴ δυναμένῳ ἁγνισθῆναι τῷ Κυρίῳ.
18以法莲 、 玛拿西 、 以萨迦 、 西布伦 有许多人尚未自洁,他们却也吃逾越节 的羊羔 ,不合所记录的定例。 希西家 为他们祷告说:「凡专心寻求 神,就是耶和华—他列祖之 神的,虽不照着圣所洁净之礼 自洁 ,求至善的耶和华也饶恕他。」
18Ὅτι πλεῖστον τοῦ λαοῦ ἀπὸ Ἐφραὶμ, καὶ Μανασσῆ, καὶ Ἰσσάχαρ, καὶ Ζαβουλὼν, οὐκ ἥγνισαν, ἀλλʼ ἔφαγον τὸ φασὲκ παρὰ τὴν γραφήν· τοῦτο καὶ προσηύξατο Ἐζεκίας περὶ αὐτῶν, λέγων, Κύριος ἀγαθὸς ἐξιλάσθω ὑπὲρ
no verse 19 in this text
19πάσης καρδίας κατευθυνούσης ἐκζητῆσαι Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν, καὶ οὐ κατὰ τὴν ἁγνείαν τῶν ἁγίων.
20耶和华垂听 希西家 的祷告,就饶恕百姓。
20Καὶ ἐπήκουσε Κύριος τῷ Ἐζεκίᾳ, καὶ ἰάσατο τὸν λαόν.
21在 耶路撒冷 的 以色列 人大大喜乐,守除酵节七日。 利未 人和祭司用响亮的乐器,日日颂赞耶和华。
21Καὶ ἐποίησαν οἱ υἱοὶ Ἰσραὴλ οἱ εὑρεθέντες ἐν Ἱερουσαλὴμ, τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ μεγάλῃ, καὶ καθυμνοῦντες τῷ Κυρίῳ ἡμέραν καθʼ ἡμέραν, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευῖται ἐν ὀργάνοις τῷ Κυρίῳ.
22希西家 慰劳一切善于 事奉 耶和华的 利未 人。于是众人吃节筵七日,又献平安祭,且向耶和华—他们列祖的 神认罪。
22Καὶ ἐλάλησεν Ἐζεκίας ἐπὶ πᾶσαν καρδίαν τῶν Λευιτῶν καὶ τῶν συνιόντων σύνεσιν ἀγαθὴν τῷ Κυρίῳ· καὶ συνετέλεσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας, θύοντες θυσίαν σωτηρίου, καὶ ἐξομολογούμενοι τῷ Κυρίῳ Θεῷ τῶν πατέρων αὐτῶν.
23全会众商议,要再守节七日;于是欢欢喜喜地又守节七日。
23Καὶ ἐβουλεύσατο ἡ ἐκκλησία ἅμα ποιῆσαι ἑπτὰ ἡμέρας ἄλλας· καὶ ἐποίησαν ἑπτὰ ἡμέρας ἐν εὐφροσύνῃ.
24犹大 王 希西家 赐给会众公牛一千只,羊七千只为祭物;众首领也赐给会众公牛一千只,羊一万只,并有许多的祭司洁净自己。
24Ὅτι Ἐζεκίας ἀπήρξατο τῷ Ἰούδα τῇ ἐκκλησίᾳ χιλίους μόσχους καὶ ἑπτακισχίλια πρόβατα, καὶ οἱ ἄρχοντες ἀπήρξαντο τῷ λαῷ μόσχους χιλίους καὶ πρόβατα δέκα χιλιάδας, καὶ τὰ ἅγια τῶν ἱερέων εἰς πλῆθος.
25犹大 全会众、祭司、 利未 人,并那从 以色列 地来的会众和寄居的人,以及 犹大 寄居的人,尽都喜乐。
25Καὶ ηὐφράνθη πᾶσα ἡ ἐκκλήσια οἱ ἱερεῖς καὶ οἱ Λευῖται, καὶ πᾶσα ἡ ἐκκλησία Ἰούδα, καὶ οἱ εὑρεθέντες ἐξ Ἱερουσαλὴμ, καὶ οἱ προσήλυτοι οἱ ἐλθόντες ἀπὸ γῆς Ἰσραὴλ, καὶ οἱ κατοικοῦντες Ἰούδα.
26这样,在 耶路撒冷 大有喜乐,自从 以色列 王 大卫 儿子 所罗门 的时候,在 耶路撒冷 没有这样的喜乐。
26Καὶ ἐγένετο εὐφροσύνη μεγάλη ἐν Ἱερουσαλήμ· ἀπὸ ἡμερῶν Σαλωμὼν υἱοῦ Δαυὶδ βασιλέως Ἰσραὴλ οὐκ ἐγένετο τοιαύτη ἑορτὴ ἐν Ἱερουσαλήμ.
27那时,祭司、 利未 人起来,为民祝福。他们的声音蒙 神垂听,他们的祷告达到天上的圣所。
27Καὶ ἀνέστησαν οἱ ἱερεῖς οἱ Λευῖται καὶ εὐλόγησαν τὸν λαὸν· καὶ ἐπηκούσθη ἡ φωνὴ αὐτῶν, καὶ ἦλθεν ἡ προσευχὴ αὐτῶν εἰς τὸ κατοικητήριον τὸ ἅγιον αὐτοῦ εἰς τὸν οὐρανόν.
Tip: use the ← and → keys to turn chapters.