历代志下
Chapter 18
Chinese Union Version, p…
vs Septuagint (Brento…
Aa
Text size
Line width
Verse numbers
Chinese Union Version, punctuated (Simplified)
Septuagint (Brenton Greek text, with Apocrypha)
1约沙法 大有尊荣资财,就与 亚哈 结亲。
1Καὶ ἐγενήθη τῷ Ἰωσαφὰτ ἔτι πλοῦτος καὶ δόξα πολλὴ, καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ Ἀχαάβ.
2过了几年,他下到 撒马利亚 去见 亚哈 ; 亚哈 为他和跟从他的人宰了许多牛羊,劝他与自己同去攻取 基列 的 拉末 。
2Καὶ κατέβη διὰ τέλους ἐτῶν πρὸς Ἀχαὰβ εἰς Σαμάρειαν· καὶ ἔθυσεν αὐτῷ Ἀχαὰβ πρόβατα καὶ μόσχους πολλοὺς, καὶ τῷ λαῷ τῷ μετʼ αὐτοῦ, καὶ ἠγάπα αὐτὸν τοῦ συναναβῆναι μετʼ αὐτοῦ εἰς Ῥαμὼθ τῆς Γαλααδίτιδος.
3以色列 王 亚哈 问 犹大 王 约沙法 说:「你肯同我去攻取 基列 的 拉末 吗?」他回答说:「你我不分彼此,我的民与你的民一样,必与你同去争战。」
3Καὶ εἶπεν Ἀχαὰβ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ βασιλέα Ἰούδα, εἰ πορεύσῃ μετʼ ἐμοῦ εἰς Ῥαμὼθ τῆς Γαλααδίτιδος; καὶ εἶπεν αὐτῷ, ὡς ἐγὼ, οὕτω καὶ σύ· ὡς ὁ λαός σου, καὶ ὁ λαός μου μετὰ σοῦ εἰς πόλεμον.
4约沙法 对 以色列 王说:「请你先求问耶和华。」
4Καὶ εἶπεν Ἰωσαφὰτ πρὸς βασιλέα Ἰσραὴλ, ζήτησον δὴ σήμερον τὸν Κύριον.
5于是 以色列 王招聚先知四百人,问他们说:「我们上去攻取 基列 的 拉末 可以不可以?」他们说:「可以上去,因为 神必将那城交在王的手里。」
5Καὶ συνήγαγεν ὁ βασιλεὺς Ἰσραὴλ τοὺς προφήτας τετρακοσίους ἄνδρας, καὶ εἶπεν αὐτοῖς, εἰ πορευθῶ εἰς Ῥαμὼθ Γαλαὰδ εἰς πόλεμον, ἢ ἐπίοχω; καὶ εἶπαν, ἀνάβαινε, καὶ δώσει ὁ Θεὸς εἰς τὰς χεῖρας τοῦ βασιλέως.
6约沙法 说:「这里不是还有耶和华的先知,我们可以求问他吗?」
6Καὶ εἶπεν Ἰωσαφὰτ, οὐκ ἔστιν ὧδε προφήτης τοῦ κυρίου ἔτι, καὶ ἐπιζητήσομεν παρʼ αὐτοῦ;
7以色列 王对 约沙法 说:「还有一个人,是 音拉 的儿子 米该雅 。我们可以托他求问耶和华,只是我恨他;因为他指着我所说的预言,不说吉语,常说凶言。」 约沙法 说:「王不必这样说。」
7Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, ἔτι ἀνὴρ εἷς τοῦ ζητῆσαι τὸν Κύριον διʼ αὐτοῦ, καὶ ἐγὼ ἐμίσησα αὐτὸν, ὅτι οὐκ ἔστι προφητεύων περὶ ἐμοῦ εἰς ἀγαθὰ, ὅτι πᾶσαι αἱ ἡμέραι αὐτοῦ εἰς κακὰ, οὗτος Μιχαίας υἱὸς Ἰεμβλά· καὶ εἶπεν Ἰωσαφὰτ, μὴ λαλείτω ὁ βασιλεὺς οὕτως.
8以色列 王就召了一个太监来,说:「你快去将 音拉 的儿子 米该雅 召来。」
8Καὶ ἐκάλεσεν ὁ βασιλεὺς εὐνοῦχον ἕνα, καὶ εἶπε, τάχος Μιχαίαν υἱὸν Ἰεμβλά.
9以色列 王和 犹大 王 约沙法 在 撒马利亚 城门前的空场上,各穿朝服坐在位上,所有的先知都在他们面前说预言。
9Καὶ βασιλεὺς Ἰσραὴλ καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα καθήμενοι ἕκαστος ἐπὶ θρόνου αὐτοῦ, καὶ ἐνδεδυμένοι στολὰς, καθήμενοι ἐν τῷ εὐρυχώρῳ θύρας πύλης Σαμαρείας, καὶ πάντες οἱ προφῆται προεφήτευον ἐναντίον αὐτῶν.
10基拿拿 的儿子 西底家 造了两个铁角,说:「耶和华如此说:『你要用这角抵触 亚兰 人,直到将他们灭尽。』」
10Καὶ ἐποίησεν ἑαυτῷ Σεδεκίας υἱὸς Χαναὰν κέρατα σιδηρᾶ, καὶ εἶπε, τάδε λέγει Κύριος, ἐν τούτοις κερατιεῖς τὴν Συρίαν ἕως ἂν συντελεσθῇ.
11所有的先知也都这样预言说:「可以上 基列 的 拉末 去,必然得胜,因为耶和华必将那城交在王的手中。」
11Καὶ πάντες οἱ προφῆται προεφήτευον οὕτω, λέγοντες, ἀνάβαινε εἰς Ῥαμὼθ Γαλαὰδ, καὶ εὐοδωθήσῃ, καὶ δώσει Κύριος εἰς χεῖρας τοῦ βασιλέως.
12那去召 米该雅 的使者对 米该雅 说:「众先知一口同音地都向王说吉言,你不如与他们说一样的话,也说吉言。」
12Καὶ ὁ ἄγγελος ὁ πορευθεὶς τοῦ καλέσαι τὸν Μιχαίαν, ἐλάλησεν αὐτῷ, λέγων, ἰδοὺ ἐλάλησαν οἱ προφῆται ἐν στόματι ἑνὶ ἀγαθὰ περὶ τοῦ βασιλέως, καὶ ἔστωσαν δὴ οἱ λόγοι σου ὡς ἑνὸς αὐτῶν, καὶ λαλήσεις ἀγαθά.
13米该雅 说:「我指着永生的耶和华起誓,我的 神说什么,我就说什么。」
13Καὶ εἶπε Μιχαίας, ζῇ Κύριος, ὅτι ὃ ἐὰν εἴπῃ ὁ Θεὸς πρὸς μὲ, αὐτὸ λαλήσω.
14米该雅 到王面前,王问他说:「 米该雅 啊,我们上去攻取 基列 的 拉末 可以不可以?」他说:「可以上去,必然得胜,敌人必交在你们手里。」
14Καὶ ἦλθε πρὸς τὸν βασιλέα, καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, Μιχαία, εἰ πορευθῶ εἰς Ῥαμὼθ Γαλαὰδ εἰς πόλεμον, ἢ ἐπίσχω; καὶ εἶπεν, ἀνάβαινε, καὶ εὐοδώσεις, καὶ δοθήσονται εἰς χεῖρας ὑμῶν.
15王对他说:「我当嘱咐你几次,你才奉耶和华的名向我说实话呢?」
15Καὶ εἶπεν αὐτῷ ὁ βασιλεὺς, ποσάκις ὁρκίζω σε ἵνα μὴ λαλήσῃς πρὸς μὲ πλὴν τὴν ἀλήθειαν ἐν ὀνόματι Κυρίου;
16米该雅 说:「我看见 以色列 众民散在山上,如同没有牧人的羊群一般。耶和华说:『这民没有主人,他们可以平平安安地各归各家去。』」
16Καὶ εἶπεν, εἶδον τὸν Ἰσραὴλ διεσπαρμένους ἐν τοῖς ὄρεσιν, ὡς πρόβατα οἷς οὐκ ἔστι ποιμήν· καὶ εἶπε Κύριος, οὐκ ἔχουσιν ἡγούμενον οὗτοι, ἀναστρεφέτωσαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ ἐν εἰρήνῃ.
17以色列 王对 约沙法 说:「我岂没有告诉你,这人指着我所说的预言,不说吉语,单说凶言吗?」
17Καὶ εἶπεν ὁ βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, οὐκ εἶπόν σοι, ὅτι οὐ προφητεύει περὶ ἐμοῦ ἀγαθὰ ἀλλʼ ἢ κακά;
18米该雅 说:「你们要听耶和华的话。我看见耶和华坐在宝座上,天上的万军侍立在他左右。
18Καὶ εἶπεν, οὐχ οὕτως· ἀκούσατε λόγον Κυρίου. εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου αὐτοῦ, καὶ πᾶσα δύναμις τοῦ οὐρανοῦ παρειστήκει ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ ἀριστερῶν αὐτοῦ.
19耶和华说:『谁去引诱 以色列 王 亚哈 上 基列 的 拉末 去阵亡呢?』这个就这样说,那个就那样说。
19Καὶ εἶπε Κύριος, τίς ἀπατήσει τὸν Ἀχαὰβ βασιλέα Ἰσραὴλ, καὶ ἀναβήσεται, καὶ πεσεῖται ἐν Ῥαμὼθ Γαλαάδ; καὶ οὗτος εἶπεν οὕτως, καὶ οὗτος εἶπεν οὕτως.
20随后,有一个神灵出来,站在耶和华面前说:『我去引诱他。』耶和华问他说:『你用何法呢?』
20Καὶ ἐξῆλθε τὸ πνεῦμα καὶ ἔστη ἐνώπιον Κυρίου, καὶ εἶπεν, ἐγὼ ἀπατήσω αὐτόν· καὶ εἶπε Κύριος, ἐν τίνι;
21他说:『我去,要在他众先知口中作谎言的灵。』耶和华说:『这样,你必能引诱他,你去如此行吧!』
21Καὶ εἶπεν, ἐξελεύσομαι καὶ ἔσομαι πνεῦμα ψευδὲς ἐν στόματι πάντων τῶν προφητῶν αὐτοῦ. καὶ εἶπεν, ἀπατήσεις καὶ δυνήσῃ, ἔξελθε καὶ ποίησον οὕτω.
22现在耶和华使谎言的灵入了你这些先知的口,并且耶和华已经命定降祸与你。」
22Καὶ νῦν ἰδοὺ ἔδωκε Κύριος πνεῦμα ψευδὲς ἐν στόματι τῶν προφητῶν σου τούτων, καὶ Κύριος ἐλάλησεν ἐπὶ σὲ κακά.
23基拿拿 的儿子 西底家 前来打 米该雅 的脸,说:「耶和华的灵从哪里离开我与你说话呢?」
23Καὶ ἤγγισε Σεδεκίας υἱὸς Χαναὰν, καὶ ἐπάταξε τὸν Μιχαίαν ἐπὶ τὴν σιαγόνα, καὶ εἶπεν αὐτῷ, ποίᾳ τῇ ὁδῷ παρῆλθε πνεῦμα Κυρίου παρʼ ἐμοῦ τοῦ λαλῆσαι πρὸς σέ;
24米该雅 说:「你进严密的屋子藏躲的那日,就必看见了。」
24Καὶ εἶπε Μιχαίας, ἰδοὺ ὄψῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐν ᾗ εἰσελεύσῃ ταμεῖον ἐκ ταμείου τοῦ κατακρυβῆναι.
25以色列 王说:「将 米该雅 带回,交给邑宰 亚们 和王的儿子 约阿施 ,说:
25Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ, λάβετε τὸν Μιχαίαν καὶ ἀποστρέψατε πρὸς Ἐμὴρ ἄρχοντα τῆς πόλεως, καὶ πρὸς Ἰωὰς ἄρχοντα υἱὸν τοῦ βασιλέως,
26『王如此说:把这个人下在监里,使他受苦,吃不饱喝不足,等候我平平安安地回来。』」
26καὶ ἐρεῖτε, οὕτως εἶπεν ὁ βασιλεὺς, ἀπόθεσθε τοῦτον εἰς οἶκον φυλακῆς, καὶ ἐσθιέτω ἄρτον θλίψεως καὶ ὕδωρ θλίψεως, ἕως τοῦ ἐπιστρέψαι με ἐν εἰρήνῃ.
27米该雅 说:「你若能平安回来,那就是耶和华没有借我说这话了」;又说:「众民哪,你们都要听!」
27Καὶ εἶπε Μιχαίας, ἐὰν ἐπιστρέφων ἐπιστρέψῃς ἐν εἰρήνῃ, οὐκ ἐλάλησε Κύριος ἐν ἐμοί· καὶ εἶπεν, ἀκούσατε λαοὶ πάντες.
28以色列 王和 犹大 王 约沙法 上 基列 的 拉末 去了。
28Καὶ ἀνέβη βασιλεὺς Ἰσραὴλ, καὶ Ἰωσαφὰτ βασιλεὺς Ἰούδα, εἰς Ῥαμὼθ Γαλαάδ.
29以色列 王对 约沙法 说:「我要改装上阵,你可以仍穿王服。」于是 以色列 王改装,他们就上阵去了。
29Καὶ εἶπε βασιλεὺς Ἰσραὴλ πρὸς Ἰωσαφὰτ, κατακάλυψόν με, καὶ εἰσελεύσομαι εἰς τὸν πόλεμον, καὶ σὺ ἔνδυσαι τὸν ἱματισμόν μου· καὶ συνεκαλύψατο βασιλεὺς Ἰσραὴλ, καὶ εἰσῆλθεν εἰς τὸν πόλεμον.
30先是 亚兰 王吩咐车兵长说:「他们的 兵将 ,无论大小,你们都不可与他们争战,只要与 以色列 王争战。」
30Καὶ βασιλεὺς Συρίας ἐνετείλατο τοῖς ἄρχουσι τῶν ἁρμάτων τοῖς μετʼ αὐτοῦ, λέγων, μὴ πολεμεῖτε τὸν μικρὸν καὶ τὸν μέγαν, ἀλλʼ ἢ τὸν βασιλέα Ἰσραὴλ μόνον.
31车兵长看见 约沙法 便说,这必是 以色列 王,就转过去与他争战。 约沙法 一呼喊,耶和华就帮助他, 神又感动他们离开他。
31Καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων τὸν Ἰωσαφὰτ, καὶ αὐτοὶ εἶπαν, βασιλεὺς Ἰσραήλ ἐστι, καὶ ἐκύκλωσαν αὐτὸν τοῦ πολεμεῖν· καὶ ἐβόησεν Ἰωσαφὰτ, καὶ Κύριος ἔσωσεν αὐτὸν, καὶ ἀπέστρεψεν αὐτοὺς ὁ Θεὸς ἀπʼ αὐτοῦ.
32车兵长见不是 以色列 王,就转去不追他了。
32Καὶ ἐγένετο ὡς εἶδον οἱ ἄρχοντες τῶν ἁρμάτων ὅτι οὐκ ἦν βασιλεὺς Ἰσραὴλ, καὶ ἀπέστρεψαν ἀπʼ αὐτοῦ.
33有一人随便开弓,恰巧射入 以色列 王的甲缝里。王对赶车的说:「我受了重伤,你转过车来,拉我出阵吧!」
33Καὶ ἀνὴρ ἔτεινε τόξον εὐστόχως, καὶ ἐπάταξε τὸν βασιλέα Ἰσραὴλ ἀναμέσον τοῦ πνεύμονος καὶ ἀναμέσον τοῦ θώρακος· καὶ εἶπε τῷ ἡνίοχῳ, ἐπίστρεφε τὴν χεῖρά σου, ἐξάγαγέ με ἐκ τοῦ πολέμου, ὅτι ἐπόνεσα.
34那日阵势越战越猛, 以色列 王勉强站在车上抵挡 亚兰 人,直到晚上。约在日落的时候,王就死了。
34Καὶ ἐτροπώθη ὁ πόλεμος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ὁ βασιλεὺς Ἰσραὴλ ἦν ἑστηκὼς ἐπὶ τοῦ ἅρματος ἐξεναντίας Συρίας ἕως ἑσπέρας, καὶ ἀπέθανε δύνοντος τοῦ ἡλίου.

Tip: use the ← and → keys to turn chapters.