Psalms
Chapter 4
Berean Standard Bible
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers

Psalms 4

Berean Standard Bible
Septuagint (Greek Old Testament), second edition
1Answer me when I call, O God of my righteousness! You have relieved my distress; show me grace and hear my prayer.
1Εἰς τὸ τέλος, ἐν ψαλμοῖς· ᾠδὴ τῷ Δαυΐδ.
2How long, O men, will my honor be maligned? How long will you love vanity and seek after lies ? Selah
2ΕΝ τῷ ἐπικαλεῖσθαί με εἰσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου· ἐν θλίψει ἐπλάτυνάς με. οἰκτείρησόν με καὶ εἰσάκουσον τῆς προσευχῆς μου.
3Know that the LORD has set apart the godly for Himself; the LORD hears when I call to Him.
3υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἱνατί ἀγαπᾶτε ματαιότητα καὶ ζητεῖτε ψεῦδος; (διάψαλμα).
4Be angry, yet do not sin; on your bed, search your heart and be still. Selah
4καὶ γνῶτε ὅτι ἐθαυμάστωσε Κύριος τὸν ὅσιον αὐτοῦ· Κύριος εἰσακούσεταί μου ἐν τῷ κεκραγέναι με πρὸς αὐτόν.
5Offer the sacrifices of the righteous and trust in the LORD.
5ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε· ἃ λέγετε ἐν ταῖς καρδίαις ὑμῶν, ἐπὶ ταῖς κοίταις ὑμῶν κατανύγητε. (διάψαλμα).
6Many ask, “Who can show us the good?” Shine the light of Your face upon us, O LORD.
6θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ Κύριον.
7You have filled my heart with more joy than when grain and new wine abound.
7πολλοὶ λέγουσι· τίς δείξει ἡμῖν τὰ ἀγαθά; Ἐσημειώθη ἐφ᾿ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, Κύριε.
8I will lie down and sleep in peace, for You alone, O LORD, make me dwell in safety.
8ἔδωκας εὐφροσύνην εἰς τὴν καρδίαν μου· ἀπὸ καρποῦ σίτου, οἴνου καὶ ἐλαίου αὐτῶν ἐπληθύνθησαν.
no verse 9 in this text
9ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω, ὅτι σύ, Κύριε, κατὰ μόνας ἐπ᾿ ἐλπίδι κατῴκισάς με.

Tip: use the ← and → keys to turn chapters.