Psalms
Chapter 7
Berean Standard Bible
vs Septuagint (Greek …
Aa
Text size
Line width
Verse numbers

Psalms 7

Berean Standard Bible
Septuagint (Greek Old Testament), second edition
1O LORD my God, I take refuge in You; save me and deliver me from all my pursuers,
1Ψαλμὸς τῷ Δαυΐδ, ὃν ᾖσε τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί.
2or they will shred my soul like a lion and tear me to pieces with no one to rescue me.
2ΚΥΡΙΕ ὁ Θεός μου, ἐπὶ σοὶ ἤλπισα· σῶσόν με ἐκ πάντων τῶν διωκόντων με καὶ ρῦσαί με,
3O LORD my God, if I have done this, if injustice is on my hands,
3μήποτε ἁρπάσῃ ὡς λέων τὴν ψυχήν μου, μὴ ὄντος λυτρουμένου μηδὲ σῴζοντος.
4if I have rewarded my ally with evil, if I have plundered my foe without cause,
4Κύριε ὁ Θεός μου, εἰ ἐποίησα τοῦτο, εἰ ἔστιν ἀδικία ἐν χερσί μου,
5then may my enemy pursue me and overtake me; may he trample me to the ground and leave my honor in the dust. Selah
5εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά, ἀποπέσοιμι ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός·
6Arise, O LORD, in Your anger; rise up against the fury of my enemies. Awake, my God, and ordain judgment.
6καταδιώξαι ἄρα ὁ ἐχθρὸς τὴν ψυχήν μου καὶ καταλάβοι καὶ καταπατήσαι εἰς γῆν τὴν ζωήν μου καὶ τὴν δόξαν μου εἰς χοῦν κατασκηνώσαι. (διάψαλμα).
7Let the assembled peoples gather around You; take Your seat over them on high.
7ἀνάστηθι, Κύριε, ἐν ὀργῇ σου, ὑψώθητι ἐν τοῖς πέρασι τῶν ἐχθρῶν σου. ἐξεγέρθητι, Κύριε ὁ Θεός μου, ἐν προστάγματι, ᾧ ἐνετείλω,
8The LORD judges the peoples; vindicate me, O LORD, according to my righteousness and integrity.
8καὶ συναγωγὴ λαῶν κυκλώσει σε, καὶ ὑπὲρ ταύτης εἰς ὕψος ἐπίστρεψον.
9Put an end to the evil of the wicked, but establish the righteous, O righteous God who searches hearts and minds.
9Κύριος κρινεῖ λαούς. κρῖνόν με, Κύριε, κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν ἀκακίαν μου ἐπ᾿ ἐμοί.
10My shield is with God, who saves the upright in heart.
10συντελεσθήτω δὴ πονηρία ἁμαρτωλῶν καὶ κατευθυνεῖς δίκαιον, ἐτάζων καρδίας καὶ νεφροὺς ὁ Θεός.
11God is a righteous judge and a God who feels indignation each day.
11δικαία ἡ βοήθειά μου παρὰ τοῦ Θεοῦ τοῦ σῴζοντος τοὺς εὐθεῖς τῇ καρδίᾳ.
12If one does not repent, God will sharpen His sword; He has bent and strung His bow.
12ὁ Θεὸς κριτὴς δίκαιος καὶ ἰσχυρὸς καὶ μακρόθυμος καὶ μὴ ὀργὴν ἐπάγων καθ᾿ ἑκάστην ἡμέραν.
13He has prepared His deadly weapons; He ordains His arrows with fire.
13ἐὰν μὴ ἐπιστραφῆτε, τὴν ρομφαίαν αὐτοῦ στιλβώσει, τὸ τόξον αὐτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτό·
14Behold, the wicked man travails with evil; he conceives trouble and births falsehood.
14καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου, τὰ βέλη αὐτοῦ τοῖς καιομένοις ἐξειργάσατο.
15He has dug a hole and hollowed it out; he has fallen into a pit of his own making.
15ἰδοὺ ὠδίνησεν ἀδικίαν, συνέλαβε πόνον καὶ ἔτεκεν ἀνομίαν.
16His trouble recoils on himself, and his violence falls on his own head.
16λάκκον ὤρυξε καὶ ἀνέσκαψεν αὐτόν, καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο·
17I will thank the LORD for His righteousness and sing praise to the name of the LORD Most High.
17ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ ἐπὶ κορυφὴν αὐτοῦ ἡ ἀδικία αὐτοῦ καταβήσεται.
no verse 18 in this text
18ἐξομολογήσομαι τῷ Κυρίῳ κατὰ τὴν δικαιοσύνην αὐτοῦ καὶ ψαλῶ τῷ ὀνόματι Κυρίου τοῦ Ὑψίστου.

Tip: use the ← and → keys to turn chapters.