1 Clement
Chapter 52
1 Clement (Epistle to th…
Compare

Compare with

Aa
Text size
Line width
Verse numbers

1 Clement 52

1Ἀπροσδεής, ἀδελφοί, ὁ δεσπότης ὑπάρχει τῶν ἁπάντων: οὐδὲν οὐδενὸς χρῄζει εἰ μὴ τὸ ἐξομολογεῖσθαι αὐτῷ.

2φησὶν γὰρ ὁ ἐκλεκτὸς Δαυείδ: Ἐξομολογήσομαι τῷ κυρίῳ, καὶ ἀρέσει αὐτῷ ὑπὲρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλάς: ἰδέτωσαν πτωχοὶ καὶ εὐφρανθήτωσαν.

3καὶ πάλιν λέγει: Θῦσον τῷ θεῷ θυσίαν αἰνέσεως καὶ ἀπόδος τῷ ὑψίστῳ τὰς εὐχάς σου: καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεώς σου, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.

4θυσία γὰρ τῷ θεῷ πνεῦμα συντετριμμένον.

Tip: use the ← and → keys to turn chapters.