1 Clement 13
1Ταπεινοφρονήσωμεν οὖν, ἀδελφοί, ἀποθέμενοι πᾶσαν ἀλαζονείαν καὶ τῦφος καὶ ἀφροσύνην καὶ ὀργάς, καὶ ποιήσωμεν τὸ γεγραμμένον, λέγει γὰρ τὸ πνεῦμα τὸ ἅγιον: Μὴ καυχάσθω ὁ σοφὸς ἐν τῇ σοφίᾳ αὐτοῦ μηδὲ ὁ ἰσχυρὸς ἐν τῇ ἰσχύϊ αὐτοῦ μηδὲ ὁ πλούσιος ἐν τῷ πλούτῳ αὐτοῦ, ἀλλ’ ἡ ὁ καυχώμενος ἐν κυρίῳ καυχάσθω, τοῦ ἐκζητεῖν αὐτὸν καὶ ποιεῖν κρίμα καὶ δικαιοσύνην: μάλιστα μεμνημένοι τῶν λόγων τοῦ κυρίου Ἰησοῦ, οὓς ἐλάλησεν διδάσκων ἐπιείκειαν καὶ μακροθυμίαν.
2οὕτως γὰρ εἶπεν: Ἐλεᾶτε, ἵνα ἐλεηθῆτε: ἀφίετε, ἵνα ἀφεθῇ ὑμῖν: ὡς ποιεῖτε, οὕτω ποιηθήσεται ὑμῖν: ὡς δίδοτε, οὕτως δοθήσεται ὑμῖν: ὡς κρίνετε, οὕτως κριθήσεσθε: ὡς χρηστεύεσθε, οὕτως χρηστευθήσεται ὑμῖν: ᾧ μέτρῳ μετρεῖτε, ἐν αὐτῷ μετρηθήσεται ὑμῖν.
3ταύτῃ τῇ ἐντολῇ καὶ τοῖς παραγγέλμασιν τούτοις στηρίξωμεν ἑαυτοὺς εἰς τὸ πορεύεσθαι ὑπηκόους ὄντας τοῖς ἁγιοπρεπέσι λόγοις αὐτοῦ, ταπεινοφρονοῦντες: φησὶν γὰρ ὁ ἅγιος λόγος:
4Ἐπὶ τίνα ἐπιβλέψω, ἀλλ’ ἢ ἐπὶ τὸν πραῢν καὶ ἡσύχιον καὶ τρέμοντά μου τὰ λόγια.
Tip: use the ← and → keys to turn chapters.