1 Clement 26
1 Clement (Epistle to the Corinthians)Original language
1Μέγα καὶ θαυμαστὸν οὖν νομίζομεν εἶναι, εἰ ὁ δημιουργὸς τῶν ἁπάντων ἀνάστασιν ποιήσεται τῶν ὁσίως αὐτῷ δουλευσάντων ἐν πεποιθήσει πίστεως ἀγαθῆς, ὅπου καὶ δἰ ὀρνέου δείκνυσιν ἡμῖν τὸ μεγαλεῖον τῆς ἐπαγγελίας αὐτοῦ;
2λέγει γάρ που: Καὶ ἐξαναστήσεις με, καὶ ἐξομολογήσομαί σοι, καί: Ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι σὺ μετ’ ἐμοῦ εἶ.
3καὶ πάλιν Ἰὼβ λέγει: Καὶ ἀναστήσεις τὴν σάρκα μου ταύτην τὴν ἀναντλήσασαν ταῦτα πάντα.
Tip: use the ← and → keys to turn chapters.