1 Clement 46
1Τοιούτοις οὖν ὑποδείγμασιν κολληθῆναι καὶ ἡμᾶς δεῖ, ἀδελφοί.
2γέγραπται γάρ: Κολλᾶσθε τοῖς ἁγίοις, ὅτι οἱ κολλώμενοι αὐτοῖς ἁγιασθήσονται.
3καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει: Μετὰ ἀνδρὸς ἀθῷον ἀθῷος ἔσῃ καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ. καὶ μετὰ στρεβλοῦ διαστρέψεις.
4κολληθῶμεν οὖν τοῖς ἀθῴοις καὶ δικαίοις: εἰσὶν δὲ οὗτοι ἐκλεκτοὶ τοῦ θεοῦ.
5ἱνατί ἔρεις καὶ θυμοὶ καὶ διχοστασίαι καὶ σχίσματα πόλεμός τε ἐν ὑμῖν;
6ἢ οὐχὶ ἕνα θεὸν ἔχομεν καὶ ἔνα Χριστὸν καὶ ἓν πνεῦμα τῆς χάριτος τὸ ἐκχυθὲν ἐφ̓ ἡμᾶς; καὶ μία κλῆσις ἐν Χριστῷ;
7ἱνατί διέλκομεν καὶ διασπῶμεν τὰ μέλη τοῦ Χριστοῦ καὶ στασιάζομεν πρὸς τὸ σῶμα τὸ ἴδιον, καὶ εἰς τοσαύτην ἀπόνοιαν ἐρχόμεθα, ὥστε ἐπιλαθέσθαι ἡμᾶς, ὅτι μέλη ἐσμὲν ἀλλήλων; μνήσθητε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ.
8εἶπεν γάρ: Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ: καλὸν ἦν αὐτῷ, εἰ οὐκ ἐγεννήθη, ἦ ἕνα τῶν ἐκλεκτῶν μου σκανδαλίσαι κρεῖττον ἢν αὐτῷ περιτεθῆναι μύλον καὶ καταπον τισθῆναι εἰς τὴν θάλασσαν, ἢ ἕνα τῶν ἐκλεκτῶν μου διαστρέψαι.
9τὸ σχίσμα ὑμῶν πολλοὺς διέστρεψεν, πολλοὺς εἰς ἀθυμίαν ἔβαλεν, πολλοὺς: εἰς δισταγμόν, τοὺς πάντας ἡμᾶς εἰς λύπην: καὶ ἐπίμονος ἀμῶν ἐστιν ἡ στάσις.
Tip: use the ← and → keys to turn chapters.