1 Clement 15
1Τοίνυν κολληθῶμεν τοῖς μετ’ εὐσεβείας εἰρηνεύουσιν, καὶ μὴ τοῖς μεθ̓ ὑποκρίσεως βουλομένοις εἰρήνην.
2λέγει γάρ που: Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἄπεστιν ἀπ’ ἐμοῦ.
3καὶ πάλιν: Τῷ στόματι αὐτῶν εὐλογοῦσιν, τῇ δὲ καρδίᾳ αὐτῶν κατηρῶντο.
4καὶ πάλιν λέγει: Ἠγάπησαν αὐτὸν τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ αὐτῶν ἐψεύσαντο αὐτόν, ἡ δὲ καρδία αὐτῶν οὐκ εὐθεῖα μετ’ αὐτοῦ, οὐδὲ ἐπιστώθησαν ἐν τῇ διαθήκῃ αὐτοῦ.
5διὰ τοῦτο ἄλαλα γενηθήτω τὰ χείηλ τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν. καὶ πάλιν: Ἐξολεθρεύσαι κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλορήμονα, τοὺς εἰπόντας: Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παῤ ἡμῖν ἐστιν: τίς ἡμῶν κύριός ἐστιν;
6ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων νῦν ἀναστήσομαι, λέγει κύριος: θήσομαι ἐν σωτηρίῳ,
7παρρησιάσομαι ἐν αὐτῷ.
Tip: use the ← and → keys to turn chapters.