ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3
Greek New Testament, word by word (STEPBible TAGNT)Original language
Greek New Testament, word by word (STEPBible TAGNT)
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ θεοῦ καθήμενος·
1ει ουν συνηγερθητε τω χριστω τα ανω ζητειτε ου ο χριστοσ εστιν εν δεξια του θεου καθημενοσ
2τὰ ἄνω φρονεῖτε μὴ τὰ ἐπὶ τῆς γῆς.
2τα ανω φρονειτε μη τα επι τησ γησ
3ἀπεθάνετε γὰρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ·
3απεθανετε γαρ και η ζωη υμων κεκρυπται συν τω χριστω εν τω θεω
4ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ὑμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.¶
4οταν ο χριστοσ φανερωθη η ζωη ημων τοτε και υμεισ συν αυτω φανερωθησεσθε εν δοξη
5Νεκρώσατε οὖν τὰ μέλη τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακὴν καὶ τὴν πλεονεξίαν ἥτις ἐστὶν εἰδωλολατρία,
5νεκρωσατε ουν τα μελη υμων τα επι τησ γησ πορνειαν ακαθαρσιαν παθοσ επιθυμιαν κακην και την πλεονεξιαν ητισ εστιν ειδωλολατρεια
6δι᾽ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας·
6δι α ερχεται η οργη του θεου επι τουσ υιουσ τησ απειθειασ
7ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν τούτοις.¶
7εν οισ και υμεισ περιεπατησατε ποτε οτε εζητε εν αυτοισ
8Νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν.¶
8νυνι δε αποθεσθε και υμεισ τα παντα οργην θυμον κακιαν βλασφημιαν αισχρολογιαν εκ του στοματοσ υμων
9Μὴ ψεύδεσθε εἰς ἀλλήλους ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ
9μη ψευδεσθε εισ αλληλουσ απεκδυσαμενοι τον παλαιον ανθρωπον συν ταισ πραξεσιν αυτου
10καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ᾽ εἰκόνα τοῦ κτίσαντος αὐτόν·
10και ενδυσαμενοι τον νεον τον ανακαινουμενον εισ επιγνωσιν κατ εικονα του κτισαντοσ αυτον
11ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος, ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσιν Χριστός.¶
11οπου ουκ ενι ελλην και ιουδαιοσ περιτομη και ακροβυστια βαρβαροσ σκυθησ δουλοσ ελευθεροσ αλλα τα παντα και εν πασιν χριστοσ
12Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ θεοῦ ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμοῦ, χρηστότητα, ταπεινοφροσύνην, πραΰτητα, μακροθυμίαν·
12ενδυσασθε ουν ωσ εκλεκτοι του θεου αγιοι και ηγαπημενοι σπλαγχνα οικτιρμου χρηστοτητα ταπεινοφροσυνην πραοτητα μακροθυμιαν
13ἀνεχόμενοι ἀλλήλων καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ κύριος ἐχαρίσατο ὑμῖν, οὕτως καὶ ὑμεῖς·
13ανεχομενοι αλληλων και χαριζομενοι εαυτοισ εαν τισ προσ τινα εχη μομφην καθωσ και ο χριστοσ εχαρισατο υμιν ουτωσ και υμεισ
14ἐπὶ πᾶσιν δὲ τούτοις τὴν ἀγάπην, ὅ ἐστιν σύνδεσμος τῆς τελειότητος.
14επι πασιν δε τουτοισ την αγαπην ητισ εστιν συνδεσμοσ τησ τελειοτητοσ
15καὶ ἡ εἰρήνη τοῦ Χριστοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε.¶
15και η ειρηνη του θεου βραβευετω εν ταισ καρδιαισ υμων εισ ην και εκληθητε εν ενι σωματι και ευχαριστοι γινεσθε
16Ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως, ἐν πάσῃ σοφίᾳ, διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς ψαλμοῖς, ὕμνοις, ᾠδαῖς πνευματικαῖς ἐν χάριτι ᾄδοντες ἐν ταῖς καρδίαις ὑμῶν τῷ θεῷ·
16ο λογοσ του χριστου ενοικειτω εν υμιν πλουσιωσ εν παση σοφια διδασκοντεσ και νουθετουντεσ εαυτουσ ψαλμοισ και υμνοισ και ωδαισ πνευματικαισ εν χαριτι αδοντεσ εν τη καρδια υμων τω κυριω
17καὶ πᾶν ὅ τι ἐὰν ποιῆτε ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι κυρίου Ἰησοῦ εὐχαριστοῦντες τῷ θεῷ πατρὶ δι᾽ αὐτοῦ.¶
17και παν ο τι αν ποιητε εν λογω η εν εργω παντα εν ονοματι κυριου ιησου ευχαριστουντεσ τω θεω και πατρι δι αυτου
18Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἀνδράσιν ὡς ἀνῆκεν ἐν κυρίῳ.¶
18αι γυναικεσ υποτασσεσθε τοισ ιδιοισ ανδρασιν ωσ ανηκεν εν κυριω
19Οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.¶
19οι ανδρεσ αγαπατε τασ γυναικασ και μη πικραινεσθε προσ αυτασ
20Τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσιν κατὰ πάντα· τοῦτο γὰρ εὐάρεστόν ἐστιν ἐν κυρίῳ.¶
20τα τεκνα υπακουετε τοισ γονευσιν κατα παντα τουτο γαρ εστιν ευαρεστον εν κυριω
21Οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.¶
21οι πατερεσ μη ερεθιζετε τα τεκνα υμων ινα μη αθυμωσιν
22Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλίᾳ ὡς ἀνθρωπάρεσκοι ἀλλ᾽ ἐν ἁπλότητι καρδίας φοβούμενοι τὸν κύριον.
22οι δουλοι υπακουετε κατα παντα τοισ κατα σαρκα κυριοισ μη εν οφθαλμοδουλειαισ ωσ ανθρωπαρεσκοι αλλ εν απλοτητι καρδιασ φοβουμενοι τον θεον
23ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε ὡς τῷ κυρίῳ καὶ οὐκ ἀνθρώποις·
23και παν ο τι εαν ποιητε εκ ψυχησ εργαζεσθε ωσ τω κυριω και ουκ ανθρωποισ
24εἰδότες ὅτι ἀπὸ κυρίου ἀπολήμψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ κυρίῳ Χριστῷ δουλεύετε.
24ειδοτεσ οτι απο κυριου ληψεσθε την ανταποδοσιν τησ κληρονομιασ τω γαρ κυριω χριστω δουλευετε 1398 V-PAI-2P
25ὁ γὰρ ἀδικῶν κομίσεται ὃ ἠδίκησεν καὶ οὐκ ἔστιν προσωπολημψία.¶
25ο δε αδικων κομιειται ο ηδικησεν και ουκ εστιν προσωποληψια
Tip: use the ← and → keys to turn chapters.