ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ
Chapter 4

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ

SBL Greek New Testament
vs Old Persian Versio…
Aa
Text size
Line width
Verse numbers

ΠΡΟΣ ΡΩΜΑΙΟΥΣ 4

SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Old Persian Version (ترجمه قدیم)
1Τί οὖν ἐροῦμεν ⸀εὑρηκέναι Ἀβραὰμ τὸν ⸀προπάτορα ⸀ἡμῶν κατὰ σάρκα;
1پس چه چیز را بگوییم که پدر ما ابراهیم بحسب جسم یافت؟
2εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα· ἀλλʼ οὐ ⸀πρὸς θεόν,
2زیرا اگر ابراهیم به اعمال عادل شمرده شد، جای فخر دارد اما نه درنزد خدا.
3τί γὰρ ἡ γραφὴ λέγει; Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
3زیرا کتاب چه می‌گوید؟ «ابراهیم به خدا ایمان آورد و آن برای او عدالت محسوب شد.»
4τῷ δὲ ἐργαζομένῳ ὁ μισθὸς οὐ λογίζεται κατὰ χάριν ἀλλὰ κατὰ ὀφείλημα·
4لکن برای کسی‌که عمل می‌کند، مزدش نه ازراه فیض بلکه از راه طلب محسوب می‌شود.
5τῷ δὲ μὴ ἐργαζομένῳ, πιστεύοντι δὲ ἐπὶ τὸν δικαιοῦντα τὸν ἀσεβῆ, λογίζεται ἡ πίστις αὐτοῦ εἰς δικαιοσύνην,
5واما کسی‌که عمل نکند، بلکه ایمان آورد به او که بی‌دینان را عادل می‌شمارد، ایمان او عدالت محسوب می‌شود.
6καθάπερ καὶ Δαυὶδ λέγει τὸν μακαρισμὸν τοῦ ἀνθρώπου ᾧ ὁ θεὸς λογίζεται δικαιοσύνην χωρὶς ἔργων·
6چنانکه داود نیز خوش حالی آن کس را ذکر می‌کند که خدا برای او عدالت محسوب می‌دارد، بدون اعمال:
7Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι,
7«خوشابحال کسانی که خطایای ایشان آمرزیده شد وگناهانشان مستور گردید؛
8μακάριος ἀνὴρ ⸀οὗ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν.
8خوشابحال کسی‌که خداوند گناه را به وی محسوب نفرماید.»
9Ὁ μακαρισμὸς οὖν οὗτος ἐπὶ τὴν περιτομὴν ἢ καὶ ἐπὶ τὴν ἀκροβυστίαν; λέγομεν ⸀γάρ· Ἐλογίσθη τῷ Ἀβραὰμ ἡ πίστις εἰς δικαιοσύνην.
9پس آیا این خوشحالی بر اهل ختنه گفته شدیا برای نامختونان نیز؟ زیرا می‌گوییم ایمان ابراهیم به عدالت محسوب گشت.
10πῶς οὖν ἐλογίσθη; ἐν περιτομῇ ὄντι ἢ ἐν ἀκροβυστίᾳ; οὐκ ἐν περιτομῇ ἀλλʼ ἐν ἀκροβυστίᾳ·
10پس در چه حالت محسوب شد، وقتی که او در ختنه بود یادر نامختونی؟ در ختنه نی، بلکه در نامختونی؛
11καὶ σημεῖον ἔλαβεν περιτομῆς, σφραγῖδα τῆς δικαιοσύνης τῆς πίστεως τῆς ἐν τῇ ἀκροβυστίᾳ, εἰς τὸ εἶναι αὐτὸν πατέρα πάντων τῶν πιστευόντων διʼ ἀκροβυστίας, εἰς τὸ ⸀λογισθῆναι αὐτοῖς τὴν δικαιοσύνην,
11و علامت ختنه را یافت تا مهر باشد بر آن عدالت ایمانی که در نامختونی داشت، تا او همه نامختونان را که ایمان آورند پدر باشد تا عدالت برای ایشان هم محسوب شود؛
12καὶ πατέρα περιτομῆς τοῖς οὐκ ἐκ περιτομῆς μόνον ἀλλὰ καὶ τοῖς στοιχοῦσιν τοῖς ἴχνεσιν τῆς ⸂ἐν ἀκροβυστίᾳ πίστεως⸃ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ.
12و پدر اهل ختنه نیز یعنی آنانی را که نه فقط مختونند بلکه سالک هم می‌باشند بر آثار ایمانی که پدر ماابراهیم در نامختونی داشت.
13Οὐ γὰρ διὰ νόμου ἡ ἐπαγγελία τῷ Ἀβραὰμ ἢ τῷ σπέρματι αὐτοῦ, τὸ κληρονόμον αὐτὸν ⸀εἶναι κόσμου, ἀλλὰ διὰ δικαιοσύνης πίστεως·
13زیرا به ابراهیم و ذریت او، وعده‌ای که اووارث جهان خواهد بود، از جهت شریعت داده نشد بلکه از عدالت ایمان.
14εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι, κεκένωται ἡ πίστις καὶ κατήργηται ἡ ἐπαγγελία·
14زیرا اگر اهل شریعت وارث باشند، ایمان عاطل شد و وعده باطل.
15ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται, οὗ ⸀δὲ οὐκ ἔστιν νόμος, οὐδὲ παράβασις.
15زیرا که شریعت باعث غضب است، زیرا جایی که شریعت نیست تجاوز هم نیست.
16Διὰ τοῦτο ἐκ πίστεως, ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι, οὐ τῷ ἐκ τοῦ νόμου μόνον ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ (ὅς ἐστιν πατὴρ πάντων ἡμῶν,
16و ازاین جهت از ایمان شد تا محض فیض باشد تاوعده برای همگی ذریت استوار شود نه مختص به ذریت شرعی بلکه به ذریت ایمانی ابراهیم نیزکه پدر جمیع ما است،
17καθὼς γέγραπται ὅτι Πατέρα πολλῶν ἐθνῶν τέθεικά σε), κατέναντι οὗ ἐπίστευσεν θεοῦ τοῦ ζῳοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα·
17(چنانکه مکتوب است که تو را پدر امت های بسیار ساخته‌ام )، در حضورآن خدایی که به او ایمان آورد که مردگان را زنده می‌کند و ناموجودات را به وجود می‌خواند؛
18ὃς παρʼ ἐλπίδα ἐπʼ ἐλπίδι ἐπίστευσεν εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον· Οὕτως ἔσται τὸ σπέρμα σου·
18که او در ناامیدی به امید ایمان آورد تا پدرامت های بسیار شود، برحسب آنچه گفته شد که «ذریت تو چنین خواهند بود.»
19καὶ μὴ ἀσθενήσας τῇ ⸀πίστει κατενόησεν τὸ ἑαυτοῦ ⸀σῶμα νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας,
19و در ایمان کم قوت نشده، نظر کرد به بدن خود که در آن وقت مرده بود، چونکه قریب به صد ساله بود و به رحم مرده ساره.
20εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ ἀλλὰ ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ θεῷ
20و در وعده خدا از بی‌ایمانی شک ننمود، بلکه قوی الایمان گشته، خدا را تمجیدنمود،
21καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστιν καὶ ποιῆσαι.
21و یقین دانست که به وفای وعده خود نیزقادر است.
22⸀διὸ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.
22و از این جهت برای او عدالت محسوب شد.
23Οὐκ ἐγράφη δὲ διʼ αὐτὸν μόνον ὅτι ἐλογίσθη αὐτῷ,
23ولکن اینکه برای وی محسوب شد، نه برای او فقط نوشته شد،
24ἀλλὰ καὶ διʼ ἡμᾶς οἷς μέλλει λογίζεσθαι, τοῖς πιστεύουσιν ἐπὶ τὸν ἐγείραντα Ἰησοῦν τὸν κύριον ἡμῶν ἐκ νεκρῶν,
24بلکه برای ما نیزکه به ما محسوب خواهد شد، چون ایمان آوریم به او که خداوند ما عیسی را از مردگان برخیزانید،
25ὃς παρεδόθη διὰ τὰ παραπτώματα ἡμῶν καὶ ἠγέρθη διὰ τὴν δικαίωσιν ἡμῶν.
25که به‌سبب گناهان ما تسلیم گردید و به‌سبب عادل شدن ما برخیزانیده شد.

Tip: use the ← and → keys to turn chapters.