ΙΩΑΝΝΟΥ Β 1
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Old Persian Version (ترجمه قدیم)
1Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ, καὶ οὐκ ἐγὼ μόνος ἀλλὰ καὶ πάντες οἱ ἐγνωκότες τὴν ἀλήθειαν,
1من که پیرم، به خاتون برگزیده و فرزندانش که ایشان را درراستی محبت مینمایم و نه من فقط بلکه همه کسانی که راستی را میدانند،
2διὰ τὴν ἀλήθειαν τὴν μένουσαν ἐν ἡμῖν, καὶ μεθʼ ἡμῶν ἔσται εἰς τὸν αἰῶνα·
2بخاطر آن راستی که در ما ساکن است و با ما تا به ابد خواهدبود.
3ἔσται μεθʼ ἡμῶν χάρις ἔλεος εἰρήνη παρὰ θεοῦ πατρός, καὶ ⸀παρὰ Ἰησοῦ Χριστοῦ τοῦ υἱοῦ τοῦ πατρός, ἐν ἀληθείᾳ καὶ ἀγάπῃ.
3فیض و رحمت و سلامتی از جانب خدای پدر و عیسی مسیح خداوند و پسر پدر در راستی و محبت با ما خواهد بود.
4Ἐχάρην λίαν ὅτι εὕρηκα ἐκ τῶν τέκνων σου περιπατοῦντας ἐν ἀληθείᾳ, καθὼς ἐντολὴν ἐλάβομεν παρὰ τοῦ πατρός.
4بسیار مسرور شدم چونکه بعضی از فرزندان تو را یافتم که در راستی رفتار میکنند، چنانکه ازپدر حکم یافتیم.
5καὶ νῦν ἐρωτῶ σε, κυρία, οὐχ ὡς ἐντολὴν ⸂καινὴν γράφων σοι⸃ ἀλλὰ ἣν εἴχομεν ἀπʼ ἀρχῆς, ἵνα ἀγαπῶμεν ἀλλήλους.
5و الانای خاتون از تو التماس دارم نه آنکه حکمی تازه به تو بنویسم، بلکه همان را که از ابتداء داشتیم که یکدیگر را محبت بنماییم.
6καὶ αὕτη ἐστὶν ἡ ἀγάπη, ἵνα περιπατῶμεν κατὰ τὰς ἐντολὰς αὐτοῦ· αὕτη ⸂ἡ ἐντολή ἐστιν⸃, καθὼς ἠκούσατε ἀπʼ ἀρχῆς, ἵνα ἐν αὐτῇ περιπατῆτε.
6و این است محبت که موافق احکام اوسلوک بنماییم و حکم همان است که از اول شنیدید تا در آن سلوک نماییم.
7ὅτι πολλοὶ πλάνοι ⸀ἐξῆλθον εἰς τὸν κόσμον, οἱ μὴ ὁμολογοῦντες Ἰησοῦν Χριστὸν ἐρχόμενον ἐν σαρκί· οὗτός ἐστιν ὁ πλάνος καὶ ὁ ἀντίχριστος.
7زیرا گمراه کنندگان بسیار بهدنیا بیرون شدندکه عیسی مسیح ظاهر شده در جسم را اقرارنمی کنند. آن است گمراهکننده و دجال.
8βλέπετε ἑαυτούς, ἵνα μὴ ⸀ἀπολέσητε ἃ ⸀εἰργασάμεθα, ἀλλὰ μισθὸν πλήρη ⸀ἀπολάβητε.
8خود رانگاه بدارید مبادا آنچه را که عمل کردیم برباددهید بلکه تا اجرت کامل بیابید.
9πᾶς ὁ ⸀προάγων καὶ μὴ μένων ἐν τῇ διδαχῇ τοῦ Χριστοῦ θεὸν οὐκ ἔχει· ὁ μένων ἐν τῇ ⸀διδαχῇ, οὗτος καὶ τὸν πατέρα καὶ τὸν υἱὸν ἔχει.
9هرکه پیشوایی میکند و در تعلیم مسیح ثابت نیست، خدا رانیافته است. اما آنکه در تعلیم مسیح ثابت ماند، اوهم پدر و پسر را دارد.
10εἴ τις ἔρχεται πρὸς ὑμᾶς καὶ ταύτην τὴν διδαχὴν οὐ φέρει, μὴ λαμβάνετε αὐτὸν εἰς οἰκίαν καὶ χαίρειν αὐτῷ μὴ λέγετε·
10اگر کسی به نزد شما آیدو این تعلیم را نیاورد، او را به خانه خود مپذیرید واو را تحیت مگویید.
11ὁ ⸂λέγων γὰρ⸃ αὐτῷ χαίρειν κοινωνεῖ τοῖς ἔργοις αὐτοῦ τοῖς πονηροῖς.
11زیرا هرکه او را تحیت گوید، در کارهای قبیحش شریک گردد.
12Πολλὰ ἔχων ὑμῖν γράφειν οὐκ ἐβουλήθην διὰ χάρτου καὶ μέλανος, ἀλλὰ ἐλπίζω ⸀γενέσθαι πρὸς ὑμᾶς καὶ στόμα πρὸς στόμα λαλῆσαι, ἵνα ἡ χαρὰ ⸀ὑμῶν ⸂πεπληρωμένη ᾖ⸃.
12چیزهای بسیار دارم که به شما بنویسم، لکن نخواستم که به کاغذ و مرکب بنویسم، بلکه امیدوارم که به نزد شما بیایم و زبانی گفتگو نمایم تا خوشی ما کامل شود.
13Ἀσπάζεταί σε τὰ τέκνα τῆς ἀδελφῆς σου τῆς ⸀ἐκλεκτῆς.
13فرزندان خواهر برگزیده تو، به تو سلام میرسانند. آمین.
Tip: use the ← and → keys to turn chapters.