ΚΑΤΑ ΜΑΡΚΟΝ 2
SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Old Persian Version (ترجمه قدیم)
1Καὶ ⸀εἰσελθὼν πάλιν εἰς Καφαρναοὺμ διʼ ⸀ἡμερῶν ἠκούσθη ὅτι ⸂ἐν οἴκῳ⸃ ἐστίν·
1و بعد از چندی، باز وارد کفرناحوم شده، چون شهرت یافت که در خانه است،
2⸀καὶ συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον.
2بی درنگ جمعی ازدحام نمودند بقسمی که بیرون در نیز گنجایش نداشت و برای ایشان کلام را بیان میکرد.
3καὶ ἔρχονται ⸂φέροντες πρὸς αὐτὸν παραλυτικὸν⸃ αἰρόμενον ὑπὸ τεσσάρων.
3که ناگاه بعضی نزد وی آمده مفلوجی را بهدست چهار نفر برداشته، آوردند.
4καὶ μὴ δυνάμενοι ⸀προσενέγκαι αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ⸀ὅπου ὁ παραλυτικὸς κατέκειτο.
4و چون بهسبب جمعیت نتوانستند نزد او برسند، طاق جایی را که او بود باز کرده و شکافته، تختی را که مفلوج بر آن خوابیده بود، به زیر هشتند.
5⸂καὶ ἰδὼν⸃ ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον, ⸂ἀφίενταί σου⸃ αἱ ⸀ἁμαρτίαι.
5عیسی چون ایمان ایشان را دید، مفلوج را گفت: «ای فرزند، گناهان تو آمرزیده شد.»
6ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν·
6لیکن بعضی از کاتبان که در آنجا نشسته بودند، در دل خود تفکر نمودند
7Τί οὗτος οὕτως λαλεῖ; ⸀βλασφημεῖ· τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός;
7که «چرا این شخص چنین کفر میگوید؟ غیر از خدای واحد، کیست که بتواند گناهان را بیامرزد؟»
8καὶ ⸀εὐθὺς ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι ⸀οὕτως διαλογίζονται ἐν ἑαυτοῖς ⸀λέγει αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
8در ساعت عیسی در روح خود ادراک نموده که با خود چنین فکر میکنند، بدیشان گفت: «از بهرچه این خیالات را بهخاطر خود راه میدهید؟
9τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· ⸀Ἀφίενταί σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ⸀Ἔγειρε καὶ ἆρον ⸂τὸν κράβαττόν σου⸃ καὶ περιπάτει;
9کدام سهل تر است؟ مفلوج را گفتن گناهان تو آمرزیده شد؟ یا گفتن برخیز و بستر خود را برداشته بخرام؟
10ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ⸂ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας⸃— λέγει τῷ παραλυτικῷ·
10لیکن تا بدانید که پسر انسان رااستطاعت آمرزیدن گناهان بر روی زمین هست...» مفلوج را گفت:
11Σοὶ λέγω, ⸀ἔγειρε ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου.
11«تو را میگویم برخیز و بستر خود را برداشته، به خانه خود برو!»
12καὶ ἠγέρθη ⸂καὶ εὐθὺς⸃ ἄρας τὸν κράβαττον ἐξῆλθεν ⸀ἔμπροσθεν πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι ⸂Οὕτως οὐδέποτε⸃ εἴδομεν.
12او برخاست و بیتامل بستر خود را برداشته، پیش روی همه روانه شد بطوری که همه حیران شده، خدا را تمجید نموده، گفتند: «مثل این امرهرگز ندیده بودیم!»
13Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς.
13و باز به کناره دریا رفت و تمام آن گروه نزداو آمدند و ایشان را تعلیم میداد.
14καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
14و هنگامی که میرفت لاوی ابن حلفی را بر باجگاه نشسته دید. بدو گفت: «از عقب من بیا!» پس برخاسته، درعقب وی شتافت.
15Καὶ ⸀γίνεται κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, ἦσαν γὰρ πολλοὶ καὶ ⸀ἠκολούθουν αὐτῷ.
15و وقتی که او در خانه وی نشسته بود، بسیاری از باجگیران و گناهکاران باعیسی و شاگردانش نشستند زیرا بسیار بودند وپیروی او میکردند.
16καὶ οἱ γραμματεῖς ⸂τῶν Φαρισαίων⸃ ⸀ἰδόντες ⸂ὅτι ἐσθίει⸃ μετὰ τῶν ⸂ἁμαρτωλῶν καὶ τελωνῶν⸃ ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· ⸀Ὅτι μετὰ τῶν ⸂τελωνῶν καὶ ἁμαρτωλῶν⸃ ⸀ἐσθίει;
16و چون کاتبان و فریسیان او را دیدند که با باجگیران و گناهکاران میخورد، به شاگردان او گفتند: «چرا با باجگیران وگناهکاران اکل و شرب مینماید؟»
17καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς ⸀ὅτι Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλʼ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ⸀ἁμαρτωλούς.
17عیسی چون این را شنید، بدیشان گفت: «تندرستان احتیاج به طبیب ندارند بلکه مریضان. و من نیامدم تا عادلان را بلکه تا گناهکاران را به توبه دعوت کنم.»
18Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ ⸀Φαρισαῖοι νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· Διὰ τί οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ ⸀μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν;
18و شاگردان یحیی و فریسیان روزه میداشتند. پس آمده، بدو گفتند: «چون است که شاگردان یحیی و فریسیان روزه میدارند وشاگردان تو روزه نمی دارند؟»
19καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετʼ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον ⸂ἔχουσιν τὸν νυμφίον μετʼ αὐτῶν⸃ οὐ δύνανται νηστεύειν·
19عیسی بدیشان گفت: «آیا ممکن است پسران خانه عروسی مادامی که داماد با ایشان است روزه بدارند؟ زمانی که داماد را با خود دارند، نمی توانند روزهدارند.
20ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ⸂ἐκείνῃ τῇ ἡμέρᾳ⸃.
20لیکن ایامی میآید که داماد از ایشان گرفته شود. در آن ایام روزه خواهند داشت.
21⸀Οὐδεὶς ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ⸂ἱμάτιον παλαιόν⸃· εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ⸀ἀπʼ αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται.
21وهیچکس بر جامه کهنه، پارهای از پارچه نو وصله نمی کند، والا آن وصله نو از آن کهنه جدامی گردد و دریدگی بدتر میشود.
22καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ⸂ῥήξει ὁ οἶνος⸃ τοὺς ἀσκούς, καὶ ὁ οἶνος ⸂ἀπόλλυται καὶ οἱ ἀσκοί⸃. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς ⸀καινούς.
22و کسی شراب نو را در مشکهای کهنه نمی ریزد وگرنه آن شراب نو مشکها را بدرد و شراب ریخته، مشکهاتلف میگردد. بلکه شراب نو را در مشکهای نوباید ریخت.»
23Καὶ ἐγένετο ⸂αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι⸃ διὰ τῶν σπορίμων, καὶ ⸂οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο⸃ ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας.
23و چنان افتاد که روز سبتی از میان مزرعهها میگذشت و شاگردانش هنگامی که میرفتند، به چیدن خوشهها شروع کردند.
24καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἴδε τί ⸀ποιοῦσιν τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν;
24فریسیان بدو گفتند: «اینک چرا در روزسبت مرتکب عملی میباشند که روا نیست؟»
25καὶ ⸀λέγει αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετʼ αὐτοῦ;
25او بدیشان گفت: «مگر هرگز نخوانده ایدکه داود چه کرد چون او و رفقایش محتاج وگرسنه بودند؟
26⸀πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ ⸂τοὺς ἱερεῖς⸃, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν;
26چگونه در ایام ابیتار رئیس کهنه به خانه خدا درآمده، نان تقدمه راخورد که خوردن آن جز به کاهنان روا نیست و به رفقای خود نیز داد؟»
27καὶ ἔλεγεν αὐτοῖς· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο ⸀καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον·
27و بدیشان گفت: «سبت بجهت انسان مقرر شد نه انسان برای سبت.
28ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
28بنابراین پسر انسان مالک سبت نیزهست.»
Tip: use the ← and → keys to turn chapters.