ΠΕΤΡΟΥ Α
Chapter 3

ΠΕΤΡΟΥ Α

SBL Greek New Testament
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΠΕΤΡΟΥ Α 3

SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1⸀Ὁμοίως γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα ⸀καὶ εἴ τινες ἀπειθοῦσιν τῷ λόγῳ διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσονται
1ομοιωσ αι γυναικεσ υποτασσομεναι τοισ ιδιοισ ανδρασιν ινα και ει τινεσ απειθουσιν τω λογω δια τησ των γυναικων αναστροφησ ανευ λογου κερδηθησονται
2ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἁγνὴν ἀναστροφὴν ὑμῶν.
2εποπτευσαντεσ την εν φοβω αγνην αναστροφην υμων
3ὧν ἔστω οὐχ ὁ ἔξωθεν ἐμπλοκῆς τριχῶν καὶ περιθέσεως χρυσίων ἢ ἐνδύσεως ἱματίων κόσμος,
3ων εστω ουχ ο εξωθεν εμπλοκησ τριχων και περιθεσεωσ χρυσιων η ενδυσεωσ ιματιων κοσμοσ
4ἀλλʼ ὁ κρυπτὸς τῆς καρδίας ἄνθρωπος ἐν τῷ ἀφθάρτῳ τοῦ ⸂πραέως καὶ ἡσυχίου⸃ πνεύματος, ὅ ἐστιν ἐνώπιον τοῦ θεοῦ πολυτελές.
4αλλ ο κρυπτοσ τησ καρδιασ ανθρωποσ εν τω αφθαρτω του πραεοσ και ησυχιου πνευματοσ ο εστιν ενωπιον του θεου πολυτελεσ
5οὕτως γάρ ποτε καὶ αἱ ἅγιαι γυναῖκες αἱ ἐλπίζουσαι ⸀εἰς θεὸν ἐκόσμουν ἑαυτάς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν,
5ουτωσ γαρ ποτε και αι αγιαι γυναικεσ αι ελπιζουσαι επι θεον εκοσμουν εαυτασ υποτασσομεναι τοισ ιδιοισ ανδρασιν
6ὡς Σάρρα ⸀ὑπήκουσεν τῷ Ἀβραάμ, κύριον αὐτὸν καλοῦσα· ἧς ἐγενήθητε τέκνα ἀγαθοποιοῦσαι καὶ μὴ φοβούμεναι μηδεμίαν πτόησιν.
6ωσ σαρρα υπηκουσεν τω αβρααμ κυριον αυτον καλουσα ησ εγενηθητε τεκνα αγαθοποιουσαι και μη φοβουμεναι μηδεμιαν πτοησιν
7Οἱ ἄνδρες ὁμοίως συνοικοῦντες κατὰ γνῶσιν, ὡς ἀσθενεστέρῳ σκεύει τῷ γυναικείῳ ἀπονέμοντες τιμήν, ὡς καὶ ⸀συγκληρονόμοις χάριτος ζωῆς, εἰς τὸ μὴ ἐγκόπτεσθαι τὰς προσευχὰς ὑμῶν.
7οι ανδρεσ ομοιωσ συνοικουντεσ κατα γνωσιν ωσ ασθενεστερω σκευει τω γυναικειω απονεμοντεσ τιμην ωσ και συγκληρονομοι χαριτοσ ζωησ εισ το μη εγκοπτεσθαι τασ προσευχασ υμων
8Τὸ δὲ τέλος πάντες ὁμόφρονες, συμπαθεῖς, φιλάδελφοι, εὔσπλαγχνοι, ⸀ταπεινόφρονες,
8το δε τελοσ παντεσ ομοφρονεσ συμπαθεισ φιλαδελφοι ευσπλαγχνοι φιλοφρονεσ
9μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας τοὐναντίον δὲ ⸀εὐλογοῦντες, ὅτι εἰς τοῦτο ἐκλήθητε ἵνα εὐλογίαν κληρονομήσητε.
9μη αποδιδοντεσ κακον αντι κακου η λοιδοριαν αντι λοιδοριασ τουναντιον δε ευλογουντεσ ειδοτεσ οτι εισ τουτο εκληθητε ινα ευλογιαν κληρονομησητε
10ὁ γὰρ θέλων ζωὴν ἀγαπᾶν καὶ ἰδεῖν ἡμέρας ἀγαθὰς παυσάτω τὴν ⸀γλῶσσαν ἀπὸ κακοῦ καὶ ⸀χείλη τοῦ μὴ λαλῆσαι δόλον,
10ο γαρ θελων ζωην αγαπαν και ιδειν ημερασ αγαθασ παυσατω την γλωσσαν αυτου απο κακου και χειλη αυτου του μη λαλησαι δολον
11ἐκκλινάτω ⸀δὲ ἀπὸ κακοῦ καὶ ποιησάτω ἀγαθόν, ζητησάτω εἰρήνην καὶ διωξάτω αὐτήν·
11εκκλινατω απο κακου και ποιησατω αγαθον ζητησατω ειρηνην και διωξατω αυτην
12ὅτι ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους καὶ ὦτα αὐτοῦ εἰς δέησιν αὐτῶν, πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά.
12οτι οφθαλμοι κυριου επι δικαιουσ και ωτα αυτου εισ δεησιν αυτων προσωπον δε κυριου επι ποιουντασ κακα
13Καὶ τίς ὁ κακώσων ὑμᾶς ἐὰν τοῦ ἀγαθοῦ ⸀ζηλωταὶ γένησθε;
13και τισ ο κακωσων υμασ εαν του αγαθου μιμηται γενησθε
14ἀλλʼ εἰ καὶ πάσχοιτε διὰ δικαιοσύνην, μακάριοι. τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε μηδὲ ταραχθῆτε,
14αλλ ει και πασχοιτε δια δικαιοσυνην μακαριοι τον δε φοβον αυτων μη φοβηθητε μηδε ταραχθητε
15κύριον δὲ τὸν ⸀Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ὑμῶν, ⸀ἕτοιμοι ἀεὶ πρὸς ἀπολογίαν παντὶ τῷ αἰτοῦντι ὑμᾶς λόγον περὶ τῆς ἐν ὑμῖν ἐλπίδος,
15κυριον δε τον θεον αγιασατε εν ταισ καρδιαισ υμων ετοιμοι δε αει προσ απολογιαν παντι τω αιτουντι υμασ λογον περι τησ εν υμιν ελπιδοσ μετα πραυτητοσ και φοβου
16⸀ἀλλὰ μετὰ πραΰτητος καὶ φόβου, συνείδησιν ἔχοντες ἀγαθήν, ἵνα ἐν ᾧ ⸀καταλαλεῖσθε καταισχυνθῶσιν οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἀγαθὴν ἐν Χριστῷ ἀναστροφήν.
16συνειδησιν εχοντεσ αγαθην ινα εν ω καταλαλουσιν υμων ωσ κακοποιων καταισχυνθωσιν οι επηρεαζοντεσ υμων την αγαθην εν χριστω αναστροφην
17κρεῖττον γὰρ ἀγαθοποιοῦντας, εἰ θέλοι τὸ θέλημα τοῦ θεοῦ, πάσχειν ἢ κακοποιοῦντας.
17κρειττον γαρ αγαθοποιουντασ ει θελοι το θελημα του θεου πασχειν η κακοποιουντασ
18ὅτι καὶ Χριστὸς ἅπαξ περὶ ἁμαρτιῶν ⸀ἔπαθεν, δίκαιος ὑπὲρ ἀδίκων, ἵνα ⸀ὑμᾶς προσαγάγῃ τῷ θεῷ, θανατωθεὶς μὲν σαρκὶ ζῳοποιηθεὶς δὲ πνεύματι·
18οτι και χριστοσ απαξ περι αμαρτιων επαθεν δικαιοσ υπερ αδικων ινα υμασ προσαγαγη τω θεω θανατωθεισ μεν σαρκι ζωοποιηθεισ δε πνευματι
19ἐν ᾧ καὶ τοῖς ἐν φυλακῇ πνεύμασιν πορευθεὶς ἐκήρυξεν,
19εν ω και τοισ εν φυλακη πνευμασιν πορευθεισ εκηρυξεν
20ἀπειθήσασίν ποτε ὅτε ἀπεξεδέχετο ἡ τοῦ θεοῦ μακροθυμία ἐν ἡμέραις Νῶε κατασκευαζομένης κιβωτοῦ εἰς ἣν ⸀ὀλίγοι, τοῦτʼ ἔστιν ὀκτὼ ψυχαί, διεσώθησαν διʼ ὕδατος.
20απειθησασιν ποτε οτε απεξεδεχετο η του θεου μακροθυμια εν ημεραισ νωε κατασκευαζομενησ κιβωτου εισ ην ολιγαι τουτ εστιν οκτω ψυχαι διεσωθησαν δι υδατοσ
21ὃ ⸂καὶ ὑμᾶς ἀντίτυπον νῦν⸃ σῴζει βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς θεόν, διʼ ἀναστάσεως Ἰησοῦ Χριστοῦ,
21ο αντιτυπον νυν και ημασ σωζει βαπτισμα ου σαρκοσ αποθεσισ ρυπου αλλα συνειδησεωσ αγαθησ επερωτημα εισ θεον δι αναστασεωσ ιησου χριστου
22ὅς ἐστιν ἐν ⸀δεξιᾷ θεοῦ πορευθεὶς εἰς οὐρανὸν ὑποταγέντων αὐτῷ ἀγγέλων καὶ ἐξουσιῶν καὶ δυνάμεων.
22οσ εστιν εν δεξια του θεου πορευθεισ εισ ουρανον υποταγεντων αυτω αγγελων και εξουσιων και δυναμεων

Tip: use the ← and → keys to turn chapters.