ΙΩΑΝΝΟΥ Α
Chapter 5

ΙΩΑΝΝΟΥ Α

SBL Greek New Testament
vs Greek New Testamen…
Aa
Text size
Line width
Verse numbers

ΙΩΑΝΝΟΥ Α 5

SBL Greek New TestamentOriginal language
SBL Greek New Testament
Greek New Testament: Byzantine Text (Robinson–Pierpont 2018)
1Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ ⸀καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ.
1πασ ο πιστευων οτι ιησουσ εστιν ο χριστοσ εκ του θεου γεγεννηται και πασ ο αγαπων τον γεννησαντα αγαπα 25 V-PAI-3S και τον γεγεννημενον εξ αυτου
2ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ, ὅταν τὸν θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ ⸀ποιῶμεν·
2εν τουτω γινωσκομεν οτι αγαπωμεν τα τεκνα του θεου οταν τον θεον αγαπωμεν και τασ εντολασ αυτου τηρωμεν
3αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν, καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν,
3αυτη γαρ εστιν η αγαπη του θεου ινα τασ εντολασ αυτου τηρωμεν και αι εντολαι αυτου βαρειαι ουκ εισιν
4ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον. καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν·
4οτι παν το γεγεννημενον εκ του θεου νικα τον κοσμον και αυτη εστιν η νικη η νικησασα τον κοσμον η πιστισ ημων
5τίς ⸂δέ ἐστιν⸃ ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ;
5τισ εστιν ο νικων τον κοσμον ει μη ο πιστευων οτι ιησουσ εστιν ο υιοσ του θεου
6Οὗτός ἐστιν ὁ ἐλθὼν διʼ ὕδατος καὶ αἵματος, Ἰησοῦς Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον ἀλλʼ ἐν τῷ ὕδατι καὶ ⸀ἐν τῷ αἵματι· καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια.
6ουτοσ εστιν ο ελθων δι υδατοσ και αιματοσ ιησουσ χριστοσ ουκ εν τω υδατι μονον αλλ εν τω υδατι και τω αιματι και το πνευμα εστιν το μαρτυρουν οτι το πνευμα εστιν η αληθεια
7ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες,
7οτι τρεισ εισιν οι μαρτυρουντεσ
8τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν.
8το πνευμα και το υδωρ και το αιμα και οι τρεισ εισ το εν εισιν
9εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν, ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ ⸀ὅτι μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ.
9ει την μαρτυριαν των ανθρωπων λαμβανομεν η μαρτυρια του θεου μειζων εστιν οτι αυτη εστιν η μαρτυρια του θεου ην μεμαρτυρηκεν περι του υιου αυτου
10ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν ⸀αὑτῷ· ὁ μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ.
10ο πιστευων εισ τον υιον του θεου εχει την μαρτυριαν εν αυτω ο μη πιστευων τω θεω ψευστην πεποιηκεν αυτον οτι ου πεπιστευκεν εισ την μαρτυριαν ην μεμαρτυρηκεν ο θεοσ περι του υιου αυτου
11καὶ αὕτη ἐστὶν ἡ μαρτυρία, ὅτι ζωὴν αἰώνιον ἔδωκεν ⸂ὁ θεὸς ἡμῖν⸃, καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν.
11και αυτη εστιν η μαρτυρια οτι ζωην αιωνιον εδωκεν ημιν ο θεοσ και αυτη η ζωη εν τω υιω αυτου εστιν
12ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει.
12ο εχων τον υιον εχει την ζωην ο μη εχων τον υιον του θεου την ζωην ουκ εχει
13Ταῦτα ἔγραψα ⸀ὑμῖν ἵνα εἰδῆτε ὅτι ζωὴν ⸂ἔχετε αἰώνιον⸃, ⸂τοῖς πιστεύουσιν⸃ εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ.
13ταυτα εγραψα υμιν τοισ πιστευουσιν εισ το ονομα του υιου του θεου ινα ειδητε οτι ζωην αιωνιον εχετε και ινα πιστευητε εισ το ονομα του υιου του θεου
14καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν.
14και αυτη εστιν η παρρησια ην εχομεν προσ αυτον οτι εαν τι αιτωμεθα κατα το θελημα αυτου ακουει ημων
15καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ ⸀ἐὰν αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν ⸀ἀπʼ αὐτοῦ.
15και εαν οιδαμεν οτι ακουει ημων ο εαν αιτωμεθα οιδαμεν οτι εχομεν τα αιτηματα α ητηκαμεν παρ αυτου
16ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει, καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον. ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ.
16εαν τισ ιδη τον αδελφον αυτου αμαρτανοντα αμαρτιαν μη προσ θανατον αιτησει και δωσει αυτω ζωην τοισ αμαρτανουσιν μη προσ θανατον εστιν αμαρτια προσ θανατον ου περι εκεινησ λεγω ινα ερωτηση
17πᾶσα ἀδικία ἁμαρτία ἐστίν, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.
17πασα αδικια αμαρτια εστιν και εστιν αμαρτια ου προσ θανατον
18Οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ οὐχ ἁμαρτάνει, ἀλλʼ ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ ⸀αὐτόν, καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.
18οιδαμεν οτι πασ ο γεγεννημενοσ εκ του θεου ουχ αμαρτανει αλλ ο γεννηθεισ εκ του θεου τηρει εαυτον και ο πονηροσ ουχ απτεται αυτου
19οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν, καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται.
19οιδαμεν οτι εκ του θεου εσμεν και ο κοσμοσ ολοσ εν τω πονηρω κειται
20οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει, καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα ⸀γινώσκωμεν τὸν ἀληθινόν· καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος.
20οιδαμεν δε οτι ο υιοσ του θεου ηκει και δεδωκεν ημιν διανοιαν ινα γινωσκωμεν τον αληθινον και εσμεν εν τω αληθινω εν τω υιω αυτου ιησου χριστω ουτοσ εστιν ο αληθινοσ θεοσ και ζωη αιωνιοσ
21Τεκνία, φυλάξατε ἑαυτὰ ἀπὸ τῶν ⸀εἰδώλων.
21τεκνια φυλαξατε εαυτα απο των ειδωλων αμην

Tip: use the ← and → keys to turn chapters.