لوقا 20
Old Persian Version (ترجمه قدیم)Translation
Old Persian Version (ترجمه قدیم)
Greek New Testament: 1904 Patriarchal Text (Byzantine)
1روزی از آن روزها واقع شد هنگامی که او قوم را در هیکل تعلیم و بشارت میداد که روسا کهنه و کاتبان با مشایخ آمده،
1Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν ἐκείνων διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ἱερεῖς καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις
2به وی گفتند: «به ما بگو که به چه قدرت این کارها رامی کنی و کیست که این قدرت را به تو داده است؟»
2καὶ εἶπον πρὸς αὐτὸν λέγοντες· εἰπὲ ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;
3در جواب ایشان گفت: «من نیز از شماچیزی میپرسم. به من بگویید.
3ἀποκριθεὶς δὲ εἶπε πρὸς αὐτούς· ἐρωτήσω ὑμᾶς κἀγὼ ἕνα λόγον, καὶ εἴπατέ μοι·
4تعمید یحیی ازآسمان بود یا از مردم؟»
4τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων;
5ایشان با خود اندیشیده، گفتند که اگر گوییم از آسمان، هرآینه گوید چرا به او ایمان نیاوردید؟
5οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι ἐὰν εἴπωμεν, ἐξ οὐρανοῦ, ἐρεῖ, διατί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
6و اگر گوییم از انسان، تمامی قوم ما را سنگسار کنند زیرا یقین میدارند که یحیی نبی است.»
6ἐὰν δὲ εἴπωμεν, ἐξ ἀνθρώπων, πᾶς ὁ λαὸς καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.
7پس جواب دادند که «نمی دانیم از کجا بود.»
7καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν.
8عیسی به ایشان گفت: «من نیز شما را نمی گویم که این کارها را به چه قدرت بهجا میآورم.»
8καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
9و این مثل را به مردم گفتن گرفت که «شخصی تاکستانی غرس کرد و به باغبانش سپرده مدت مدیدی سفر کرد.
9Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· ἄνθρωπός τις ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησε χρόνους ἱκανούς.
10و در موسم غلامی نزدباغبانان فرستاد تا از میوه باغ بدو سپارند. اماباغبانان او را زده، تهیدست بازگردانیدند.
10καὶ ἐν τῷ καιρῷ ἀπέστειλε πρὸς τοὺς γεωργοὺς δοῦλον ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος δώσουσιν αὐτῷ· οἱ δὲ γεωργοὶ δείραντες αὐτὸν ἐξαπέστειλαν κενόν.
11پس غلامی دیگر روانه نمود. او را نیز تازیانه زده بیحرمت کرده، تهیدست بازگردانیدند.
11καὶ προσέθετο αὐτοῖς πέμψαι ἕτερον δοῦλον. οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν.
12و بازسومی فرستاد. او را نیز مجروح ساخته بیرون افکندند.
12καὶ προσέθετο πέμψαι τρίτον. οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον.
13آنگاه صاحب باغ گفت چه کنم؟ پسرحبیب خود را میفرستم شاید چون او را بینند احترام خواهند نمود.
13εἶπε δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως τοῦτον ἰδόντες ἐντραπήσονται.
14اما چون باغبانان او رادیدند، با خود تفکرکنان گفتند، این وارث میباشد، بیایید او را بکشیم تا میراث از آن ماگردد.
14ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ἑαυτοὺς λέγοντες· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία.
15در حال او را از باغ بیرون افکنده کشتند. پس صاحب باغ بدیشان چه خواهد کرد؟
15καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος;
16اوخواهد آمد و باغبانان را هلاک کرده باغ را به دیگران خواهد سپرد.» پس چون شنیدند گفتندحاشا.
16ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπον· μὴ γένοιτο.
17به ایشان نظر افکنده گفت: «پس معنیاین نوشته چیست، سنگی را که معماران ردکردند، همان سر زاویه شده است.
17ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπε· τί οὖν ἐστι τὸ γεγραμμένον τοῦτο, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας;
18و هرکه برآن سنگ افتد خرد شود، اما اگر آن بر کسی بیفتداو را نرم خواهد ساخت؟»
18πᾶς ὁ πεσὼν ἐπ᾽ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν.
19آنگاه روسای کهنه و کاتبان خواستند که در همان ساعت او را گرفتارکنند. لیکن از قوم ترسیدند زیرا که دانستند که این مثل را درباره ایشان زده بود.
19Καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν τὸν λαόν· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὰς παραβολὰς ἔλεγε.
20و مراقب او بوده جاسوسان فرستادند که خود را صالح مینمودند تا سخنی از او گرفته، اورا به حکم و قدرت والی بسپارند.
20Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος.
21پس از اوسوال نموده گفتند: «ای استاد میدانیم که تو به راستی سخن میرانی و تعلیم میدهی و از کسی روداری نمی کنی، بلکه طریق خدا را به صدق میآموزی،
21καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις·
22آیا بر ما جایز هست که جزیه به قیصر بدهیم یا نه؟»
22ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι ἢ οὔ;
23او چون مکر ایشان را درک کرد، بدیشان گفت: «مرا برای چه امتحان میکنید؟
23κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπε πρὸς αὐτούς· τί με πειράζετε;
24دیناری به من نشان دهید. صورت ورقمش از کیست؟ «ایشان در جواب گفتند: «از قیصر است.»
24δείξατέ μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; ἀποκριθέντες δὲ εἶπον· Καίσαρος.
25او به ایشان گفت: «پس مال قیصررا به قیصر رد کنید و مال خدا را به خدا.»
25ὁ δὲ εἶπεν αὐτοῖς· ἀπόδοτε τοίνυν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
26پس چون نتوانستند او را به سخنی در نظر مردم ملزم سازند، از جواب او در عجب شده ساکت ماندند.
26καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.
27و بعضی از صدوقیان که منکر قیامت هستند، پیش آمده از وی سوال کرده،
27Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ λέγοντες μὴ εἶναι ἀνάστασιν, ἐπηρώτησαν αὐτὸν
28گفتند: «ای استاد، موسی برای ما نوشته است که اگرکسی را برادری که زن داشته باشد بمیرد وبی اولاد فوت شود، باید برادرش آن زن را بگیردتا برای برادر خود نسلی آورد.
28λέγοντες· διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ἀποθάνῃ, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
29پس هفت برادربودند که اولی زن گرفته اولاد ناآورده، فوت شد.
29ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος·
30بعد دومین آن زن را گرفته، او نیز بیاولاد بمرد.
30καὶ ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα, καὶ οὗτος ἀπέθανεν ἄτεκνος·
31پس سومین او را گرفت و همچنین تا هفتمین وهمه فرزند ناآورده، مردند.
31καὶ ὁ τρίτος ἔλαβεν αὐτὴν ὡσαύτως· ὡσαύτως δὲ καὶ οἱ ἑπτά· οὐ κατέλιπον τέκνα, καὶ ἀπέθανον·
32و بعد از همه، آن زن نیز وفات یافت.
32ὕστερον δὲ πάντων καὶ ἡ γυνὴ ἀπέθανεν.
33پس در قیامت، زن کدامیک از ایشان خواهد بود، زیرا که هر هفت او راداشتند؟»
33ἐν τῇ ἀναστάσει οὖν τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
34عیسی در جواب ایشان گفت: «ابنای این عالم نکاح میکنند و نکاح کرده میشوند.
34καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσι καὶ ἐκγαμίζονται·
35لیکن آنانی که مستحق رسیدن به آن عالم و به قیامت از مردگان شوند، نه نکاح میکنند و نه نکاح کرده میشوند.
35οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε γαμίζονται·
36زیرا ممکن نیست که دیگربمیرند از آن جهت که مثل فرشتگان و پسران خدامی باشند، چونکه پسران قیامت هستند.
36οὔτε γὰρ ἀποθανεῖν ἔτι δύνανται· ἰσάγγελοι γάρ εἰσι καὶ υἱοί εἰσι τοῦ Θεοῦ, τῆς ἀναστάσεως υἱοὶ ὄντες.
37و امااینکه مردگان برمی خیزند، موسی نیز در ذکر بوته نشان داد، چنانکه خداوند را خدای ابراهیم وخدای اسحاق و خدای یعقوب خواند.
37ὅτι δὲ ἐγείρονται οἱ νεκροί, καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει Κύριον τὸν Θεὸν Ἀβραὰμ καὶ τὸν Θεὸν Ἰσαὰκ καὶ τὸν Θεὸν Ἰακώβ.
38و حال آنکه خدای مردگان نیست بلکه خدای زندگان است. زیرا همه نزد او زنده هستند.»
38Θεὸς δὲ οὐκ ἔστι νεκρῶν, ἀλλὰ ζώντων· πάντες γὰρ αὐτῷ ζῶσιν.
39پس بعضی از کاتبان در جواب گفتند: «ای استاد. نیکوگفتی.»
39ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπον· διδάσκαλε, καλῶς εἶπας.
40و بعد از آن هیچکس جرات آن نداشت که از وی سوالی کند.
40οὐκέτι δὲ ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.
41پس به ایشان گفت: «چگونه میگویند که مسیح پسر داود است
41Εἶπε δὲ πρὸς αὐτούς· πῶς λέγουσι τὸν Χριστὸν υἱὸν Δαυῒδ εἶναι;
42و خود داود در کتاب زبور میگوید، خداوند به خداوند من گفت بهدست راست من بنشین
42καὶ αὐτὸς Δαυῒδ λέγει ἐν βίβλῳ τῶν ψαλμῶν· εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου
43تا دشمنان تو راپای انداز تو سازم؟
43ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
44پس چون داود او راخداوند میخواند چگونه پسر او میباشد؟»
44Δαυῒδ οὖν αὐτὸν Κύριον καλεῖ· καὶ πῶς υἱὸς αὐτοῦ ἐστιν;
45و چون تمامی قوم میشنیدند، به شاگردان خود گفت:
45Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπε τοῖς μαθηταῖς αὐτοῦ·
46«بپرهیزید از کاتبانی که خرامیدن در لباس دراز را میپسندند و سلام در بازارها وصدر کنایس و بالا نشستن در ضیافتها را دوست میدارند.
46προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις,
47و خانه های بیوهزنان را میبلعند ونماز را به ریاکاری طول میدهند. اینها عذاب شدیدتر خواهند یافت.»
47οἳ κατεσθίουσι τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήψονται περισσότερον κρῖμα.
Tip: use the ← and → keys to turn chapters.