غلاطیان
Chapter 4

غلاطیان

Old Persian Version (ترج…
vs SBL Greek New Test…
Aa
Text size
Line width
Verse numbers
Old Persian Version (ترجمه قدیم)
SBL Greek New Testament
1است، از غلام هیچ فرق ندارد، هرچندمالک همه باشد.
1Λέγω δέ, ἐφʼ ὅσον χρόνον ὁ κληρονόμος νήπιός ἐστιν, οὐδὲν διαφέρει δούλου κύριος πάντων ὤν,
2بلکه زیردست ناظران و وکلامی باشد تا روزی که پدرش تعیین کرده باشد.
2ἀλλὰ ὑπὸ ἐπιτρόπους ἐστὶ καὶ οἰκονόμους ἄχρι τῆς προθεσμίας τοῦ πατρός.
3همچنین ما نیز چون صغیر می‌بودیم، زیر اصول دنیوی غلام می‌بودیم.
3οὕτως καὶ ἡμεῖς, ὅτε ἦμεν νήπιοι, ὑπὸ τὰ στοιχεῖα τοῦ κόσμου ⸀ἤμεθα δεδουλωμένοι·
4لیکن چون زمان به‌کمال رسید، خدا پسر خود را فرستاد که از زن زاییده شد و زیر شریعت متولد،
4ὅτε δὲ ἦλθεν τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός, γενόμενον ὑπὸ νόμον,
5تا آنانی را که زیرشریعت باشند فدیه کند تا آنکه پسرخواندگی رابیابیم.
5ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, ἵνα τὴν υἱοθεσίαν ἀπολάβωμεν.
6اما چونکه پسر هستید، خدا روح پسرخود را در دلهای شما فرستاد که ندا می‌کند «یاابا» یعنی «ای پدر.»
6ὅτι δέ ἐστε υἱοί, ἐξαπέστειλεν ὁ θεὸς τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ⸀ἡμῶν, κρᾶζον· Αββα ὁ πατήρ.
7لهذا دیگر غلام نیستی بلکه پسر، و چون پسر هستی، وارث خدا نیز بوسیله مسیح.
7ὥστε οὐκέτι εἶ δοῦλος ἀλλὰ υἱός· εἰ δὲ υἱός, καὶ κληρονόμος ⸂διὰ θεοῦ⸃.
8لیکن در آن زمان چون خدا را نمی شناختید، آنانی را که طبیعت خدایان نبودند، بندگی می‌کردید.
8Ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεὸν ἐδουλεύσατε τοῖς ⸂φύσει μὴ⸃ οὖσι θεοῖς·
9اما الحال که خدا را می‌شناسید بلکه خدا شما را می‌شناسد، چگونه باز می‌گردید به سوی آن اصول ضعیف و فقیر که دیگرمی خواهید از سر نو آنها را بندگی کنید؟
9νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν ⸀δουλεύειν θέλετε;
10روزهاو ماهها و فصل‌ها و سالها را نگاه می‌دارید.
10ἡμέρας παρατηρεῖσθε καὶ μῆνας καὶ καιροὺς καὶ ἐνιαυτούς.
11درباره شما ترس دارم که مبادا برای شما عبث زحمت کشیده باشم.
11φοβοῦμαι ὑμᾶς μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς.
12‌ای برادران، از شما استدعا دارم که مثل من بشوید، چنانکه من هم مثل شما شده‌ام. به من هیچ ظلم نکردید.
12Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς, ἀδελφοί, δέομαι ὑμῶν. οὐδέν με ἠδικήσατε·
13اما آگاهید که به‌سبب ضعف بدنی، اول به شما بشارت دادم.
13οἴδατε δὲ ὅτι διʼ ἀσθένειαν τῆς σαρκὸς εὐηγγελισάμην ὑμῖν τὸ πρότερον,
14و آن امتحان مرا که در جسم من بود، خوار نشمردید و مکروه نداشتید، بلکه مرا چون فرشته خدا و مثل مسیح عیسی پذیرفتید.
14καὶ τὸν πειρασμὸν ⸀ὑμῶν ἐν τῇ σαρκί μου οὐκ ἐξουθενήσατε οὐδὲ ἐξεπτύσατε, ἀλλὰ ὡς ἄγγελον θεοῦ ἐδέξασθέ με, ὡς Χριστὸν Ἰησοῦν.
15پس کجا است آن مبارک بادی شما؟ زیرا به شما شاهدم که اگرممکن بودی، چشمان خود را بیرون آورده، به من می‌دادید.
15⸀ποῦ ⸀οὖν ὁ μακαρισμὸς ὑμῶν; μαρτυρῶ γὰρ ὑμῖν ὅτι εἰ δυνατὸν τοὺς ὀφθαλμοὺς ὑμῶν ⸀ἐξορύξαντες ἐδώκατέ μοι.
16پس چون به شما راست می‌گویم، آیا دشمن شما شده‌ام؟
16ὥστε ἐχθρὸς ὑμῶν γέγονα ἀληθεύων ὑμῖν;
17شما را به غیرت می‌طلبند، لیکن نه به خیر، بلکه می‌خواهند در را بر روی شما ببندند تا شما ایشان را بغیرت بطلبید.
17ζηλοῦσιν ὑμᾶς οὐ καλῶς, ἀλλὰ ἐκκλεῖσαι ὑμᾶς θέλουσιν, ἵνα αὐτοὺς ζηλοῦτε.
18لیکن غیرت در امر نیکو در هر زمان نیکو است، نه‌تنها چون من نزد شما حاضر باشم.
18καλὸν ⸀δὲ ζηλοῦσθαι ἐν καλῷ πάντοτε, καὶ μὴ μόνον ἐν τῷ παρεῖναί με πρὸς ὑμᾶς,
19‌ای فرزندان من که برای شما باز درد زه دارم تاصورت مسیح در شما بسته شود.
19⸀τέκνα μου, οὓς πάλιν ὠδίνω ⸀μέχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν·
20باری خواهش می‌کردم که الان نزد شما حاضر می‌بودم تا سخن خود را تبدیل کنم، زیرا که درباره شمامتحیر شده‌ام.
20ἤθελον δὲ παρεῖναι πρὸς ὑμᾶς ἄρτι, καὶ ἀλλάξαι τὴν φωνήν μου, ὅτι ἀποροῦμαι ἐν ὑμῖν.
21شما که می‌خواهید زیر شریعت باشید، مرابگویید آیا شریعت را نمی شنوید؟
21Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;
22زیرامکتوب است ابراهیم را دو پسر بود، یکی از کنیزو دیگری از آزاد.
22γέγραπται γὰρ ὅτι Ἀβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας·
23لیکن پسر کنیز، بحسب جسم تولد یافت و پسر آزاد، برحسب وعده.
23ἀλλʼ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται, ὁ δὲ ἐκ τῆς ἐλευθέρας ⸀διʼ ἐπαγγελίας.
24واین امور بطور مثل گفته شد زیرا که این دو زن، دوعهد می‌باشند، یکی از کوه سینا برای بندگی می‌زاید و آن هاجر است.
24ἅτινά ἐστιν ἀλληγορούμενα· αὗται γάρ εἰσιν δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν Ἁγάρ,
25زیرا که هاجر کوه سینا است در عرب، و مطابق است با اورشلیمی که موجود است، زیرا که با فرزندانش در بندگی می‌باشد.
25τὸ ⸀δὲ Ἁγὰρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ, δουλεύει ⸀γὰρ μετὰ τῶν τέκνων αὐτῆς·
26لیکن اورشلیم بالا آزاد است که مادرجمیع ما می‌باشد.
26ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν ⸀μήτηρ ἡμῶν·
27زیرا مکتوب است: «ای نازاد که نزاییده‌ای، شاد باش! صدا کن و فریادبرآور‌ای تو که درد زه ندیده‌ای، زیرا که فرزندان زن بی‌کس از اولاد شوهردار بیشتراند.»
27γέγραπται γάρ· Εὐφράνθητι, στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον, ἡ οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
28لیکن ما‌ای برادران، چون اسحاق فرزندان وعده می‌باشیم.
28⸂ὑμεῖς δέ, ἀδελφοί, κατὰ Ἰσαὰκ ἐπαγγελίας τέκνα ἐστέ⸃·
29بلکه چنانکه آنوقت آنکه برحسب جسم تولد یافت، بر وی که برحسب روح بود جفامی کرد، همچنین الان نیز هست.
29ἀλλʼ ὥσπερ τότε ὁ κατὰ σάρκα γεννηθεὶς ἐδίωκε τὸν κατὰ πνεῦμα, οὕτως καὶ νῦν.
30لیکن کتاب چه می‌گوید؟ «کنیز و پسر او را بیرون کن زیرا پسرکنیز با پسر آزاد میراث نخواهد یافت.»
30ἀλλὰ τί λέγει ἡ γραφή; Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς, οὐ γὰρ μὴ ⸀κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης μετὰ τοῦ υἱοῦ τῆς ἐλευθέρας.
31خلاصه‌ای برادران، فرزندان کنیز نیستیم بلکه از زن آزادیم.
31⸀διό, ἀδελφοί, οὐκ ἐσμὲν παιδίσκης τέκνα ἀλλὰ τῆς ἐλευθέρας.

Tip: use the ← and → keys to turn chapters.