ΤΩΒΙΤ 5
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
King James Version with Apocrypha
1Καὶ ἀποκριθεὶς Τωβίας εἶπεν αὐτῷ, πάτερ, ποιήσω πάντα ὅσα ἐντέταλσαί μοι.
1Tobias then answered and said, Father, I will do all things which thou hast commanded me:
2Ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον, καὶ οὐ γινώσκω αὐτόν;
2But how can I receive the money, seeing I know him not?
3Καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον, καὶ εἶπεν αὐτῷ, ζήτησον σεαυτῷ ἄνθρωπον ὃς συμπορεύσεταί σοι, καὶ δώσω αὐτῷ μισθὸν ἕως ζῶ, καὶ λάβε πορευθεὶς τὸ ἀργύριον.
3Then he gave him the handwriting, and said unto him, Seek thee a man which may go with thee, whiles I yet live, and I will give him wages: and go and receive the money.
4Καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον, καὶ εὗρε Ῥαφαὴλ, ὃς ἦν ἄγγελος, καὶ οὐκ ᾔδει·
4Therefore when he went to seek a man, he found Raphael that was an angel.
5καὶ εἶπεν αὐτῷ, εἰ δύναμαι πορευθῆναι μετὰ σοῦ ἐν Ῥάγοις τῆς Μηδίας, καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων.
5But he knew not; and he said unto him, Canst thou go with me to Rages? and knowest thou those places well?
6Καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος, πορεύσομαι μετὰ σοῦ, καὶ τῆς ὁδοῦ ἐμπειρῶ, καὶ παρὰ Γαβαὴλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην.
6To whom the angel said, I will go with thee, and I know the way well: for I have lodged with our brother Gabael.
7Καὶ εἶπεν αὐτῷ Τωβίας ὑπόμεινόν με, καὶ ἐρῶ τῷ πατρί.
7Then Tobias said unto him, Tarry for me, till I tell my father.
8Καὶ εἶπεν αὐτῷ, πορεύου, καὶ μὴ χρονίσῃς· καὶ εἰσελθὼν, εἶπε τῷ πατρὶ, ἰδοὺ εὕρηκα ὃς συμπορεύσεταί μοι· ὁ δὲ εἶπε, φώνησον αὐτὸν πρὸς μὲ, ἵνα ἐπιγνῶ ποίας φυλῆς ἐστι, καὶ εἰ πιστὸς τοῦ πορευθῆναι μετὰ σοῦ.
8Then he said unto him, Go and tarry not. So he went in and said to his father, Behold, I have found one which will go with me. Then he said, Call him unto me, that I may know of what tribe he is, and whether he be a trusty man to go with thee.
9Καὶ ἐκάλεσεν αὐτόν· καὶ εἰσῆλθε, καὶ ἠσπάσαντο ἀλλήλους.
9So he called him, and he came in, and they saluted one another.
10Καὶ εἶπεν αὐτῷ Τωβὶτ, ἀδελφὲ, ἐκ ποίας φυλῆς καὶ ἐκ ποίας πατριᾶς εἶ σύ; ὑπόδειξόν μοι.
10Then Tobit said unto him, Brother, shew me of what tribe and family thou art.
11Καὶ εἶπεν αὐτῷ, φυλὴν καὶ πατριὰν σὺ ζητεῖς; ἢ μίσθιον, ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου; καὶ εἶπεν αὐτῷ Τωβὶτ, βούλομαι, ἀδελφὲ, ἐπιγνῶναι τὸ γένος σου, καὶ τὸ ὄνομα.
11To whom he said, Dost thou seek for a tribe or family, or an hired man to go with thy son? Then Tobit said unto him, I would know, brother, thy kindred and name.
12Ὃς δὲ εἶπεν, ἐγὼ Ἀζαρίας Ἁνανίου τοῦ μεγάλου, τῶν ἀδελφῶν σου.
12Then he said, I am Azarias, the son of Ananias the great, and of thy brethren.
13Καὶ εἶπεν αὐτῷ, ὑγιαίνων ἔλθοις, ἀδελφέ· καὶ μή μοι ὀργισθῇς, ὅτι ἐζήτησα τὴν φυλήν σου, καὶ τὴν πατριάν σου ἐπιγνῶναι· καὶ σὺ τυγχάνεις ἀδελφός μου ἐκ τῆς καλῆς καὶ ἀγαθῆς γενεᾶς· ἐπεγίνωσκον γὰρ ἐγὼ Ἀνανίαν καὶ Ἰωνάθαν τοὺς υἱοὺς Σεμεῒ τοῦ μεγάλου, ὡς ἐπορευόμεθα κοινῶς εἰς Ἱεροσόλυμα προσκυνεῖν, ἀναφέροντες τὰ πρωτότοκα, καὶ τὰς δεκάτας τῶν γενυημάτων, καὶ οὐκ ἐπλανήθησαν ἐν τῇ πλάνῃ τῶν ἀδελφῶν ἡμῶν· ἐκ ῥίζης καλῆς εἶ, ἀδελφέ.
13Then Tobit said, Thou art welcome, brother; be not now angry with me, because I have enquired to know thy tribe and thy family; for thou art my brother, of an honest and good stock: for I know Ananias and Jonathas, sons of that great Samaias, as we went together to Jerusalem to worship, and offered the firstborn, and the tenths of the fruits; and they were not seduced with the error of our brethren: my brother, thou art of a good stock.
14Ἀλλὰ εἶπόν μοι τίνα σοι ἔσομαι μισθὸν διδόναι; δραχμὴν τῆς ἡμέρας, καὶ τὰ δέοντά σοι ὡς καὶ τῷ υἱῷ μου,
14But tell me, what wages shall I give thee? wilt thou a drachm a day, and things necessary, as to mine own son?
15καὶ ἔτι προσθήσω σοι ἐπὶ τὸν μισθὸν, ἐὰν ὑγιαίνοντες ἐπιστρέψητε.
15Yea, moreover, if ye return safe, I will add something to thy wages.
16Καὶ εὐδόκησαν οὕτως· καὶ εἶπε πρὸς Τωβίαν, ἕτοιμος γίνου πρὸς τὴν ὁδὸν, καὶ εὐοδωθείητε· καὶ ἡτοίμασεν ὁ υἱὸς αὐτοῦ τὰ πρὸς τὴν ὁδόν· καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ, πορεύου μετὰ τοῦ ἀνθρώπου τούτου, ὁ δὲ ἐν τῷ οὐρανῷ οἰκῶν Θεὸς εὐοδώσει τὴν ὁδὸν ὑμῶν, καὶ ὁ ἄγγελος αὐτοῦ συμπορευθήτω ὑμῖν· καὶ ἐξῆλθαν ἀμφότεροι ἀπελθεῖν, καὶ ὁ κύων τοῦ παιδαρίου μετʼ αὐτῶν.
16So they were well pleased. Then said he to Tobias, Prepare thyself for the journey, and God send you a good journey. And when his son had prepared all things for the journey, his father said, Go thou with this man, and God, which dwelleth in heaven, prosper your journey, and the angel of God keep you company. So they went forth both, and the young man’s dog with them.
17Ἔκλαυσε δὲ Ἄννα ἡ μήτηρ αὐτοῦ, καὶ εἶπε πρὸς Τωβὶτ, τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν; ἢ οὐχὶ ἡ ῥάβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμῶν;
17But Anna his mother wept, and said to Tobit, Why hast thou sent away our son? is he not the staff of our hand, in going in and out before us?
18Ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι, ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο.
18Be not greedy to add money to money: but let it be as refuse in respect of our child.
19Ὡς γὰρ δέδοται ἡμῖν ζῇν παρὰ τοῦ Κυρίου, τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει.
19For that which the Lord hath given us to live with doth suffice us.
20Καὶ εἶπεν αὐτῇ Τωβίτ, μὴ λόγον ἔχε ἀδελφὴ, ὑγιαίνων ἐλεύσεται, καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν.
20Then said Tobit to her, Take no care, my sister; he shall return in safety, and thine eyes shall see him.
21Ἄγγελος γὰρ ἀγαθὸς συμπορεύσεται αὐτῷ, καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ, καὶ ὑποστρέψει ὑγιαίνων.
21For the good angel will keep him company, and his journey shall be prosperous, and he shall return safe.
22Καὶ ἐπαύσατο κλαίουσα.
22Then she made an end of weeping.
Tip: use the ← and → keys to turn chapters.