ΣΕΙΡΑΧ 1
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
King James Version with Apocrypha
1ΠΟΛΛΩΝ καὶ μεγάλων ἡμῖν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν ἄλλων τῶν κατʼ αὐτοὺς ἠκολουθηκότων δεδομένων. ὑπὲρ ὧν δέον ἐστὶν ἐπαινεῖν τὸν Ἰσραὴλ παιδείας καὶ σοφίας, καὶ ὡς οὐ μόνον αὐτοὺς τοὺς ἀναγινώσκοντας δέον ἐστὶν ἐπιστήμονας γίνεσθαι, ἀλλὰ καὶ τοῖς ἐκτὸς δύνασθαι τοὺς φιλομαθοῦντας χρησίμους εἶναι καὶ λέγοντας καὶ γράφοντας· ὁ πάππος μου Ἰησοῦς ἐπὶ πλεῖον ἑαυτὸν δοὺς εἴς τε τὴν τοῦ νόμου καὶ τῶν προφητῶν καὶ τῶν ἄλλων πατρίων βιβλίων ἀνάγνωσιν, καὶ ἐν τούτοις ἱκανὴν ἕξιν περιποιησάμενος, προήχθη καὶ αὐτὸς συγγράψαι τι τῶν εἰς παιδείαν καὶ σοφίαν ἀνηκόντων, ὅπως οἱ φιλομαθεῖς, καὶ τούτων ἔνοχοι γενόμενοι, πολλῷ μᾶλλον ἐπιπροσθῶσι διὰ τῆς ἐννόμου βιώσεως. Παρακέκλησθε οὖν μετʼ εὐνοίας καὶ προσοχῆς τὴν ἀνάγνωσιν ποιεῖσθαι, καὶ συγγνώμην ἔχειν ἐφʼ οἷς ἂν δοκῶμεν τῶν κατὰ τὴν ἑρμηνείαν πεφιλοπονημένων τισὶ τῶν λέξεων ἀδυναμεῖν· οὐ γὰρ ἰσοδυναμεῖ αὐτὰ ἐν ἑαυτοῖς Ἑβραϊστὶ λεγόμενα, καὶ ὅταν μεταχθῇ εἰς ἑτέραν γλῶσσαν. Οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ αὐτὸς ὁ νόμος, καὶ αἱ προφητεῖαι, καὶ τὰ λοιπὰ τῶν βιβλίων οὐ μικρὰν ἔχει τὴν διαφορὰν ἐν ἑαυτοῖς λεγόμενα. Ἐν γὰρ τῷ ὀγδόῳ καὶ τριακοστῷ ἔτει ἐπὶ τοῦ Εὐεργέτου βασιλέως παραγενηθεὶς εἰς Αἴγυπτον καὶ συγχρονίσας, εὗρον οὐ μικρᾶς παιδείας ἀφόμοιον· ἀναγκαιότατον ἐθέμην αὐτὸς προσενέγκασθαί τινα σπουδὴν καὶ φιλοπονίαν τοῦ μεθερμηνεῦσαι τήνδε τὴν βίβλον· πολλὴν γὰρ ἀγρυπνίαν καὶ ἐπιστήμην προσενεγκάμενος ἐν τῷ διαστήματι τοῦ χρόνου, πρὸς τὸ ἐπὶ πέρας ἄγοντα τὸ βιβλίον ἐκδόσθαι, καὶ τοῖς ἐν τῇ παροικίᾳ βουλομένοις φιλομαθεῖν, προκατασκευαζομένοις τὰ ἤθη ἐν νόμῳ βιοτεύειν. ΠΑΣΑ σοφία παρὰ Κυρίου, καὶ μετʼ αὐτοῦ ἐστιν εἰς τὸν αἰῶνα.
1All wisdom cometh from the Lord, and is with him for ever.
2Ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει;
2Who can number the sand of the sea, and the drops of rain, and the days of eternity?
3Ὕψος οὐρανοῦ καὶ πλάτος γῆς καὶ ἄβυσσον καὶ σοφίαν τίς ἐξιχνιάσει;
3Who can find out the height of heaven, and the breadth of the earth, and the deep, and wisdom?
4Προτέρα πάντων ἔκτισται σοφία, καὶ σύνεσις φρονήσεως ἐξ αἰῶνος.
4Wisdom hath been created before all things, and the understanding of prudence from everlasting.
no verse 5 in this text
5The word of God most high is the fountain of wisdom; and her ways are everlasting commandments.
6Ῥίζα σοφίας τίνι ἀπεκαλύφθη; καὶ τὰ πανουργεύματα αὐτῆς τίς ἔγνω;
6To whom hath the root of wisdom been revealed? or who hath known her wise counsels?
no verse 7 in this text
7Unto whom hath the knowledge of wisdom been made manifest? and who hath understood her great experience?
8Εἷς ἐστι σοφὸς φοβερὸς σφόδρα καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ·
8There is one wise and greatly to be feared, the Lord sitting upon his throne.
9Κύριος αὐτὸς ἔκτισεν αὐτὴν, καὶ εἶδε καὶ ἐξηρίθμησεν αὐτὴν, καὶ ἐξέχεεν αὐτὴν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ.
9He created her, and saw her, and numbered her, and poured her out upon all his works.
10Μετὰ πάσης σαρκὸς κατὰ τὴν δόσιν αὐτοῦ, καὶ ἐχορήγησεν αὐτὴν τοῖς ἀγαπῶσιν αὐτόν·
10She is with all flesh according to his gift, and he hath given her to them that love him.
11Φόβος Κυρίου δόξα καὶ καύχημα καὶ εὐφροσύνη καὶ στέφανος ἀγαλλιάματος.
11The fear of the Lord is honour, and glory, and gladness, and a crown of rejoicing.
12Φόβος Κυρίου τέρψει καρδίαν, καὶ δώσει εὐφροσύνην καὶ χαρὰν καὶ μακροημέρευσιν.
12The fear of the Lord maketh a merry heart, and giveth joy, and gladness, and a long life.
13Τῷ φοβουμένῳ τὸν Κύριον εὖ ἔσται ἐπʼ ἐσχάτων, καὶ ἐν ἡμέρᾳ τελευτῆς αὐτοῦ εὑρήσει χάριν.
13Whoso feareth the Lord, it shall go well with him at the last, and he shall find favour in the day of his death.
14Αρχὴ σοφίας φοβεῖσθαι τὸν Θεὸν, καὶ μετὰ πιστῶν ἐν μήτρᾳ συνεκτίσθη αὐτοῖς.
14To fear the Lord is the beginning of wisdom: and it was created with the faithful in the womb.
15Καὶ μετὰ ἀνθρώπων θεμέλιον αἰῶνος ἐνόσσευσε, καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐμπιστευθήσεται.
15She hath built an everlasting foundation with men, and she shall continue with their seed.
16Πλησμονὴ σοφίας φοβεῖσθαι τὸν Κύριον, καὶ μεθύσκει αὐτοὺς ἀπὸ τῶν καρπῶν αὐτῆς.
16To fear the Lord is fulness of wisdom, and filleth men with her fruits.
17Πάντα τὸν οἶκον αὐτῆς ἐμπλήσει ἐπιθυμημάτων, καὶ τὰ ἀποδοχεῖα ἀπὸ τῶν γεννημάτων αὐτῆς.
17She filleth all their house with things desirable, and the garners with her increase.
18Στέφανος σοφίας φόβος Κυρίου, ἀναθάλλων εἰρήνην καὶ ὑγίειαν ἰάσεως·
18The fear of the Lord is a crown of wisdom, making peace and perfect health to flourish; both which are the gifts of God: and it enlargeth their rejoicing that love him.
19ἐπιστήμην καὶ γνῶσιν συνέσεως ἐξώμβρησε, καὶ δόξαν κρατούντων αὐτῆς ἀνύψωσε.
19Wisdom raineth down skill and knowledge of understanding standing, and exalteth them to honour that hold her fast.
20Ῥίζα σοφίας φοβεῖσθαι τὸν Κύριον, καὶ οἱ κλάδοι αὐτῆς μακροημέρευσις.
20The root of wisdom is to fear the Lord, and the branches thereof are long life.
no verse 21 in this text
21The fear of the Lord driveth away sins: and where it is present, it turneth away wrath.
22Οὐ δυνήσεται θυμὸς ἄδικος δικαιωθῆναι· ἡ γὰρ ῥοπὴ τοῦ θυμοῦ αὐτοῦ πτῶσις αὐτῷ.
22A furious man cannot be justified; for the sway of his fury shall be his destruction.
23Ἕως καιροῦ ἀνθέξεται μακρόθυμος, καὶ ὕστερον αὐτῷ ἀναδώσει εὐφροσύνη.
23A patient man will tear for a time, and afterward joy shall spring up unto him.
24Ἕως καιροῦ κρύψει τοὺς λόγους αὐτοῦ, καὶ χείλη πιστῶν ἐκδιηγήσεται σύνεσιν αὐτοῦ.
24He will hide his words for a time, and the lips of many shall declare his wisdom.
25Ἐν θησαυροῖς σοφίας παραβολὴ ἐπιστήμης, βδέλυγμα δὲ ἁμαρτωλῷ θεοσέβεια.
25The parables of knowledge are in the treasures of wisdom: but godliness is an abomination to a sinner.
26Ἐπεθύμησας σοφίαν, διατήρησον ἐντολὰς, καὶ Κύριος χορηγήσει σοι αὐτήν.
26If thou desire wisdom, keep the commandments, and the Lord shall give her unto thee.
27Σοφία γὰρ καὶ παιδεία φόβος Κυρίου, καὶ ἡ εὐδοκία αὐτοῦ πίστις καὶ πρᾳότης.
27For the fear of the Lord is wisdom and instruction: and faith and meekness are his delight.
28Μὴ ἀπειθήσῃς φόβῳ Κυρίου, καὶ μὴ προσέλθῃς αὐτῷ ἐν καρδίᾳ δισσῇ.
28Distrust not the fear of the Lord when thou art poor: and come not unto him with a double heart.
29Μὴ ὑποκριθῇς ἐν στόμασιν ἀνθρώπων, καὶ ἐν τοῖς χείλεσί σου πρόσεχε.
29Be not an hypocrite in the sight of men, and take good heed what thou speakest.
30Μὴ ἐξύψου σεαυτὸν, ἵνα μὴ πέσῃς, καὶ ἐπαγάγῃς τῇ ψυχῇ σου ἀτιμίαν· καὶ ἀποκαλύψει Κύριος τὰ κρυπτά σου, καὶ ἐν μέσῳ συναγωγῆς καταβελεῖ σε· ὅτι οὐ προσῆλθες φόβῳ Κυρίου, καὶ ἡ καρδία σου πλήρης δόλου.
30Exalt not thyself, lest thou fall, and bring dishonour upon thy soul, and so God discover thy secrets, and cast thee down in the midst of the congregation, because thou camest not in truth to the fear of the Lord, but thy heart is full of deceit.
Tip: use the ← and → keys to turn chapters.