ΣΩΣΑΝΝΑ 1

Septuagint (Brenton Greek text, with Apocrypha)
King James Version with Apocrypha
1ΚΑΙ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ Ἰωακείμ.
1There dwelt a man in Babylon, called Joacim:
2Καὶ ἔλαβε γυναῖκα ᾗ ὄνομα Σωσάννα, θυγάτηρ Χελκείου, καλὴ σφόδρα, καὶ φοβουμένη τὸν Κύριον.
2And he took a wife, whose name was Susanna, the daughter of Chelcias, a very fair woman, and one that feared the Lord.
3Καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι, καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον Μωυσῆ.
3Her parents also were righteous, and taught their daughter according to the law of Moses.
4Καὶ ἦν Ἰωακεὶμ πλούσιος σφόδρα, καὶ ἦν αὐτῷ παράδεισος γειτνιῶν τῷ οἴκῳ αὐτοῦ· καὶ πρὸς αὐτὸν προσήγοντο οἱ Ἰουδαῖοι, διὰ τὸ εἶναι αὐτὸν ἐνδοξότερον πάντων.
4Now Joacim was a great rich man, and had a fair garden joining unto his house: and to him resorted the Jews; because he was more honourable than all others.
5Καὶ ἀπεδείχθησαν δύο πρεσβύτεροι ἐκ τοῦ λαοῦ κριταὶ ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ, περὶ ὧν ἐλάλησεν ὁ δεσπότης, ὅτι ἐξῆλθεν ἀνομία ἐκ Βαβυλῶνος ἐκ πρεσβυτέρων κριτῶν, οἳ ἐδόκουν κυβερνᾷν τὸν λαόν.
5The same year were appointed two of the ancients of the people to be judges, such as the Lord spake of, that wickedness came from Babylon from ancient judges, who seemed to govern the people.
6Οὗτοι προσεκαρτέρουν ἐν τῇ οἰκίᾳ Ἰωακεὶμ, καὶ ἤρχοντο πρὸς αὐτοὺς πάντες οἱ κρινόμενοι.
6These kept much at Joacim’s house: and all that had any suits in law came unto them.
7Καὶ ἐγένετο ἡνίκα ἀπέτρεχεν ὁ λαὸς μέσον ἡμέρας, εἰσεπορεύετο Σωσάννα, καὶ περιεπάτει ἐν τῷ παραδείσῳ τοῦ ἀνδρὸς αὐτῆς.
7Now when the people departed away at noon, Susanna went into her husband’s garden to walk.
8Καὶ ἐθεώρουν αὐτὴν οἱ δύο πρεσβύτεροι καθʼ ἡμέραν εἰσπορευομένην, καὶ περιπατοῦσαν, καὶ ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῆς,
8And the two elders saw her going in every day, and walking; so that their lust was inflamed toward her.
9καὶ διέστρεψαν τὸν ἑαυτῶν νοῦν, καὶ ἐξέκλιναν τοὺς ὀφθαλμοὺς αὐτῶν, τοῦ μὴ βλέπειν εἰς τὸν οὐρανὸν, μηδὲ μνημονεύειν κριμάτων δικαίων.
9And they perverted their own mind, and turned away their eyes, that they might not look unto heaven, nor remember just judgments.
10Καὶ ἦσαν ἀμφότεροι κατανενυγμένοι περὶ αὐτῆς, καὶ οὐκ ἀνήγγειλαν ἀλλήλοις τὴν ὀδύνην ἑαυτῶν·
10And albeit they both were wounded with her love, yet durst not one shew another his grief.
11Ὅτι ᾐσχύνοντο ἀναγγεῖλαι τὴν ἐπιθυμίαν αὐτῶν, ὅτι ἤθελον συγγενέσθαι αὐτῇ.
11For they were ashamed to declare their lust, that they desired to have to do with her.
12Καὶ παρετηροῦσαν φιλοτίμως καθʼ ἡμέραν ὁρᾷν αὐτήν.
12Yet they watched diligently from day to day to see her.
13Καὶ εἶπαν ἕτερος τῷ ἑτέρῳ, πορευθῶμεν δὴ εἰς οἶκον, ὅτι ἀρίστου ὥρα ἐστί.
13And the one said to the other, Let us now go home: for it is dinner time.
14Καὶ ἐξελθόντες διεχωρίσθησαν ἀπʼ ἀλλήλων, καὶ ἀνακάμφαντες ἦλθον ἐπιτοαυτὸ, καὶ ἀνετάζοντες ἀλλήλους τὴν αἰτίαν, ὡμολόγησαν τὴν ἐπιθυμίαν αὐτῶν· καὶ τότε κοινῇ συνετάξαντο καιρὸν, ὅτε αὐτὴν δυνήσονται εὑρεῖν μόνην.
14So when they were gone out, they parted the one from the other, and turning back again they came to the same place; and after that they had asked one another the cause, they acknowledged their lust: then appointed they a time both together, when they might find her alone.
15Καὶ ἐγένετο ἐν τῷ παρατηρεῖν αὐτοὺς ἡμέραν εὔθετον, εἰσῆλθέ ποτε καθὼς χθὲς καὶ τρίτης ἡμέρας μετὰ δύο μόνων κορασίων, καὶ ἐπεθύμησε λούσασθαι ἐν τῷ παραδείσῳ, ὅτι καῦμα ἦν.
15And it fell out, as they watched a fit time, she went in as before with two maids only, and she was desirous to wash herself in the garden: for it was hot.
16Καὶ οὐκ ἧν οὐδεὶς ἐκεῖ πλὴν οἱ δύο πρεσβύτεροι κεκρυμμένοι, καὶ παρατηροῦντες αὐτήν.
16And there was no body there save the two elders, that had hid themselves, and watched her.
17Καὶ εἶπε τοῖς κορασίοις, ἐνέγκατε δή μοι ἔλαιον καὶ σμήγματα, καὶ τας θύρας τοῦ παραδείσου κλείσατε, ὅπως λούσωμαι.
17Then she said to her maids, Bring me oil and washing balls, and shut the garden doors, that I may wash me.
18Καὶ ἐποίησαν καθὼς εἶπε, καὶ ἀπέκλεισαν τὰς θύρας τοῦ παραδείσου, καὶ ἐξῆλθαν κατὰ τὰς πλαγίας θύρας, ἐνέγκαι τὰ προστεταγμένα αὐταῖς, καὶ οὐκ εἴδοσαν τοὺς πρεσβυτέρους ὅτι ἦσαν κεκρυμμένοι.
18And they did as she bade them, and shut the garden doors, and went out themselves at privy doors to fetch the things that she had commanded them: but they saw not the elders, because they were hid.
19Καὶ ἐγένετο ὡς ἐξήλθοσαν τὰ κοράσια, καὶ ἀνέστησαν οἱ δύο πρεσβύται, καὶ ἐπέδραμον αὐτῇ,
19Now when the maids were gone forth, the two elders rose up, and ran unto her, saying,
20καὶ εἶπον, ἰδοὺ αἱ θύραι τοῦ παραδείσου κέκλεινται, καὶ οὐδεὶς θεωρεῖ ἡμᾶς, καὶ ἐν ἐπιθυμίᾳ σου ἐσμέν· διὸ συγκατάθου ἡμῖν, καὶ γενοῦ μεθʼ ἡμῶν.
20Behold, the garden doors are shut, that no man can see us, and we are in love with thee; therefore consent unto us, and lie with us.
21Εἰ δὲ μὴ, καταμαρτυρήσομέν σου, ὅτι ἦν μετὰ σοῦ νεανίσκος, καὶ διὰ τοῦτο ἐξαπέστειλας τὰ κοράσια ἀπὸ σοῦ.
21If thou wilt not, we will bear witness against thee, that a young man was with thee: and therefore thou didst send away thy maids from thee.
22Καὶ ἀνεστέναξε Σωσάννα, καὶ εἶπε, στενά μοι πάντοθεν· ἐάν τε γὰρ τοῦτο πράξω, θάνατός μοι ἐστίν· ἐάν τε μὴ πράξω, οὐκ ἐκφεύξομαι τὰς χεῖρας ὑμῶν.
22Then Susanna sighed, and said, I am straitened on every side: for if I do this thing, it is death unto me: and if I do it not I cannot escape your hands.
23Αἱρετώτερόν μοι ἐστὶ μὴ πράξασαν ἐμπεσεῖν εἰς τὰς χεῖρας ὑμῶν, ἢ ἁμαρτεῖν ἐνώπιον Κυρίου.
23It is better for me to fall into your hands, and not do it, than to sin in the sight of the Lord.
24Καὶ ἀνεβόησε φωνῇ μεγάλῃ Σωσάννα· ἐβόησαν δὲ καὶ οἱ δύο πρεσβύται κατέναντι αὐτῆς.
24With that Susanna cried with a loud voice: and the two elders cried out against her.
25Καὶ δραμων ὁ εἷς, ἤνοιξε τὰς θύρας τοῦ παραδείσου.
25Then ran the one, and opened the garden door.
26Ὡς δὲ ἤκουσαν τὴν κραυγὴν ἐν τῷ παραδεισῳ οἱ ἐκ τῆς οἰκίας, εἰσεπήδησαν διὰ τῆς πλαγίας θύρας ἰδεῖν τὸ συμβεβηκὸς αὐτῇ.
26So when the servants of the house heard the cry in the garden, they rushed in at the privy door, to see what was done unto her.
27Ἡνίκα δὲ εἶπα οἱ πρεσβύται τοὺς λόγους αὐτῶν, κατῃσχύνθησαν οἱ δοῦλοι σφόδρα, ὅτι πώποτε οὐκ ἐῤῥήθη λόγος τοιοῦτος περὶ Σωσάννης.
27But when the elders had declared their matter, the servants were greatly ashamed: for there was never such a report made of Susanna.
28Καὶ ἐγένετο τῇ ἐπαύριον, ὡς συνῆλθεν ὁ λαὸς πρὸς τὸν ἄνδρα αὐτῆς Ἰωακεὶμ, ἦλθον οἱ δύο πρεσβύται πλήρεις τῆς ἀνόμου ἐννοίας κατὰ Σωσάννης, τοῦ θανατῶσαι αὐτὴν,
28And it came to pass the next day, when the people were assembled to her husband Joacim, the two elders came also full of mischievous imagination against Susanna to put her to death;
29καὶ εἶπαν ἔμπροσθεν τοῦ λαοῦ, ἀποστείλατε ἐπὶ Σωσάνναν θυγατέρα Χελκίου, ἥ ἐστι γυνὴ Ἰωακείμ· οἱ δὲ ἀπέστειλαν.
29And said before the people, Send for Susanna, the daughter of Chelcias, Joacim’s wife. And so they sent.
30Καὶ ἦλθεν αὐτὴ, καὶ οἱ γονεῖς αὐτῆς, καὶ τὰ τέκνα αὐτῆς, καὶ πάντες οἱ συγγενεῖς αὐτῆς.
30So she came with her father and mother, her children, and all her kindred.
31Ἡ δὲ Σωσάννα ἦν τρυφερὰ σφόδρα, καὶ καλὴ τῷ εἴδει.
31Now Susanna was a very delicate woman, and beauteous to behold.
32Οἱ δὲ παράνομοι ἐκέλευσαν ἀποκαλυφθῆναι αὐτὴν, ἦν γὰρ κατακεκαλυμμένη, ὅπως ἐμπλησθῶσι τοῦ κάλλους αὐτῆς.
32And these wicked men commanded to uncover her face, (for she was covered) that they might be filled with her beauty.
33Ἔκλαιον δὲ οἱ παρʼ αὐτῆς, καὶ πάντες οἱ ἰδόντες αὐτήν.
33Therefore her friends and all that saw her wept.
34Ἀναστάντες δὲ οἱ δύο πρεσβύται ἐν μέσῳ τῷ λαῷ, ἔθηκαν τὰς χεῖρας ἐπὶ τὴν κεφαλὴν αὐτῆς.
34Then the two elders stood up in the midst of the people, and laid their hands upon her head.
35Ἡ δὲ κλαίουσα ἀνέβλεψεν εἰς τὸν οὐρανὸν, ὅτι ἦν ἡ καρδία αὐτῆς πεποιθυῖα ἐπὶ Κυρίῳ.
35And she weeping looked up toward heaven: for her heart trusted in the Lord.
36Εἶπον δὲ οἱ πρεσβύται, περιπατούντων ἡμῶν ἐν τῷ παραδείσῳ μόνων, εἰσῆλθεν αὕτη μετὰ δύο παιδισκῶν, καὶ ἀπέκλεισε τὰς θύρας τοῦ παραδείσου, καὶ ἀπέλυσε τὰς παιδίσκας.
36And the elders said, As we walked in the garden alone, this woman came in with two maids, and shut the garden doors, and sent the maids away.
37Καὶ ἦλθε πρὸς αὐτὴν νεανίσκος ὃς ἦν κεκρυμμένος, καὶ ἀνέπεσε μετʼ αὐτῆς.
37Then a young man, who there was hid, came unto her, and lay with her.
38Ἡμεῖς δὲ ὄντες ἐν τῇ γωνίᾳ τοῦ παραδείσου, ἰδόντες τὴν ἀνομίαν, ἐδράμομεν ἐπʼ αὐτούς.
38Then we that stood in a corner of the garden, seeing this wickedness, ran unto them.
39Καὶ ἰδόντες συγγινομένους αὐτοὺς, ἐκείνου μὲν οὐκ ἠδυνήθημεν ἐγκρατεῖς γενέσθαι, διὰ τὸ ἰσχύειν αὐτὸν ὑπὲρ ἡμᾶς, καὶ ἀνοίξαντα τὰς θύρας ἐκπεπηδηκέναι,
39And when we saw them together, the man we could not hold: for he was stronger than we, and opened the door, and leaped out.
40Ταύτης δὲ ἐπιλαβόμενοι, ἐπηρωτῶμεν, τίς ἦν ὁ νεανίσκος· καὶ οὐκ ἠθέλησεν ἀγγεῖλαι ἡμῖν· ταῦτα μαρτυροῦμεν.
40But having taken this woman, we asked who the young man was, but she would not tell us: these things do we testify.
41Καὶ ἐπίστευσεν αὐτοῖς ἡ συναγωγὴ ὡς πρεσβυτέροις τοῦ λαοῦ καὶ κριταῖς· καὶ κατέκριναν αὐτὴν ἀποθανεῖν.
41Then the assembly believed them as those that were the elders and judges of the people: so they condemned her to death.
42Ἀνεβόησε δὲ φωνῇ μεγάλῃ Σωσάννα, καὶ εἶπεν, ὁ Θεὸς ὁ αἰώνιος, ὁ τῶν κρυπτῶν γνώστης, ὁ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν,
42Then Susanna cried out with a loud voice, and said, O everlasting God, that knowest the secrets, and knowest all things before they be:
43σὺ ἐπίστασαι ὅτι ψευδῆ μου κατεμαρτύρησαν· καὶ ἰδοὺ ἀποθνήσκω μὴ ποιήσασα μηδὲν ὧν οὗτοι ἐπονηρεύσαντο κατʼ ἐμοῦ.
43Thou knowest that they have borne false witness against me, and, behold, I must die; whereas I never did such things as these men have maliciously invented against me.
44Καὶ εἰσήκουσε Κύριος τῆς φωνῆς αὐτῆς.
44And the Lord heard her voice.
45Καὶ ἀπαγομένης αὐτῆς ἀπολέσθαι, ὁ Θεὸς ἐξήγειρε τὸ πνεῦμα τὸ ἅγιον παιδαρίου νεωτέρου ᾧ ὄνομα Δανιήλ.
45Therefore when she was led to be put to death, the Lord raised up the holy spirit of a young youth whose name was Daniel:
46Καὶ ἐβόησε φωνῇ μεγάλῃ, ἀθῶος ἐγὼ ἀπὸ τοῦ αἵματος ταύτης.
46Who cried with a loud voice, I am clear from the blood of this woman.
47Ἐπέστρεψε δὲ πᾶς ὁ λαὸς πρὸς αὐτὸν, καὶ εἶπαν, τίς ὁ λόγος οὗτος, ὃν σὺ λελάληκας;
47Then all the people turned them toward him, and said, What mean these words that thou hast spoken?
48Ὁ δὲ στὰς ἐν μέσῳ αὐτῶν, εἶπεν, οὕτως μωροὶ οἱ υἱοὶ Ἰσραήλ; οὐκ ἀνακρίναντες, οὐδὲ τὸ σαφὲς ἐπιγνόντες, κατεκρίνατε θυγατέρα Ἰσραήλ;
48So he standing in the midst of them said, Are ye such fools, ye sons of Israel, that without examination or knowledge of the truth ye have condemned a daughter of Israel?
49Ἀναστρέψατε εἰς τὸ κριτήριον, ψευδῆ γὰρ οὗτοι κατεμαρτύρησαν αὐτῆς.
49Return again to the place of judgment: for they have borne false witness against her.
50Καὶ ἀνέστρεψε πᾶς ὁ λαὸς μετὰ σπουδῆς· καὶ εἶπαν αὐτῷ οἱ πρεσβύτεροι, δεῦρο κάθισον ἐν μέσῳ ἡμῶν, καὶ ἀνάγγειλον ἡμῖν, ὅτι σοὶ δέδωκεν ὁ Θεὸς τὸ πρεσβεῖον.
50Wherefore all the people turned again in haste, and the elders said unto him, Come, sit down among us, and shew it us, seeing God hath given thee the honour of an elder.
51Καὶ εἶπε πρὸς αὐτοὺς Δανιὴλ, διαχωρίσατε αὐτοὺς ἀπʼ ἀλλήλων μακρὰν, καὶ ἀνακρινῶ αὐτούς.
51Then said Daniel unto them, Put these two aside one far from another, and I will examine them.
52Ὡς δὲ διεχωρίσθησαν εἷς ἀπὸ τοῦ ἑνὸς, ἐκάλεσε τὸν ἕνα αὐτῶν, καὶ εἶπε πρὸς αὐτὸν, πεπαλαιωμένε ἡμερῶν κακῶν, νῦν ἥκασιν αἱ ἁμαρτίαι σου, ἃς ἐποίεις τὸ πρότερον,
52So when they were put asunder one from another, he called one of them, and said unto him, O thou that art waxen old in wickedness, now thy sins which thou hast committed aforetime are come to light.
53κρίνων κρίσεις ἀδίκους· καὶ τοὺς μὲν ἀθώους κατακρίνων, ἀπολύων δὲ τοὺς αἰτίους, λέγοντος τοῦ Θεοῦ, ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς.
53For thou hast pronounced false judgment and hast condemned the innocent and hast let the guilty go free; albeit the Lord saith, The innocent and righteous shalt thou not slay.
54Νῦν οὖν ταύτην εἴπερ εἶδες, εἰπὸν, ὑπὸ τί δένδρον εἶδες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν, ὑπὸ σχῖνον.
54Now then, if thou hast seen her, tell me, Under what tree sawest thou them companying together? Who answered, Under a mastick tree.
55Εἶπε δὲ Δανιὴλ, ὀρθῶς ἔψευσαι εἰς τὴν σεαυτοῦ κεφαλήν· ἤδη γὰρ ἄγγελος φάσιν Θεοῦ λαβὼν παρὰ τοῦ Θεοῦ, σχίσει σε μέσον.
55And Daniel said, Very well; thou hast lied against thine own head; for even now the angel of God hath received the sentence of God to cut thee in two.
56Καὶ μεταστήσας αὐτὸν, ἐκέλευσε προσαγαγεῖν τὸν ἕτερον, καὶ εἶπεν αὐτῷ, σπέρμα Χαναὰν, καὶ οὐκ Ἰούδα, τὸ κάλλος ἐξηπάτησέ σε, καὶ ἐπιθυμία διέστρεψε τὴν καρδίαν σου.
56So he put him aside, and commanded to bring the other, and said unto him, O thou seed of Chanaan, and not of Juda, beauty hath deceived thee, and lust hath perverted thine heart.
57Οὕτως ἑποιεῖτε θυγατράσιν Ἰσραὴλ, καὶ ἐκεῖναι φοβούμεναι ὡμίλουν ὑμῖν· ἀλλʼ οὐ θυγάτηρ Ἰούδα ὑπέμεινε τὴν ἀνομίαν ὑμῶν.
57Thus have ye dealt with the daughters of Israel, and they for fear companied with you: but the daughter of Juda would not abide your wickedness.
58Νῦν οὖν λέγε μοι, ὑπὸ τί δένδρον κατέλαβες αὐτοὺς ὁμιλοῦντας ἀλλήλοις; ὁ δὲ εἶπεν, ὑπὸ πρίνον.
58Now therefore tell me, Under what tree didst thou take them companying together? Who answered, Under an holm tree.
59Εἶπε δὲ αὐτῷ Δανιὴλ, ὀρθῶς ἔψευσαι καὶ σὺ εἰς τὴν σεαυτοῦ κεφαλὴν· μένει γὰρ ὁ ἄγγελος τοῦ Θεοῦ, τὴν ῥομφαίαν ἔχων πρίσαι σε μέσον, ὅπως ἐξολοθρεύσῃ ὑμᾶς.
59Then said Daniel unto him, Well; thou hast also lied against thine own head: for the angel of God waiteth with the sword to cut thee in two, that he may destroy you.
60Καὶ ἀνεβόησε πᾶσα ἡ συναγωγὴ φωνῇ μεγάλῃ, καὶ εὐλόγησαν τῷ Θεῷ τῷ σώζοντι τοὺς ἐλπίζοντας ἐπʼ αὐτόν.
60With that all the assembly cried out with a loud voice, and praised God, who saveth them that trust in him.
61Καὶ ἀνέστησαν ἐπὶ τοὺς δύο πρεσβύτας, ὅτι συνέστησεν αὐτοὺς Δανιὴλ ἐκ τοῦ στόματος αὐτῶν ψευδομαρτυρήσαντας.
61And they arose against the two elders, for Daniel had convicted them of false witness by their own mouth:
62Καὶ ἐποίησαν αὐτοῖς ὃν τρόπον ἐπονηρεύσαντο τῷ πλησίον· ποιῆσαι κατὰ τὸν νόμον Μωυσῆ· καὶ ἀπέκτειναν αὐτοὺς, καὶ ἐσώθη αἷμα ἀναίτιον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.
62And according to the law of Moses they did unto them in such sort as they maliciously intended to do to their neighbour: and they put them to death. Thus the innocent blood was saved the same day.
63Χελκίας δὲ καὶ ἡ γυνὴ αὐτοῦ ᾔνεσαν περὶ τῆς θυγατρὸς αὐτῶν μετὰ Ἰωακεὶμ τοῦ ἀνδρὸς αὐτῆς καὶ τῶν συγγενῶν αὐτῶν, ὅτι οὐχ εὑρέθη ἐν αὐτῇ ἄσχημον πρᾶγμα.
63Therefore Chelcias and his wife praised God for their daughter Susanna, with Joacim her husband, and all the kindred, because there was no dishonesty found in her.
64Καὶ Δανιὴλ ἐγένετο μέγας ἐνώπιον τοῦ λαοῦ ἀπὸ τῆς ἡμέρας ἐκείνης, καὶ ἐπέκεινα.
64From that day forth was Daniel had in great reputation in the sight of the people.

Tip: use the ← and → keys to turn chapters.