ΨΑΛΜΟΙ 8
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
World English Bible
1Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν, ψαλμὸς τῷ Δαυίδ.
1LORD, our Lord, how majestic is your name in all the earth! You have set your glory above the heavens!
2Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ; ὅτι ἐπῄρθη ἡ μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν.
2From the lips of babes and infants you have established strength, because of your adversaries, that you might silence the enemy and the avenger.
3Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον· ἕνεκα τῶν ἐχθρῶν σου, τοῦ καταλῦσαι ἐχθρὸν καὶ ἐκδικητήν.
3When I consider your heavens, the work of your fingers, the moon and the stars, which you have ordained,
4Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας, ἃ σὺ ἐθεμελίωσας·
4what is man, that you think of him? What is the son of man, that you care for him?
5Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ; ἢ υἱὸς ἀνθρώπου, ὅτι ἐπισκέπτῃ αὐτόν;
5For you have made him a little lower than the angels, and crowned him with glory and honor.
6Ἠλάττωσας αὐτὸν βραχύ τι παρʼ ἀγγέλους, δόξῃ καὶ τιμῇ ἐστεφάνωσας αὐτὸν,
6You make him ruler over the works of your hands. You have put all things under his feet:
7καὶ κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ,
7All sheep and cattle, yes, and the animals of the field,
8πρόβατα καὶ βόας πάσας, ἔτι δὲ καὶ τὰ κτήνη τοῦ πεδίου,
8the birds of the sky, the fish of the sea, and whatever passes through the paths of the seas.
9τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ τοὺς ἰχθύας τῆς θαλάσσης, τὰ διαπορευόμενα τρίβους θαλασσῶν.
9LORD, our Lord, how majestic is your name in all the earth!
10Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν ὄνομά σου ἐν πάσῃ τῇ γῇ;
no verse 10 in this text
Tip: use the ← and → keys to turn chapters.