ΕΣΔΡΑΣ 1
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
World English Bible
1ΚΑΙ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ βασιλέως Περσῶν, τοῦ τελεσθῆναι λόγον Κυρίου ἀπὸ στόματος Ἱερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ, καί γε ἐν γραπτῷ, λέγων,
1Now in the first year of Cyrus king of Persia, that the LORD’s word by Jeremiah’s mouth might be accomplished, the LORD stirred up the spirit of Cyrus king of Persia, so that he made a proclamation throughout all his kingdom, and put it also in writing, saying,
2Οὕτως εἶπε Κύρος βασιλεὺς Περσῶν, πάσας τὰς βασιλείας τῆς γῆς ἔδωκέ μοι Κύριος ὁ Θεὸς τοῦ οὐρανοῦ, καὶ αὐτὸς ἐπεσκέψατο ἐπʼ ἐμὲ τοῦ οἰκοδομῆσαι οἶκον αὐτῷ ἐν Ἱερουσαλὴμ τῇ ἐν τῇ Ἰουδαίᾳ.
2“Cyrus king of Persia says, ‘The LORD, the God of heaven, has given me all the kingdoms of the earth; and he has commanded me to build him a house in Jerusalem, which is in Judah.
3Τίς ἐν ὑμῖν ἀπὸ παντὸς τοῦ λαοῦ αὐτοῦ; καὶ ἔσται ὁ Θεὸς αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀναβήσεται εἰς Ἱερουσαλὴμ τὴν ἐν τῇ Ἰουδαίᾳ, καὶ οἰκοδομησάτω τὸν οἶκον Θεοῦ Ἰσραὴλ· αὐτὸς ὁ Θεὸς ὁ ἐν Ἱερουσαλήμ.
3Whoever there is among you of all his people, may his God be with him, and let him go up to Jerusalem, which is in Judah, and build the house of the LORD, the God of Israel (he is God), which is in Jerusalem.
4Καὶ πᾶς ὁ καταλιπόμενος ἀπὸ πάντων τῶν τόπων οὗ αὐτὸς παροικεῖ ἐκεῖ, καὶ λήψονται αὐτὸν ἄνδρες τοῦ τόπου αὐτοῦ ἐν ἀργυρίῳ, καὶ χρυσίῳ, καὶ ἀποσκευῇ, καὶ κτήνεσι μετὰ τοῦ ἑκουσίου εἰς οἶκον τοῦ Θεοῦ τὸν ἐν Ἱερουσαλήμ.
4Whoever is left, in any place where he lives, let the men of his place help him with silver, with gold, with goods, and with animals, in addition to the free will offering for God’s house which is in Jerusalem.’”
5Καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν τῶν Ἰούδα καὶ Βενιαμεὶν, καὶ οἱ ἱερεῖς καὶ οἱ Λευεῖται, πάντων ὧν ἐξήγειρεν ὁ Θεὸς τὸ πνεῦμα αὐτῶν τοῦ ἀναβῆναι οἰκοδομῆσαι τὸν οἶκον Κυρίου τὸν ἐν Ἱερουσαλήμ.
5Then the heads of fathers’ households of Judah and Benjamin, the priests and the Levites, all whose spirit God had stirred to go up, rose up to build the LORD’s house which is in Jerusalem.
6Καὶ πάντες οἱ κυκλόθεν ἐνίσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργυρίου, ἐν χρυσῷ, ἐν ἀποσκευῇ, καὶ ἐν κτήνεσι, καὶ ἐν ξενίοις, πάρεξ τῶν ἑκουσίων.
6All those who were around them strengthened their hands with vessels of silver, with gold, with goods, with animals, and with precious things, in addition to all that was willingly offered.
7Καὶ ὁ βασιλεὺς Κύρος ἐξήνεγκε τὰ σκεύη οἴκου Κυρίου, ἃ ἔλαβε Ναβουχοδονόσορ ἀπὸ Ἱερουσαλὴμ καὶ ἔδωκεν αὐτὰ ἐν οἴκῳ θεοῦ αὐτοῦ·
7Also Cyrus the king brought out the vessels of the LORD’s house, which Nebuchadnezzar had brought out of Jerusalem, and had put in the house of his gods;
8Καὶ ἐξήνεγκεν αὐτὰ Κύρος ὁ βασιλεὺς Περσῶν ἐπὶ χεῖρα Μιθραδάτου γασβαρηνοῦ, καὶ ἠρίθμησεν αὐτὰ τῷ Σασαβασὰρ τῷ ἄρχοντι τοῦ Ἰούδα.
8even those, Cyrus king of Persia brought out by the hand of Mithredath the treasurer, and counted them out to Sheshbazzar the prince of Judah.
9Καὶ οὗτος ὁ ἀριθμὸς αὐτῶν· ψυκτῆρες χρυσοῖ τριάκοντα, καὶ ψυκτῆρες ἀργυροῖ χίλιοι, παρηλλαγμένα ἐννέα καὶ εἴκοσι, κεφουρῆς χρυσοῖ τριάκοντα, καὶ ἀργυροῖ διπλοῖ τετρακόσια δέκα,
9This is the number of them: thirty platters of gold, one thousand platters of silver, twenty-nine knives,
10καὶ σκεύη ἕτερα χίλια.
10thirty bowls of gold, four hundred ten silver bowls of a second kind, and one thousand other vessels.
11Πάντα τὰ σκεύη τῷ χρυσῷ καὶ τῷ ἀργυρῷ πεντακισχίλια τετρακόσια, τὰ πάντα ἀναβαίνοντα μετὰ Σασαβασὰρ ἀπὸ τῆς ἀποικίας ἐκ Βαβυλῶνος εἰς Ἱερουσαλήμ.
11All the vessels of gold and of silver were five thousand four hundred. Sheshbazzar brought all these up when the captives were brought up from Babylon to Jerusalem.
Tip: use the ← and → keys to turn chapters.