ΑΡΙΘΜΟΙ
Chapter 25
Septuagint (Brenton Gree…
vs Old Persian Versio…
Aa
Text size
Line width
Verse numbers

ΑΡΙΘΜΟΙ 25

Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Καὶ κατέλυσεν Ἰσραὴλ ἐν Σαττεὶν, καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας Μωάβ.
1و اسرائیل در شطیم اقامت نمودند، وقوم با دختران موآب زنا کردن گرفتند.
2Καὶ ἐκάλεσαν αὐτοὺς εἰς τὰς θυσίας τῶν εἰδώλων αὐτῶν· καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν, καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν·
2زیرا که ایشان قوم را به قربانی های خدایان خوددعوت نمودند، پس قوم می‌خوردند و به خدایان ایشان سجده می‌نمودند.
3Καὶ ἐτελέσθη Ἰσραὴλ τῷ Βεελφεγώρ· καὶ ὠργίσθη θυμῷ Κύριος τῷ Ἰσραήλ.
3و اسرائیل به بعل فغورملحق شدند، و غضب خداوند بر اسرائیل افروخته شد.
4Καὶ εἶπε Κύριος τῷ Μωυσῇ, λάβε πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ, καὶ παραδειγμάτισον αὐτοὺς Κυρίῳ κατέναντι τοῦ ἡλίου, καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ Κυρίου ἀπὸ Ἰσραήλ.
4و خداوند به موسی گفت که: «تمامی روسای قوم را گرفته، ایشان را برای خداوند پیش آفتاب به دار بکش، تا شدت خشم خداوند از اسرائیل برگردد.»
5Καὶ εἶπε Μωυσῆς ταῖς φυλαῖς Ἰσραήλ, ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ Βεελφεγώρ.
5و موسی به داوران اسرائیل گفت که «هر یکی از شما کسان خود راکه به بعل فغور ملحق شدند، بکشید.»
6Καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν Ἰσραὴλ ἐλθὼν προσήγαγε τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν Μαδιανίτιν ἐναντίον Μωυσῆ, καὶ ἐναντίον πάσης συναγωγῆς υἱῶν Ἰσραήλ· αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου.
6و اینک مردی از بنی‌اسرائیل آمده، زن مدیانی‌ای را در نظر موسی و در نظر تمامی جماعت بنی‌اسرائیل نزد برادران خود آورد، وایشان به دروازه خیمه اجتماع گریه می‌کردند.
7Καὶ ἰδὼν Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως, ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς, καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ,
7وچون فینحاس بن العازار بن هارون کاهن، این رادید، از میان جماعت برخاسته، نیزه‌ای به‌دست خود گرفت،
8εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ Ἰσραηλίτου εἰς τὴν κάμινον, καὶ ἀπεκέντησεν ἀμφοτέρους, τόν τε ἄνθρωπον τὸν Ἰσραηλίτην, καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς· καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν Ἰσραήλ.
8و از عقب آن مرد اسرائیلی به قبه داخل شده، هر دوی ایشان یعنی آن مرداسرائیلی و زن را به شکمش فرو برد، و وبا ازبنی‌اسرائیل رفع شد.
9Καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ, τέσσαρες καὶ εἴκοσι χιλιάδες.
9و آنانی که از وبا مردند، بیست و چهار هزار نفر بودند.
10Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων,
10و خداوند موسی را خطاب کرده، گفت:
11Φινεὲς υἱὸς Ἐλεάζαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ, ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς, καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς Ἰσραὴλ ἐν τῷ ζήλῳ μου.
11«فینحاس بن العازار بن هارون کاهن، غضب مرااز بنی‌اسرائیل برگردانید، چونکه باغیرت من درمیان ایشان غیور شد، تا بنی‌اسرائیل را در غیرت خود هلاک نسازم.
12Οὕτως εἰπον, ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης,
12لهذا بگو اینک عهدسلامتی خود را به او می‌بخشم.
13καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτὸν διαθήκη ἱερατείας αἰωνία, ἀνθʼ ὧν ἐζήλωσεν τῷ Θεῷ αὐτοῦ, καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν Ἰσραήλ.
13و برای او وبرای ذریتش بعد از او این عهد کهانت جاودانی خواهد بود، زیرا که برای خدای خود غیور شد، وبجهت بنی‌اسرائیل کفاره نمود.»
14Τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ Ἰσραηλείτου τοῦ πεπληγότος, ὃς ἐπλήγη μετὰ τῆς Μαδιανίτιδος, Ζαμβρὶ, υἱὸς Σαλμὼν, ἄρχων οἴκου πατριᾶς τῶν Συμεών.
14و اسم آن مرد اسرائیلی مقتول که با زن مدیانی کشته گردید، زمری ابن سالو رئیس خاندان آبای سبط شمعون بود.
15Καὶ ὄνομα τῇ γυναικὶ τῇ Μαδιανίτιδι τῇ πεπληγυίᾳ, Χασβὶ, θυγάτηρ Σοὺρ, ἄρχοντος ἔθνους Ὀμμὼθ· οἴκου πατριᾶς ἐστι τῶν Μαδιάμ.
15و اسم زن مدیانی که کشته شد، کزبی دختر صور بود و اورئیس قوم خاندان آبا در مدیان بود.
16Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων,
16و خداوند موسی را خطاب کرده، گفت:
17ἐχθραίνετε τοῖς Μαδιηναίοις καὶ πατάξατε αὐτοὺς,
17«مدیانیان را ذلیل ساخته، مغلوب سازید.
18ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι, ὅσα δολιοῦσιν ὑμᾶς διὰ Φογὼρ, καὶ διὰ Χασβὶ θυγατέρα ἄρχοντος Μαδιὰμ ἀδελφὴν αὐτῶν, τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ Φογώρ.
18زیرا که ایشان شما را به مکاید خود ذلیل ساختند، چونکه شما را در واقعه فغور و در امرخواهر خود کزبی، دختر رئیس مدیان، که در روزوبا در واقعه فغور کشته شد، فریب دادند.»

Tip: use the ← and → keys to turn chapters.