ΑΡΙΘΜΟΙ
Chapter 13
Septuagint (Brenton Gree…
vs Old Persian Versio…
Aa
Text size
Line width
Verse numbers

ΑΡΙΘΜΟΙ 13

Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Καὶ ἐλάλησε Κύριος πρὸς Μωυσῆν, λέγων, ἀπόστειλον σεαυτῷ ἄνδρας,
1و خداوند موسی را خطاب کرده، گفت:
2καὶ κατασκεψάσθωσαν τὴν γῆν τῶν Χαναναίων, ἣν ἐγὼ δίδωμι τοῖς υἱοῖς Ἰσραὴλ εἰς κατάσχεσιν· ἄνδρα ἕνα κατὰ φυλήν, κατὰ δήμους πατριῶν αὐτῶν ἀποστελεῖς αὐτοὺς, πάντα ἀρχηγὸν ἐξ αὐτῶν.
2«کسان بفرست تا زمین کنعان را که به بنی‌اسرائیل دادم، جاسوسی کنند؛ یک نفر را ازهر سبط آبای ایشان که هرکدام در میان ایشان سرور باشد، بفرستید.»
3Καὶ ἐξαπέστειλεν αὐτοὺς Μωυσῆς ἐκ τῆς ἐρήμου Φαρὰν διὰ φωνῆς Κυρίου· πάντες ἄνδρες ἀρχηγοὶ υἱῶν Ἰσραὴλ οὗτοι.
3پس موسی به فرمان خداوند، ایشان را ازصحرای فاران فرستاد، و همه ایشان از روسای بنی‌اسرائیل بودند.
4Καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν· τῆς φυλῆς Ῥουβὴν, Σαμουὴλ υἱὸς Ζαχούρ.
4و نامهای ایشان اینهاست: ازسبط روبین، شموع بن زکور.
5Τῆς φυλῆς Συμεὼν, Σαφὰτ υἱὸς Σουρί.
5از سبط شمعون، شافاط بن حوری.
6Τῆς φυλῆς Ἰούδα, Χάλεβ υἱὸς Ἰεφοννή.
6از سبط یهودا، کالیب بن یفنه.
7Τῆς φυλῆς Ἰσσάχαρ, Ἰλαὰλ υἱὸς Ἰωσήφ.
7از سبط یساکار، یجال بن یوسف.
8Τῆς φυλῆς Ἐφραὶμ, Αὐσὴ υἱὸς Ναυή.
8از سبطافرایم، هوشع بن نون.
9Τῆς φυλῆς Βενιαμὶν, Φαλτὶ υἱὸς Ῥαφοῦ.
9از سبط بنیامین، فلطی بن رافو.
10Τῆς φυλῆς Ζαβουλὼν, Γουδιὴλ υἱὸς Σουδί.
10از سبط زبولون، جدیئیل بن سودی.
11Τῆς φυλῆς Ἰωσὴφ τῶν υἱῶν Μανασσῆ, Γαδδὶ υἱὸς Σουσί.
11ازسبط یوسف از سبط بنی منسی، جدی بن سوسی.
12Τῆς φυλῆς Δὰν, Ἀμιὴλ υἱὸς Γαμαλί.
12از سبط دان، عمیئیل بن جملی.
13Τῆς φυλῆς Ἀσὴρ, Σαθοὺρ υἱὸς Μιχαήλ.
13از سبطاشیر، ستور بن میکائیل.
14Τῆς φυλῆς Νεφθαλὶ, Ναβὶ υἱὸς Σαβί.
14از سبط نفتالی، نحبی بن وفسی.
15Τῆς φυλῆς Γὰδ, Γουδιὴλ υἱὸς Μακχί.
15از سبط جاد، جاوئیل بن ماکی.
16Ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν, οὓς ἀπέστειλε Μωυσῆς κατασκέψασθαι τὴν γῆν· καὶ ἐπωνόμασε Μωυσῆς τὸν Αὐσὴ υἱὸν Ναυὴ, Ἰησοῦν.
16این است نامهای کسانی که موسی برای جاسوسی زمین فرستاد، و موسی هوشع بن نون رایهوشوع نام نهاد.
17Καὶ ἀπέστειλεν αὐτοὺς Μωυσῆς κατασκέψασθαι τὴν γῆν Χαναὰν, καὶ εἶπε πρὸς αὐτοὺς, ἀνάβητε ταύτῃ τῇ ἐρήμῳ, καὶ ἀναβήσεσθε εἰς τὸ ὄρος,
17و موسی ایشان را برای جاسوسی زمین کنعان فرستاده، به ایشان گفت: «از اینجا به جنوب رفته، به کوهستان برآیید.
18καὶ ὄψεσθε τὴν γῆν τίς ἐστι, καὶ τὸν λαὸν τὸν ἐγκαθήμενον ἐπʼ αὐτῆς, εἰ ἰσχυρός ἐστιν ἢ ἀσθενὴς, ἢ ὀλίγοι εἰσὶν ἢ πολλοί.
18و زمین را ببینید که چگونه است و مردم را که در آن ساکنند که قوی‌اند یا ضعیف، قلیل‌اند یا کثیر.
19Καὶ τίς ἡ γῆ εἰς ἣν οὗτοι ἐγκάθηνται ἐπʼ αὐτῆς, ἢ καλή ἐστιν ἢ πονηρά· καὶ τίνες αἱ πόλεις ἃς οὗτοι κατοικοῦσιν ἐν αὐταῖς, εἰ ἐν τειχήρεσιν ἢ ἐν ἀτειχίστοις.
19و زمینی که در آن ساکنند چگونه است، نیک یا بد؟ و در چه قسم شهرها ساکنند، در چادرها یا در قلعه‌ها؟
20Καὶ τίς ἡ γῆ, ἢ πίων ἢ παρειμένη· εἰ ἔστιν ἐν αὐτῇ δένδρα, ἢ οὔ· καὶ προσκαρτερήσαντες λήψεσθε ἀπὸ τῶν καρπῶν τῆς γῆς. καὶ αἱ ἡμέραι, ἡμέραι ἔαρος, πρόδρομοι σταφυλῆς.
20و چگونه است زمین، چرب یا لاغر؟ درخت دارد یا نه؟ پس قوی‌دل شده، از میوه زمین بیاورید.» و آن وقت موسم نوبر انگور بود.
21Καὶ ἀναβάντες κατεσκέψαντο τὴν γῆν ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Ῥοὸβ, εἰσπορευομένων Αἰμάθ.
21پس رفته زمین را از بیابان سین تا رحوب، نزد مدخل حمات جاسوسی کردند.
22Καὶ ἀνέβησαν κατὰ τὴν ἔρημον, καὶ ἀπῆλθον ἕως Χεβρὼν, καὶ ἐκεῖ Ἀχιμὰν, καὶ Σεσσὶ, καὶ Θελαμὶ, γενεαὶ Ἐνάχ· καὶ Χεβρὼν ἐπτὰ ἔτεσιν ᾠκοδομήθη πρὸ τοῦ Τανὶν Αἰγύπτου.
22و به جنوب رفته، به حبرون رسیدند، و اخیمان وشیشای و تلمای بنی عناق در آنجا بودند، اماحبرون هفت سال قبل از صوعن مصر بنا شده بود.
23Καὶ ἤλθοσαν ἕως φάραγγος βότρυος, καὶ κατεσκέψαντο αὐτήν· καὶ ἔκοψαν ἐκεῖθεν κλῆμα καὶ βότρυν σταφυλῆς ἕνα ἐπʼ αὐτοῦ, καὶ ᾖραν αὐτὸν ἐπʼ ἀναφορεύσι, καὶ ἀπὸ τῶν ῥοῶν, καὶ ἀπὸ τῶν συκῶν.
23و به وادی اشکول آمدند، و شاخه‌ای با یک خوشه انگور بریده، آن را بر چوب دستی، میان دونفر با قدری از انار و انجیر برداشته، آوردند.
24Καὶ τὸν τόπον ἐκεῖνον ἐπωνόμασαν Φάραγξ βότρυος, διὰ τὸν βότρυν, ὃν ἔκοψαν ἐκεῖθεν οἱ υἱοὶ Ἰσραήλ.
24وآن مکان به‌سبب خوشه انگور که بنی‌اسرائیل ازآنجا بریده بودند، به وادی اشکول نامیده شد.
25Καὶ ἀπέστρεψαν ἐκεῖθεν κατασκεψάμενοι τὴν γῆν μετὰ τεσσαράκοντα ἡμέρας.
25و بعد از چهل روز، از جاسوسی زمین برگشتند.
26Καὶ πορευθέντες ἦλθον πρὸς Μωυσῆν καὶ Ἀαρὼν καὶ πρὸς πᾶσαν συναγωγὴν υἱῶν Ἰσραὴλ, εἰς τὴν ἔρημον Φαρὰν Κάδης· καὶ ἀπεκρίθησαν αὐτοῖς ῥῆμα καὶ πάσῃ συναγωγῇ, καὶ ἔδειξαν τὸν καρπὸν τῆς γῆς,
26و روانه شده، نزد موسی و هارون وتمامی جماعت بنی‌اسرائیل به قادش در بیابان فاران رسیدند، و برای ایشان و برای تمامی جماعت خبر‌آوردند، و میوه زمین را به ایشان نشان دادند.
27καὶ διηγήσαντο αὐτῷ, καὶ εἶπαν, ἤλθαμεν εἰς τὴν γῆν εἰς ἣν ἀπέστειλας ἡμᾶς, γῆν ῥέουσαν γάλα καὶ μέλι· καὶ οὗτος ὁ καρπὸς αὐτῆς.
27و برای او حکایت کرده، گفتند: «به زمینی که ما را فرستادی رفتیم، و به درستی که به شیر و شهد جاریست، و میوه‌اش این است.
28Ἀλλʼ ἢ ὅτι θρασὺ τὸ ἔθνος τὸ κατοικοῦν ἐπʼ αὐτῆς, καὶ πόλεις ὀχυραὶ τετειχισμέναι μεγάλαι σφόδρα· καὶ τὴν γενεὰν Ἐνὰχ ἑωράκαμεν ἐκεῖ.
28لیکن مردمانی که در زمین ساکنند زورآورند، وشهرهایش حصاردار و بسیار عظیم، و بنی عناق رانیز در آنجا دیدیم.
29Καὶ Ἀμαλὴκ κατοικεῖ ἐν τῇ γῇ τῇ πρὸς Νότον· καὶ ὁ Χετταῖος, καὶ ὁ Εὐαῖος, καὶ ὁ Ἰεβουσαῖος, καὶ ὁ Ἀμοῤῥαῖος κατοικεῖ ἐν τῇ ὀρεινῇ· καὶ ὁ Χαναναῖος κατοικεῖ παρὰ θάλασσαν, καὶ παρὰ τὸν Ἰορδάνην ποταμόν.
29و عمالقه در زمین جنوب ساکنند، و حتیان و یبوسیان و اموریان درکوهستان سکونت دارند. و کنعانیان نزد دریا و برکناره اردن ساکنند.»
30Καὶ κατεσιώπησε Χάλεβ τὸν λαὸν πρὸς Μωυσῆν, καὶ εἶπεν αὐτῷ, οὐχὶ, ἀλλὰ ἀναβάντες ἀναβησόμεθα, καὶ κατακληρονομήσομεν αὐτὴν, ὅτι δυνατοὶ δυνησόμεθα πρὸς αὐτούς.
30و کالیب قوم را پیش موسی خاموش ساخته، گفت: «فی الفور برویم و آن را در تصرف آریم، زیرا که می‌توانیم بر آن غالب شویم.»
31Καὶ οἱ ἄνθρωποι οἱ συναναβάντες μετʼ αὐτοῦ, εἶπαν, οὐκ ἀναβαίνομεν, ὅτι οὐ μὴ δυνώμεθα ἀναβῆναι πρὸς τὸ ἔθνος, ὅτι ἰσχυρότερον ἡμῶν ἐστι μᾶλλον.
31اماآن کسانی که با وی رفته بودند، گفتند: «نمی توانیم با این قوم مقابله نماییم زیرا که ایشان از ماقوی ترند.»
32Καὶ ἐξήνεγκαν ἔκστασιν τῆς γῆς ἣν κατεσκέψαντο αὐτὴν πρὸς τοὺς υἱοὺς Ἰσραὴλ, λέγοντες, τὴν γῆς ἣν παρήλθομεν αὐτὴν κατασκέψασθαι, γῆ κατέσθουσα τοὺς κατοικοῦντας ἐπʼ αὐτῆς ἐστι· καὶ πᾶς ὁ λαὸς ὃν ἑωράκαμεν ἐν αὐτῇ, ἄνδρες ὑπερμήκεις.
32و درباره زمینی که آن را جاسوسی کرده بودند، خبر بد نزد بنی‌اسرائیل آورده، گفتند: «زمینی که برای جاسوسی آن از آن گذشتیم زمینی است که ساکنان خود را می‌خورد، و تمامی قومی که در آن دیدیم، مردان بلند قدبودند.
33Καὶ ἐκεῖ ἑωράκαμεν τοὺς γίγαντας, καὶ ἦμεν ἐνώπιον αὐτῶν ὡσεὶ ἀκρίδες· ἀλλὰ καὶ οὕτως ἦμεν ἐνώπιον αὐτῶν.
33و در آنجا جباران بنی عناق را دیدیم که اولاد جبارانند، و ما در نظر خود مثل ملخ بودیم وهمچنین در نظر ایشان می‌نمودیم.»

Tip: use the ← and → keys to turn chapters.