ΗΣΑΙΑΣ
Chapter 42
Septuagint (Brenton Gree…
vs Old Persian Versio…
Aa
Text size
Line width
Verse numbers

ΗΣΑΙΑΣ 42

Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπʼ αὐτὸν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.
1اینک بنده من که او را دستگیری نمودم و برگزیده من که جانم از او خشنوداست، من روح خود را بر او می‌نهم تا انصاف رابرای امت‌ها صادر سازد.
2Οὐ κεκράξεται, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ.
2او فریاد نخواهد زد وآواز خود را بلند نخواهد نمود و آن را درکوچه‌ها نخواهد شنوانید.
3Κάλαμον τεθλασμένον οὐ συντρίψει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλὰ εἰς ἀλήθειαν ἐξοίσει κρίσιν.
3نی خرد شده رانخواهد شکست و فتیله ضعیف را خاموش نخواهد ساخت تا عدالت را به راستی صادرگرداند.
4Ἀναλάμψει, καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.
4او ضعیف نخواهد گردید و منکسرنخواهد شد تا انصاف را بر زمین قرار دهد وجزیره‌ها منتظر شریعت او باشند.
5Οὕτω λέγει Κύριος ὁ Θεὸς, ὁ ποιήσας τὸν οὐρανὸν, καὶ πήξας αὐτὸν, ὁ στερεώσας τὴν γῆν, καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπʼ αὐτῆς, καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν·
5خدا یهوه که آسمانها را آفرید و آنها را پهن کرد و زمین و نتایج آن را گسترانید و نفس را به قومی که در آن باشندو روح را بر آنانی که در آن سالکند می‌دهد چنین می‌گوید:
6Ἐγὼ Κύριος ὁ Θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν,
6«من که یهوه هستم تو را به عدالت خوانده‌ام و دست تو را گرفته، تو را نگاه خواهم داشت و تو را عهد قوم و نور امت‌ها خواهم گردانید.
7ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς, καὶ καθημένους ἐν σκότει.
7تا چشمان کوران را بگشایی و اسیران را از زندان و نشینندگان در ظلمت را از محبس بیرون آوری.
8Ἐγὼ Κύριος ὁ Θεός, τοῦτό μου ἐστὶ τὸ ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.
8من یهوه هستم و اسم من همین است. و جلال خود را به کسی دیگر و ستایش خویش را به بتهای تراشیده نخواهم داد.
9Τὰ ἀπʼ ἀρχῆς ἰδοὺ ἥκασι, καὶ καινὰ ἃ ἐγὼ ἀναγγέλλω, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν.
9اینک وقایع نخستین واقع شد و من از چیزهای نو اعلام می‌کنم و قبل از آنکه بوجود آید شما را از آنهاخبر می‌دهم.»
10Ὑμνήσατε τῷ Κυρίῳ ὕμνον καινόν· ἡ ἀρχὴ αὐτοῦ, δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπʼ ἄκρου τῆς γῆς, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν, καὶ πλέοντες αὐτὴν, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς.
10‌ای شما که به دریا فرود می‌روید و ای آنچه در آن است! ای جزیره‌ها و ساکنان آنهاسرود نو را به خداوند و ستایش وی را از اقصای زمین بسرایید!
11Εὐφράνθητι ἔρημος, καὶ αἱ κῶμαι αὐτῆς, ἐπαύλεις, καὶ οἱ κατοικοῦντες Κηδάρ· εὐφρανθήσονται οἱ κατοικοῦντες πέτραν, ἀπʼ ἄκρου τῶν ὀρέων βοήσουσι,
11صحرا و شهرهایش وقریه هایی که اهل قیدار در آنها ساکن باشند آوازخود را بلند نمایند و ساکنان سالع ترنم نموده، ازقله کوهها نعره زنند!
12δώσουσι τῷ Θεῷ δόξαν, τὰς ἀρετὰς αὐτοῦ ἐν ταῖς νήσοις ἀναγγελοῦσι.
12برای خداوند جلال راتوصیف نمایند و تسبیح او را در جزیره هابخوانند!
13Κύριος ὁ Θεὸς τῶν δυνάμεων ἐξελεύσεται, καὶ συντρίψει πόλεμον, ἐπεγερεῖ ζῆλον, καὶ βοήσεται ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ μετὰ ἰσχύος.
13خداوند مثل جبار بیرون می‌آید ومانند مرد جنگی غیرت خویش را برمی انگیزاند. فریاد کرده، نعره خواهد زد و بر دشمنان خویش غلبه خواهد نمود.
14Ἐσιώπησα, μὴ καὶ ἀεὶ σιωπήσομαι καὶ ἀνέξομαι; ὡς ἡ τίκτουσα ἐκαρτέρησα, ἐκστήσω καὶ ξηρανῶ ἅμα·
14از زمان قدیم خاموش وساکت مانده، خودداری نمودم. الان مثل زنی که می‌زاید نعره خواهم زد و دم زده آه خواهم کشید.
15Ἐρημώσω ὄρη καὶ βουνοὺς, καὶ πάντα χόρτον αὐτῶν ξηρανῶ· καὶ θήσω ποταμοὺς εἰς νήσους, καὶ ἕλη ξηρανῶ.
15کوهها و تلها را خراب کرده، تمامی گیاه آنها راخشک خواهم ساخت و نهرها را جزایر خواهم گردانید و برکه‌ها را خشک خواهم ساخت.
16Καὶ ἄξω τυφλοὺς ἐν ὁδῷ ᾗ οὐκ ἔγνωσαν, καὶ τρίβους ἃς οὐκ ᾔδεισαν, πατῆσαι ποιήσω αὐτούς· ποιήσω αὐτοῖς τὸ σκότος εἰς φῶς, καὶ τὰ σκολιὰ εἰς εὐθεῖαν· ταῦτα τὰ ῥήματα ποιήσω, καὶ οὐκ ἐγκαταλείψω αὐτούς·
16وکوران را به راهی که ندانسته‌اند رهبری نموده، ایشان را به طریق هایی که عارف نیستند هدایت خواهم نمود. ظلمت را پیش ایشان به نور و کجی را به راستی مبدل خواهم ساخت. این کارها را بجاآورده، ایشان را رها نخواهم نمود.
17Αὐτοὶ δὲ ἀπεστράφησαν εἰς τὰ ὀπίσω· αἰσχύνθητε αἰσχύνην οἱ πεποιθότες ἐπὶ τοῖς γλυπτοῖς, οἱ λέγοντες τοῖς χωνευτοῖς, ὑμεῖς ἐστε θεοὶ ἡμῶν.
17آنانی که بربتهای تراشیده اعتماد دارند و به اصنام ریخته شده می‌گویند که خدایان ما شمایید به عقب برگردانیده، بسیار خجل خواهند شد.
18Οἱ κωφοὶ ἀκούσατε, καὶ οἱ τυφλοὶ ἀναβλέψατε ἰδεῖν.
18‌ای کران بشنوید و‌ای کوران نظر کنید تاببینید.
19Καὶ τίς τυφλὸς ἀλλʼ ἢ οἱ παῖδές μου, καὶ κωφοὶ ἀλλʼ ἢ οἱ κυριεύοντες αὐτῶν; καὶ ἐτυφλώθησαν οἱ δοῦλοι τοῦ Θεοῦ.
19کیست که مثل بنده من کور باشد وکیست که کر باشد مثل رسول من که می‌فرستم؟
20Εἴδετε πλεονάκις, καὶ οὐκ ἐφυλάξασθε· ἠνοιγμένα τὰ ὦτα. καὶ οὐκ ἠκούσατε.
20چیزهای بسیار می‌بینی اما نگاه نمی داری. گوشها را می‌گشاید لیکن خودنمی شنود.
21Κύριος ὁ Θεὸς ἐβουλεύσατο ἵνα δικαιωθῇ, καὶ μεγαλύνῃ αἴνεσιν.
21خداوند را به‌خاطر عدل خودپسند آمد که شریعت خویش را تعظیم و تکریم نماید.
22Καὶ εἶδον, καὶ ἐγένετο ὁ λαὸς πεπρονομευμένος, καὶ διηρπασμένος· ἡ γὰρ παγὶς ἐν τοῖς ταμείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα, ὅπου ἔκρυψαν αὐτούς· ἐγένοντο εἰς προνομὴν, καὶ οὐκ ἦν ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων, ἀπόδος.
22لیکن اینان قوم غارت و تاراج شده‌اند وجمیع ایشان در حفره‌ها صید شده و در زندانهامخفی گردیده‌اند. ایشان غارت شده و رهاننده‌ای نیست. تاراج گشته و کسی نمی گوید که باز ده.
23Τίς ἐν ὑμῖν ὃς ἐνωτιεῖται ταῦτα; εἰσακούσατε εἰς τὰ ἐπερχόμενα.
23کیست در میان شما که به این گوش دهد وتوجه نموده، برای زمان آینده بشنود.
24Οἷς ἔδωκεν εἰς διαρπαγὴν Ἰακὼβ καὶ Ἰσραὴλ τοῖς προνομεύουσιν αὐτόν; οὐχὶ ὁ Θεὸς ᾧ ἡμάρτοσαν αὐτῷ, καὶ οὐκ ἠβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι, οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ;
24کیست که یعقوب را به تاراج و اسرائیل را به غارت تسلیم نمود؟ آیا خداوند نبود که به او گناه ورزیدیم چونکه ایشان به راههای او نخواستندسلوک نمایند و شریعت او را اطاعت ننمودند.
25Καὶ ἐπήγαγεν ἐπʼ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν αὐτοὺς πόλεμος, καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ, καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν, οὐδὲ ἔθεντο ἐπὶ ψυχήν.
25بنابراین حدت غضب خود و شدت جنگ را برایشان ریخت و آن ایشان را از هر طرف مشتعل ساخت و ندانستند و ایشان را سوزانید اما تفکرننمودند.

Tip: use the ← and → keys to turn chapters.