ΗΣΑΙΑΣ
Chapter 38
Septuagint (Brenton Gree…
vs Old Persian Versio…
Aa
Text size
Line width
Verse numbers

ΗΣΑΙΑΣ 38

Septuagint (Brenton Greek text, with Apocrypha)
Old Persian Version (ترجمه قدیم)
1Ἐγένετο δὲ ἐν τῷ καιρῷ ἐκείνῳ, ἐμαλακίσθη Ἐζεκίας ἕως θανάτου· καὶ ἦλθε πρὸς αὐτὸν Ἡσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης, καὶ εἶπε πρὸς αὐτὸν, τάδε λέγει Κύριος, τάξαι περὶ τοῦ οἴκου σου, ἀποθνήσκεις γὰρ σὺ, καὶ οὐ ζήσῃ.
1در آن ایام حزقیا بیمار و مشرف به موت شد و اشعیا ابن آموص نبی نزد وی آمده، او را گفت: «خداوند چنین می‌گوید: تدارک خانه خود را ببین زیرا که می‌میری و زنده نخواهی ماند.»
2Καὶ ἀπέστρεψεν Ἐζεκίας τὸ πρόσωπον αὐτοῦ πρὸς τὸν τεῖχον, καὶ προσηύξατο πρὸς Κύριον,
2آنگاه حزقیا روی خود را بسوی دیواربرگردانیده، نزد خداوند دعا نمود،
3λέγων, μνήσθητι Κύριε, ὡς ἐπορεύθην ἐνώπιόν σου μετὰ ἀληθείας, ἐν καρδίᾳ ἀληθινῇ, καὶ τὰ ἀρεστὰ ἐνώπιόν σου ἐποίησα· καὶ ἔκλαυσεν Ἐζεκίας κλαυθμῷ μεγάλῳ.
3و گفت: «ای خداوند مستدعی اینکه بیاد آوری که چگونه به حضور تو به امانت و به دل کامل سلوک نموده‌ام وآنچه در نظر تو پسند بوده است بجا آورده‌ام.» پس حزقیا زار‌زار بگریست.
4Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἡσαΐαν, λέγων,
4و کلام خداوند بر اشعیا نازل شده، گفت:
5πορεύθητι, καὶ εἰπὸν Ἐζεκίᾳ, τάδε λέγει Κύριος ὁ Θεὸς Δαυὶδ τοῦ πατρός σου, ἤκουσα τῆς προσευχῆς σου, καὶ εἶδον τὰ δάκρυά σου· ἰδοὺ προστίθημι πρὸς τὸν χρόνον σου δεκαπέντε ἔτη,
5«برو و به حزقیا بگو یهوه خدای پدرت داود چنین می‌گوید: دعای تو راشنیدم و اشکهایت را دیدم. اینک من بر روزهای تو پانزده سال افزودم.
6καὶ ἐκ χειρὸς βασιλέως Ἀσσυρίων ῥύσομαί σε καὶ τὴν πόλιν ταύτην, καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης.
6و تو را و این شهر را ازدست پادشاه آشور خواهم رهانید و این شهر راحمایت خواهم نمود.
7Τοῦτο δέ σοι τὸ σημεῖον παρὰ Κυρίου, ὅτι ποιήσει ὁ Θεὸς τὸ ῥῆμα τοῦτο·
7و علامت از جانب خداوند که خداوند این کلام را که گفته است بجاخواهد آورد این است:
8Ἰδοὺ ἐγὼ στρέφω τὴν σκιὰν τῶν ἀναβαθμῶν οὓς κατέβη τοὺς δέκα ἀναβαθμοὺς τοῦ οἴκου τοῦ πατρός σου ὁ ἥλιος, ἀποστρέψω τὸν ἥλιον τοὺς δέκα ἀναβαθμούς· καὶ ἀνέβη ὁ ἥλιος τοὺς δέκα ἀναβαθμοὺς, οὓς κατέβη ἡ σκιά.
8اینک سایه درجاتی که از آفتاب بر ساعت آفتابی آحاز پایین رفته است ده درجه به عقب برمی گردانم.» پس آفتاب ازدرجاتی که بر ساعت آفتابی پایین رفته بود، ده درجه برگشت.
9ΠΡΟΣΕΥΧΗ ἘΖΕΚΙΟΥ ΒΑΣΙΛΕΩΣ ΤΗΣ ἸΟΥΔΑΙΑΣ, ἩΝΙΚΑ ἘΜΑΛΑΚΙΣΘΗ, ΚΑΙ ἈΝΕΣΤΗ ἘΚ ΤΗΣ ΜΑΛΑΚΙΑΣ ΑΥΤΟΥ.
9مکتوب حزقیا پادشاه یهودا وقتی که بیمارشد و از بیماریش شفا یافت:
10Ἐγὼ εἶπα ἐν τῷ ὕψει τῶν ἡμερῶν μου, πορεύσομαι ἐν πύλαις ἅδου, καταλείψω τὰ ἔτη τὰ ἐπίλοιπα.
10من گفتم: «اینک در فیروزی ایام خود به درهای هاویه می‌روم و ازبقیه سالهای خود محروم می‌شوم.
11Εἶπα, οὐκέτι οὐ μὴ ἴδω τὸ σωτήριον τοῦ Θεοῦ ἐπὶ γῆς ζώντων, οὐκέτι μὴ ἴδω τὸ σωτήριον τοῦ Ἰσραὴλ ἐπὶ γῆς, οὐκέτι μὴ ἴδω ἄνθρωπον.
11گفتم: خداوند را مشاهده نمی نمایم. خداوند را در زمین زندگان نخواهم دید. من با ساکنان عالم فنا انسان را دیگر نخواهم دید.
12Ἐξέλιπεν ἐκ τῆς συγγενείας μου, κατέλιπον τὸ ἐπίλοιπον τῆς ζωῆς μου, ἐξῆλθε καὶ ἀπῆλθεν ἀπʼ ἐμοῦ ὥσπερ ὁ σκηνὴν καταλύων πήξας· ὡς ἱστὸς τὸ πνεῦμά μου παρʼ ἐμοὶ ἐγένετο, ἐρίθου ἐγγιζούσης ἐκτεμεῖν.
12خانه من کنده گردید ومثل خیمه شبان از من برده شد. مثل نساج عمرخود را پیچیدم. او مرا از نورد خواهد برید. روز وشب مرا تمام خواهی کرد.
13Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ παρεδόθην ἕως πρωῒ ὡς λέοντι, οὕτως συνέτριψε πάντα τὰ ὀστᾶ μου· ἀπὸ γὰρ τῆς ἡμέρας ἕως νυκτὸς παρεδόθην.
13تا صبح انتظارکشیدم. مثل شیر همچنین تمامی استخوانهایم رامی شکند. روز و شب مرا تمام خواهی کرد.
14Ὡς χελιδὼν, οὕτω φωνήσω, καὶ ὡς περιστερὰ, οὕτω μελετῶ· ἐξέλιπον γάρ μου οἱ ὀφθαλμοὶ τοῦ βλέπειν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ πρὸς τὸν Κύριον, ὃς ἐξείλατό με,
14مثل پرستوک که جیک جیک می‌کند صدامی نمایم. و مانند فاخته ناله می‌کنم و چشمانم ازنگریستن به بالا ضعیف می‌شود. ای خداوند درتنگی هستم کفیل من باش.
15καὶ ἀφείλατό μου τὴν ὀδύνην τῆς ψυχῆς.
15«چه بگویم چونکه او به من گفته است وخود او کرده است. تمامی سالهای خود را به‌سبب تلخی جانم آهسته خواهم رفت.
16Κύριε, περὶ αὐτῆς γὰρ ἀνηγγέλη σοι, καὶ ἐξήγειράς μου τὴν πνοὴν, καὶ παρακληθεὶς ἔζησα.
16‌ای خداوند به این چیزها مردمان زیست می‌کنند و به اینها و بس حیات روح من می‌باشد. پس مرا شفابده و مرا زنده نگاه دار.
17Εἵλου γάρ μου τὴν ψυχὴν, ἴνα μὴ ἀπόληται, καὶ ἀπέῤῥιψας ὀπίσω μου πάσας τὰς ἁμαρτίας.
17اینک تلخی سخت من باعث سلامتی من شد. از راه لطف جانم را از چاه هلاکت برآوردی زیرا که تمامی گناهانم را به پشت سر خود انداختی.
18Οὐ γὰρ οἱ ἐν ᾅδου αἰνέσουσί σε, οὐδὲ οἱ ἀποθανόντες εὐλογήσουσί σε, οὐδὲ ἐλπιοῦσιν οἱ ἐν ᾄδου τὴν ἐλεημοσύνην σου.
18زیرا که هاویه تو راحمد نمی گوید و موت تو را تسبیح نمی خواند. وآنانی که به حفره فرو می‌روند به امانت تو امیدوارنمی باشند.
19Οἱ ζῶντες εὐλογήσουσί σε ὃν τρόπον κᾀγώ· ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἅ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου
19زندگانند، زندگانند که تو را حمدمی گویند، چنانکه من امروز می‌گویم. پدران به پسران راستی تو را تعلیم خواهند داد.
20Θεὲ τῆς σωτηρίας μου, καὶ οὐ παύσομαι εὐλογῶν σε μετὰ ψαλτηρίου πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, κατέναντι τοῦ οἴκου τοῦ Θεοῦ.
20خداوندبه جهت نجات من حاضر است، پس سرودهایم را در تمامی روزهای عمر خود در خانه خداوندخواهیم سرایید.»
21Καὶ εἶπεν Ἡσαΐας πρὸς Ἐζεκίαν, λάβε παλάθην ἐκ σύκων, καὶ τρίψον, καὶ κατάπλασαι, καὶ ὑγιὴς ἔσῃ.
21و اشعیا گفته بود که قرصی از انجیر بگیریدو آن را بر دمل بنهید که شفا خواهد یافت.
22Καὶ εἶπεν Ἐζεκίας, τοῦτο σημεῖον πρὸς Ἐζεκίαν, ὅτι ἀναβήσομαι εἰς τὸν οἶκον τοῦ Θεοῦ.
22وحزقیا گفته بود علامتی که به خانه خداوندبرخواهم آمد چیست؟

Tip: use the ← and → keys to turn chapters.