ΗΣΑΙΑΣ 37
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἐζεκίαν, ἔσχισε τὰ ἱμάτια, καὶ περιεβάλετο σάκκον, καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου.
1希西家 王聽見就撕裂衣服,披上麻布,進了耶和華的殿,
2Καὶ ἀπέστειλεν Ἑλιακεὶμ τὸν οἰκονόμον, καὶ Σόμνᾶν τὸν γραμματέα, καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους, πρὸς Ἠσαΐαν υἱὸν Ἀμὼς τὸν προφήτην.
2使家宰 以利亞敬 和書記 舍伯那 ,並祭司中的長老,都披上麻布,去見 亞摩斯 的兒子先知 以賽亞 ,
3Καὶ εἶπαν αὐτῷ, τάδε λέγει Ἐζεκίας, ἡμέρα, θλίψεως καὶ ὀνειδισμοῦ καὶ ἐλεγμοῦ καὶ ὀργῆς ἡ σήμερον ἡμέρα, ὅτι ἥκει ἡ ὠδὶν τῇ τικτούσῃ, ἰσχὺν δὲ οὐκ ἔχει τοῦ τεκεῖν.
3對他說:「 希西家 如此說:『今日是急難、責罰、凌辱的日子,就如婦人將要生產嬰孩,卻沒有力量生產。
4Εἰσακούσαι Κύριος ὁ Θεός σου τοὺς λόγους Ῥαβσάκου, οὓς ἀπέστειλε βασιλεὺς Ἀσσυρίων, ὀνειδίζειν Θεὸν ζῶντα, καὶ ὀνειδίζειν λόγους οὓς ἤκουσε Κύριος ὁ Θεός σου, καὶ δεηθήσῃ πρὸς Κύριόν σου περὶ τῶν καταλελειμμένων τούτων.
4或者耶和華-你的上帝聽見拉伯沙基的話,就是他主人 亞述 王打發他來辱罵永生上帝的話;耶和華-你的上帝聽見這話就發斥責。故此,求你為餘剩的民揚聲禱告。』」
5Καὶ ἦλθον οἱ παῖδες τοῦ βασιλέως Ἐζεκίου πρὸς Ἡσαΐαν.
5希西家 王的臣僕就去見 以賽亞 。
6Καὶ εἶπεν αὐτοῖς Ἡσαΐας, οὕτως ἐρεῖτε πρὸς τὸν κύριον ὑμῶν, τάδε λέγεἱ Κύριος, μὴ φοβηθῇς ἀπὸ τῶν λόγων ὧν ἤκουσας, οὓς ὠνείδισάν με οἱ πρέσβεις βασιλέως Ἀσσυρίων.
6以賽亞 對他們說:「要這樣對你們的主人說,耶和華如此說:『你聽見 亞述 王的僕人褻瀆我的話,不要懼怕。
7Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς αὐτὸν πνεῦμα, καὶ ἀκούσας ἀγγελίαν, ἀποστραφήσεται εἰς τὴν χώραν αὐτοῦ, καὶ πεσεῖται μαχαίρᾳ ἐν τῇ γῇ αὐτοῦ.
7我必驚動他的心;他要聽見風聲就歸回本地,我必使他在那裏倒在刀下。』」
8Καὶ ἀπέστρεψε Ῥαβσάκης, καὶ κατέλαβε τὸν βασιλέα Ἀσσυρίων πολιορκοῦντα Λοβνάν· καὶ ἤκουσεν ὅτι ἀπῇρεν ἀπὸ Λαχίς.
8拉伯沙基回去,正遇見 亞述 王攻打 立拿 ;原來他早聽見 亞述 王拔營離開 拉吉 。
9Καὶ ἐξῆλθε Θαρακὰ βασιλεὺς Αἰθιόπων πολιορκῆσαι αὐτόν· καὶ ἀκούσας ἀπέστρεψε, καὶ ἀπέστειλεν ἀγγέλους πρὸς Ἐζεκίαν, λέγων,
9亞述 王聽見人論 古實 王 特哈加 說:「他出來要與你爭戰。」 亞述 王一聽見,就打發使者去見 希西家 ,吩咐他們說:
10οὕτως ἐρεῖτε Ἐζεκίᾳ βασιλεῖ τῆς Ἰουδαίας, μή σε ἀπατάτω ὁ Θεός σου, ἐφʼ ᾧ πέποιθας ἐπʼ αὐτῷ, λέγων, οὐ μὴ παραδοθῇ Ἱερουσαλὴμ ἐν χειρὶ βασιλέως Ἀσσυρίων.
10「你們對 猶大 王 希西家 如此說:『不要聽你所倚靠的上帝欺哄你說: 耶路撒冷 必不交在 亞述 王的手中。
11Σὺ οὐκ ἤκουσας ἃ ἐποίησαν βασιλεῖς Ἀσσυρίων, πᾶσαν τὴν γῆν ὡς ἀπώλεσαν; καὶ σὺ ῥυσθήσῃ;
11你總聽說 亞述 諸王向列國所行的乃是盡行滅絕,難道你還能得救嗎?
12Μὴ ἐῤῥύσαντο αὐτοὺς οἱ θεοὶ τῶν ἐθνῶν, οὓς ἀπώλεσαν οἱ πατέρες μου, τήν τε Γωζᾶν, καὶ Χαῤῥὰν, καὶ Ῥαφὲθ, αἵ εἰσιν ἐν χώρᾳ Θεεμάθ;
12我列祖所毀滅的,就是 歌散 、 哈蘭 、 利色 ,和屬 提‧拉撒 的 伊甸 人;這些國的神何曾拯救這些國呢?
13Ποῦ εἰσι βασιλεῖς Ἐμάθ; καὶ ποῦ Ἀρφάθ; καὶ ποῦ πόλεως Ἐπφαρουαὶμ, Ἀναγονγάυα;
13哈馬 的王, 亞珥拔 的王, 西法瓦音 城的王, 希拿 和 以瓦 的王,都在哪裏呢?』」
14Καὶ ἔλαβεν Ἐζεκίας τὸ βιβλίον παρὰ τῶν ἀγγέλων, καὶ ἀνέγνω αὐτὸ, καὶ ἀνέβη εἰς οἶκον Κυρίου, καὶ ἤνοιξεν αὐτὸ ἐναντίον Κυρίου.
14希西家 從使者手裏接過書信來,看完了,就上耶和華的殿,將書信在耶和華面前展開。
15Καὶ προσηύξατο Ἐζεκίας πρὸς Κύριον, λέγων,
15希西家 向耶和華禱告說:
16Κύριος σαβαὼθ ὁ Θεὸς Ἰσραὴλ, ὁ καθήμενος ἐπὶ τῶν χερουβὶμ, σὺ εἶ ὁ Θεὸς μόνος πάσης βασιλείας τῆς οἰκουμένης, σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν·
16「坐在二基路伯上萬軍之耶和華- 以色列 的上帝啊,你-惟有你是天下萬國的上帝,你曾創造天地。
17Κλῖνον Κύριε τὸ οὖς σου, εἰσάκουσον Κύριε, ἄνοιξον Κύριε τοὺς ὀφθαλμούς σου, εἴσβλεψον Κύριε, καὶ ἴδε τοὺς λόγους Σενναχηρεὶμ, οὓς ἀπέστειλεν ὀνειδίζειν Θεὸν ζῶντα.
17耶和華啊,求你側耳而聽;耶和華啊,求你睜眼而看,要聽 西拿基立 的一切話,他是打發使者來辱罵永生上帝的。
18Ἐπʼ ἀληθείας γὰρ Κύριε ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων τὴν οἰκουμένην ὅλην, καὶ τὴν χώραν αὐτῶν,
18耶和華啊, 亞述 諸王果然使列國和列國之地變為荒涼,
19καὶ ἀνέβαλον τὰ εἴδωλα αὐτῶν εἰς τὸ πῦρ· οὐ γὰρ θεοὶ ἦσαν, ἀλλὰ ἔργα χειρῶν ἀνθρώπων, ξύλα καὶ λίθοι· καὶ ἀπώσαντο αὐτούς.
19將列國的神像都扔在火裏;因為他本不是神,乃是人手所造的,是木頭、石頭的,所以滅絕他。
20Νῦν δὲ Κύριε ὁ Θεὸς ἡμῶν σῶσον ἡμᾶς ἐκ χειρὸς αὐτοῦ, ἵνα γνῷ πᾶσα βασιλεία τῆς γῆς, ὅτι σῦ εἶ ὁ Θεὸς μόνος.
20耶和華-我們的上帝啊,現在求你救我們脫離 亞述 王的手,使天下萬國都知道惟有你是耶和華。」
21Καὶ ἀπεστάλη Ἡσαΐας υἱὸς Ἀμὼς πρὸς Ἐζεκίαν, καὶ εἶπεν αὐτῷ, τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἤκουσα ἃ προσηύξω πρὸς μὲ περὶ Σενναχηρεὶμ βασιλέως Ἀσσυρίων.
21亞摩斯 的兒子 以賽亞 就打發人去見 希西家 ,說:「耶和華- 以色列 的上帝如此說,你既然求我攻擊 亞述 王 西拿基立 ,
22Οὗτος ὁ λόγος ὃν ἐλάλησε περὶ αὐτοῦ ὁ Θεὸς, ἐφαύλισέ σε, καὶ ἐμυκτήρισέ σε παρθένος θυγάτηρ Σιὼν, ἐπὶ σοὶ κεφαλὴν ἐκίνησε θυγάτηρ Ἱερουσαλήμ.
22所以耶和華論他這樣說: 錫安 的處女藐視你,嗤笑你; 耶路撒冷 的女子向你搖頭。
23Τίνα ὠνείδισας καὶ παρώξυνας; ἢ πρὸς τίνα ὕψωσας τὴν φωνήν σου; καὶ οὐκ ᾖρας εἰς ὕψος τοὺς ὀφθαλμούς σου πρὸς τὸν ἅγιον τοῦ Ἰσραήλ;
23你辱罵誰,褻瀆誰? 揚起聲來,高舉眼目攻擊誰呢? 乃是攻擊 以色列 的聖者。
24Ὅτι διʼ ἀγγέλων ὠνείδισας Κύριον· σὺ γὰρ εἶπας, τῷ πλήθει τῶν ἁρμάτων ἐγὼ ἀνέβην εἰς ὕψος ὀρέων, καὶ εἰς τὰ ἔσχατα τοῦ Λιβάνου, καὶ ἔκοψα τὸ ὕψος τῆς κέδρου αὐτοῦ, καὶ τὸ κάλλος τῆς κυπαρίσσου, καὶ εἰσῆλθον εἰς ὕψος μέρους τοῦ δρυμοῦ,
24你藉你的臣僕辱罵主說: 我率領許多戰車上山頂, 到 黎巴嫩 極深之處; 我要砍伐其中高大的香柏樹 和佳美的松樹。 我必上極高之處, 進入肥田的樹林。
25καὶ ἔθηκα γέφυραν, καὶ ἠρήμωσα ὕδατα καὶ πᾶσαν συναγωγὴν ὕδατος.
25我已經挖井喝水; 我必用腳掌踏乾 埃及 的一切河。
26Οὐ ταῦτα ἤκουσας πάλαὶ ἃ ἐγὼ ἐποίησα; ἐξ ἡμερῶν ἀρχαίων συνέταξα, νῦν δὲ ἐπέδειξα ἐξερημῶσαι ἔθνη ἐν ὀχυροῖς, καὶ οἰκοῦντας ἐν πόλεσιν ὀχυραῖς.
26耶和華說 :你豈沒有聽見 我早先所做的、古時所立的嗎? 現在藉你使堅固城荒廢,變為亂堆。
27Ἀνῆκα τὰς χεῖρας, καὶ ἐξηράνθησαν, καὶ ἐγένοντο ὡς χόρτος ξηρὸς ἐπὶ δωμάτων, καὶ ὡς ἄγρωστις.
27所以其中的居民力量甚小, 驚惶羞愧。 他們像野草,像青菜, 如房頂上的草, 又如田間未長成的 禾稼 。
28Νῦν δὲ τὴν ἀνάπαυσίν σου, καὶ τὴν ἔξοδόν σου, καὶ τὴν εἴσοδόν σου ἐγὼ ἐπίσταμαι.
28你坐下,你出去,你進來, 你向我發烈怒,我都知道。
29Ὁ δὲ θυμός σου ὃν ἐθυμώθης, καὶ ἡ πικρία σου ἀνέβη πρὸς μὲ, καὶ ἐμβαλῶ φιμὸν εἰς τὴν ῥῖνά σου, καὶ χαλινὸν εἰς τὰ χείλη σου, καὶ ἀποστρέψω σε τῇ ὁδῷ ᾗ ἦλθες ἐν αὐτῇ.
29因你向我發烈怒, 又因你狂傲 的話 達到我耳中, 我就要用鉤子鉤上你的鼻子, 把嚼環放在你口裏, 使你從原路轉回去。
30Τοῦτο δέ σοι τὸ σημεῖον· φάγε τοῦτον τὸν ἐνιαυτὸν ἃ ἔσπαρκας, τῷ δὲ ἐνιαὐτῷ τῷ δευτέρῳ τὸ κατάλειμμα, τῷ δὲ τρίτῳ σπείραντες ἀμήσατε, καὶ φυτεύσατε ἀμπελῶνας, καὶ φάγεσθε τὸν καρπὸν αὐτῶν.
30「 以色列 人哪,我賜你們一個證據:你們今年要吃自生的,明年也要吃自長的,至於後年,你們要耕種收割,栽植葡萄園,吃其中的果子。
31Καὶ ἔσονται οἱ καταλελιμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσι ῥίζαν κάτω, καὶ ποιήσουσι σπέρμα ἄνω·
31猶大 家所逃脫餘剩的,仍要往下扎根,向上結果。
32Ὅτι ἐξ Ἱερουσαλὴμ ἔσονται οἱ καταλελειμμένοι, καὶ οἱ σωζόμενοι ἐξ ὄρους Σιών· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.
32必有餘剩的民從 耶路撒冷 而出;必有逃脫的人從 錫安山 而來。萬軍之耶和華的熱心必成就這事。
33Διατοῦτο οὕτως λέγει Κύριος ἐπὶ βασιλέα Ἀσσυρίων, οὐ μὴ εἰσέλθῃ εἰς τὴν πόλιν ταύτην, οὐδὲ μὴ βάλῃ ἐπʼ αὐτὴν βέλος, οὐδὲ μὴ ἐπιβάλῃ ἐπʼ αὐτὴν θυρεὸν, οὐδὲ μὴ κυκλώσῃ ἐπʼ αὐτὴν χάρακα·
33「所以耶和華論 亞述 王如此說:他必不得來到這城,也不在這裏射箭,不得拿盾牌到城前,也不築壘攻城。
34Ἀλλὰ τῇ ὁδῷ ᾗ ἦλθεν, ἐν αὐτῇ ἀποστραφήσεται, καὶ εἰς τὴν πόλιν ταύτην οὐ μὴ εἰσέλθῃ· τάδε λέγει Κύριος.
34他從哪條路來,必從那條路回去,必不得來到這城。這是耶和華說的。
35Ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης τοῦ σῶσαι αὐτὴν διʼ ἐμὲ, καὶ διὰ Δαυὶδ τὸν παῖδά μου.
35因我為自己的緣故,又為我僕人 大衛 的緣故,必保護拯救這城。」
36Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου, καὶ ἀνεῖλεν ἐκ τῆς παρεμβολῆς τῶν Ἀσσυρίων ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας· καὶ ἀναστάντες τοπρωῒ, εὗρον πάντα τὰ σώματα νεκρά.
36耶和華的使者出去,在 亞述 營中殺了十八萬五千人。清早有人起來一看,都是死屍了。
37Καὶ ἀπῆλθεν ἀποστραφεὶς Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ᾤκησεν ἐν Νινευῇ.
37亞述 王 西拿基立 就拔營回去,住在 尼尼微 。
38Καὶ ἐν τῷ αὐτὸν προσκυνεῖν ἐν τῷ οἴκῳ Νασαρὰχ τὸν πάτραρχον αὐτοῦ, Ἀδραμέλεχ καὶ Σαρασὰρ οἱ υἱοὶ αὐτοῦ ἐπάταξαν αὐτὸν μαχαίραις, αὐτοὶ δὲ διεσώθησαν εἰς Ἀρμενίαν, καὶ ἐβασίλευσεν Ἀσορδὰν ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
38一日在他的神- 尼斯洛 廟裏叩拜,他兒子 亞得米勒 和 沙利色 用刀殺了他,就逃到 亞拉臘 地。他兒子 以撒哈頓 接續他作王。
Tip: use the ← and → keys to turn chapters.