ΗΣΑΙΑΣ 19
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ· καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.
1論 埃及 的默示: 看哪,耶和華乘駕快雲, 臨到 埃及 。 埃及 的偶像在他面前戰兢; 埃及 人的心在裏面消化。
2Καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπʼ Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν, καὶ νὸμος ἐπὶ νὸμον.
2我必激動 埃及 人攻擊 埃及 人- 弟兄攻擊弟兄, 鄰舍攻擊鄰舍; 這城攻擊那城, 這國攻擊那國。
3Καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν, καὶ τὰ ἀγάλματα αὐτῶν, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους.
3埃及 人的心神必在裏面耗盡; 我必敗壞他們的謀略。 他們必求問偶像和念咒的、 交鬼的、行巫術的。
4Καὶ παραδώσω τὴν Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων, κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὶ κυριεύσουσιν αὐτῶν. τάδε λέγει Κύριος σαβαώθ.
4我必將 埃及 人交在殘忍主的手中; 強暴王必轄制他們。 這是主-萬軍之耶和華說的。
5Καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ὁ δὲ ποταμὸς ἐκλείψει, καὶ ξηρανθήσεται.
5海中的水必絕盡, 河也消沒乾涸。
6Καὶ ἐκλείψουσιν οἱ ποταμοὶ, καὶ αἱ διώρυχες τοῦ ποταμοῦ· καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος, καὶ ἐν παντὶ ἕλει καλάμου καὶ παπύρου,
6江河要變臭; 埃及 的河水都必減少枯乾。 葦子和蘆荻都必衰殘;
7καὶ τὸ ἄχι τὸ χλωρὸν πᾶν τὸ κύκλῳ τοῦ ποταμοῦ, καὶ πᾶν τὸ σπειρόμενον διὰ τοῦ ποταμοῦ ξηρανθήσεται ἀνεμόφθορον.
7靠 尼羅河 旁的草田, 並沿 尼羅河 所種的田,都必枯乾。 莊稼 被 風 吹去,歸於無有。
8Καὶ στενάξουσιν οἱ ἁλιεῖς, καὶ στενάξουσι πάντες οἱ βάλλοντες ἄγκιστρον εἰς τὸν ποταμὸν, καὶ οἱ βάλλοντες σαγήνας, καὶ οἱ ἀμφιβολεῖς πενθήσουσι·
8打魚的必哀哭。 在 尼羅河 一切釣魚的必悲傷; 在水上撒網的必都衰弱。
9Καὶ αἰσχύνη λήψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν, καὶ τοὺς ἐργαζομένους τὴν βύσσον.
9用梳好的麻造物的 和織白布的都必羞愧;
10Καὶ ἔσονται οἱ ἐργαζόμενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ ποιοῦντες τὸν ζῦθον λυπηθήσονται, καὶ τὰς ψυχὰς πονέσουσι.
10國柱必被打碎, 所有傭工的,心必愁煩。
11Καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως, οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ σὐτῶν μωρανθήσεται· πῶς ἐρεῖτε τῷ βασιλεῖ, υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς;
11瑣安 的首領極其愚昧; 法老大有智慧的謀士, 所籌劃的成為愚謀。 你們怎敢對法老說: 我是智慧人的子孫, 我是古王的後裔?
12Ποῦ εἰσι νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι, καὶ εἰπάτωσαν, τί βεβούλευται Κύριος σαβαὼθ ἐπʼ Αἴγυπτον;
12你的智慧人在哪裏呢? 萬軍之耶和華向 埃及 所定的旨意, 他們可以知道,可以告訴你吧!
13Ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς.
13瑣安 的首領都變為愚昧; 挪弗 的首領都受了迷惑。 當 埃及 支派房角石的, 使 埃及 人走錯了路。
14Κύριος γὰρ ἐκέρασεν αὐτοῖς πνεῦμα πλανήσεως, καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσι τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὁ μεθύων, καὶ ὁ ἐμῶν ἅμα,
14耶和華使乖謬的靈攙入 埃及 中間; 首領使 埃及 一切所做的都有差錯, 好像醉酒之人嘔吐的時候東倒西歪一樣。
15καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον ὃ ποιήσει κεφαλὴν καὶ οὐρὰν, καὶ ἀρχὴν καὶ τέλος.
15埃及 中,無論是頭與尾, 棕枝與蘆葦,所做之工都不成就。
16Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι, ὡς γυναῖκες, ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου σαβαὼθ, ἣν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς.
16到那日, 埃及 人必像婦人一樣,他們必因萬軍之耶和華在 埃及 以上所掄的手,戰兢懼怕。
17Καὶ ἔσται ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἰς φόβητρον· πᾶς ὃς ἐὰν ὀνομάσῃ αὐτὴν αὐτοῖς, φοβηθήσονται διὰ τὴν βουλὴν ἣν βεβούλευται Κύριος σαβαὼθ ἐπʼ αὐτήν.
17猶大 地必使 埃及 驚恐,向誰提起 猶大 地,誰就懼怕。這是因萬軍之耶和華向 埃及 所定的旨意。
18Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χαναανίτιδι, καὶ ὀμνῦντες τῷ ὀνόματι Κυρίου σαβαώθ· πόλις ἀσεδὲκ κληθήσεται ἡ μία πόλις.
18當那日, 埃及 地必有五城的人說 迦南 的方言,又指着萬軍之耶和華起誓。有一城必稱為「滅亡城」。
19Τῇ ἡμερᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ.
19當那日,在 埃及 地中必有為耶和華築的一座壇;在 埃及 的邊界上必有為耶和華 立 的一根柱。
20καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου· ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον ὃς σώσει αὐτοὺς, κρίνων σώσει αὐτούς.
20這都要在 埃及 地為萬軍之耶和華作記號和證據。 埃及 人因為受人的欺壓哀求耶和華,他就差遣一位救主作護衛者,拯救他們。
21Καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ, καὶ ἀποδώσουσι.
21耶和華必被 埃及 人所認識。在那日, 埃及 人必認識耶和華,也要獻祭物和供物敬拜他,並向耶和華許願還願。
22Καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῇ, καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραφήσονται πρὸς Κύριον, καὶ εἰσακούσεται αὐτῶν, καὶ ἰάσεται αὐτοὺς ἰάσει.
22耶和華必擊打 埃及 ,又擊打又醫治, 埃及 人就歸向耶和華。他必應允他們的禱告,醫治他們。
23Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ἡ ὁδὸς ἀπὸ Αἰγύπτου πρὸς Ἀσσυρίους, καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν Αἰγύπτιοι τοῖς Ἀσσυρίοις.
23當那日,必有從 埃及 通 亞述 去的大道。 亞述 人要進入 埃及 , 埃及 人也進入 亞述 ; 埃及 人要與 亞述 人一同敬拜 耶和華 。
24Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Αἰγυπτίοις, καὶ ἐν τοῖς Ἀσσυρίοις εὐλογημένος ἐν τῇ γῇ
24當那日, 以色列 必與 埃及 、 亞述 三國一律,使地上的人得福;
25ἣν εὐλόγησε Κύριος σαβαὼθ, λέγων, εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ, καὶ ὁ ἐν Ἀσσυρίοις, καὶ ἡ κληρονομία μου Ἰσραήλ.
25因為萬軍之耶和華賜福給他們,說:「 埃及 -我的百姓, 亞述 -我手的工作, 以色列 -我的產業,都有福了!」
Tip: use the ← and → keys to turn chapters.