ΕΣΔΡΑΣ 5
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Traditional)
1Καὶ προεφήτευσεν Ἀγγαῖος ὁ προφήτης καὶ Ζαχαρίας ὁ τοῦ Ἀδδὼ προφητείαν ἐπὶ τοὺς Ἰουδαίους τοὺς ἐν Ἰούδα καὶ Ἱερουσαλὴμ ἐν ὀνόματι Θεοῦ Ἰσραὴλ ἐπʼ αὐτούς.
1那時,先知 哈該 和 易多 的孫子 撒迦利亞 奉 以色列 上帝的名向 猶大 和 耶路撒冷 的 猶大 人說勸勉的話。
2Τότε ἀνέστησαν Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς υἱὸς Ἰωσεδὲκ, καὶ ἤρξαντο οἰκοδομῆσαι τὸν οἶκον τοῦ Θεοῦ τὸν ἐν Ἱερουσαλήμ· καὶ μετʼ αὐτῶν οἱ προφῆται τοῦ Θεοῦ βοηθοῦντες αὐτοῖς.
2於是 撒拉鐵 的兒子 所羅巴伯 和 約薩達 的兒子 耶書亞 都起來動手建造 耶路撒冷 上帝的殿,有上帝的先知在那裏幫助他們。
3Ἐν αὐτῷ τῷ καιρῷ ἦλθεν ἐπʼ αὐτοὺς Θανθαναῒ ἔπαρχος πέραν τοῦ ποταμοῦ, καὶ Σαθαρβουζαναῒ, καὶ οἱ σύνδουλοι αὐτῶν, καὶ τοιάδε εἶπαν αὐτοῖς, τίς ἔθηκεν ὑμῖν γνώμην τοῦ οἰκοδομῆσαι τὸν οἶκον τοῦτον, καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι;
3當時 河西 的總督 達乃 和 示他‧波斯乃 ,並他們的同黨來問說:「誰降旨讓你們建造這殿,修成這牆呢?」
4Τότε ταῦτα εἴποσαν αὐτοῖς, τίνα ἐστὶ τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν οἰκοδομούντων τὴν πόλιν ταύτην;
4我們便告訴他們建造這殿的人叫甚麼名字。
5Καὶ οἱ ὀφθαλμοὶ τοῦ Θεοῦ ἐπὶ τὴν αἰχμαλωσίαν Ἰούδα, καὶ οὐ κατήργησαν αὐτοὺς ἕως γνώμη τῷ Δαρείῳ ἀπηνέχθη· καὶ τότε ἀπεστάλη τῷ φορολόγῳ ὑπὲρ τούτου
5上帝的眼目看顧 猶大 的長老,以致總督等沒有叫他們停工,直到這事奏告 大流士 ,得着他的回諭。
6διασάφησις ἐπιστολῆς, ἧς ἀπέστειλε Θανθαναῒ, ὁ ἔπαρχος τοῦ πέραν τοῦ ποταμοῦ, καὶ Σαθαρβουζαναῒ καὶ οἱ σύνδουλοι αὐτῶν Ἀφαρσαχαῖοι οἱ ἐν τῷ πέραν τοῦ ποταμοῦ, Δαρείῳ τῷ βασιλεῖ·
6河西 的總督 達乃 和 示他‧波斯乃 ,並他們的同黨,就是住 河西 的 亞法薩迦 人,上本奏告 大流士 王。
7Ῥήμασιν ἀπέστειλαν πρὸς αὐτόν· καὶ τάδε γέγραπται ἐν αὐτῷ·
7本上寫着說:「願 大流士 王諸事平安。
8Δαρείῳ τῷ βασιλεῖ εἰρήνη πᾶσα. Γνωστὸν ἔστω τῷ βασιλεῖ, ὅτι ἐπορεύθημεν εἰς τὴν Ἰουδαίαν χώραν εἰς οἶκον τοῦ Θεοῦ τοῦ μεγάλου, καὶ αὐτὸς οἰκοδομεῖται λίθοις ἐκλεκτοῖς, καὶ ξύλα ἐντίθεται ἐν τοῖς τοίχοις, καὶ τὸ ἔργον ἐκεῖνο ἐπιδέξιον γίνεται, καὶ εὐοδοῦται ἐν ταῖς χερσὶν αὐτῶν.
8王該知道,我們往 猶大 省去,到了至大上帝的殿,這殿是用大石建造的。樑木插入牆內,工作甚速,他們手下亨通。
9Τότε ἠρωτήσαμεν τοὺς πρεσβυτέρους ἐκείνους, καὶ οὕτως εἴπαμεν αὐτοῖς, τίς ἔθηκεν ὑμῖν γνώμην τὸν οἶκον τοῦτον οἰκοδομῆσαι, καὶ τὴν χορηγίαν ταύτην καταρτίσασθαι;
9我們就問那些長老說:『誰降旨讓你們建造這殿,修成這牆呢?』
10Καὶ τὰ ὀνόματα αὐτῶν ἠρωτήσαμεν αὐτοὺς γνωρίσαι σοι, ὥστε γράψαι σοι τὰ ὀνόματα τῶν ἀνδρῶν τῶν ἀρχόντων αὐτῶν.
10又問他們的名字,要記錄他們首領的名字,奏告於王。
11Καὶ τοιοῦτο τὸ ῥῆμα ἀπεκρίθησαν ἡμῖν, λέγοντες, ἡμεῖς ἐσμὲν δοῦλοι τοῦ Θεοῦ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ οἰκοδομοῦμεν τὸν οἶκον ὃς ἦν ᾠκοδομημένος πρὸ τούτου ἔτη πολλὰ, καὶ βασιλεὺς τοῦ Ἰσραὴλ μέγας ᾠκοδόμησεν αὐτὸν, καὶ κατηρτίσατο αὐτὸν αὐτοῖς.
11他們回答說:『我們是天地之上帝的僕人,重建前多年所建造的殿,就是 以色列 的一位大君王建造修成的。
12Ἀφότε δὲ παρώργισαν οἱ πατέρες ἡμῶν τὸν Θεὸν τοῦ οὐρανοῦ, ἔδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονόσορ βασιλέως Βαβυλῶνος τοῦ Χαλδαίου, καὶ τὸν οἴκον τοῦτον κατέλυσε, καὶ τὸν λαὸν ἀπῴκισεν εἰς Βαβυλῶνα.
12只因我們列祖惹天上的上帝發怒,上帝把他們交在 迦勒底 人 巴比倫 王 尼布甲尼撒 的手中,他就拆毀這殿,又將百姓擄到 巴比倫 。
13Αλλʼ ἐν ἔτει πρώτῳ Κύρου τοῦ βασιλέως, Κύρος ὁ βασιλεὺς ἔθετο γνώμην τὸν οἶκον τοῦ Θεοῦ τοῦτον οἰκοδομηθῆναι·
13然而 巴比倫 王 塞魯士 元年,他降旨允准建造上帝的這殿。
14Καὶ τὰ σκεύη τοῦ οἴκου τοῦ Θεοῦ τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ Ναβουχοδονόσορ ἐξήνεγκεν ἀπὸ τοῦ οἴκου τοῦ ἐν Ἱερουσαλὴμ, καὶ ἀπήνεγκεν αὐτὰ εἰς τὸν ναὸν του βασιλέως, ἐξήνεγκεν αὐτὰ Κύρος ὁ βασιλεὺς ἀπὸ τοῦ ναοῦ τοῦ βασιλέως, καὶ ἔδωκε τῷ Σαβανασὰρ τῷ θησαυροφύλακι, τῷ ἐπὶ τοῦ θησαυροῦ,
14上帝殿中的金、銀器皿,就是 尼布甲尼撒 從 耶路撒冷 的殿中掠去帶到 巴比倫 廟裏的, 塞魯士 王從 巴比倫 廟裏取出來,交給派為省長的,名叫 設巴薩 ,
15καὶ εἶπεν αὐτῷ, πάντα τὰ σκεύη λάβε καὶ πορεύου, θὲς αὐτὰ ἐν τῷ οἴκῳ τῷ ἐν Ἱερουσαλὴμ εἰς τὸν τόπον αὐτῶν.
15對他說可以將這些器皿帶去,放在 耶路撒冷 的殿中,在原處建造上帝的殿。
16Τότε Σαβανασὰρ ἐκεῖνος ἦλθε καὶ ἔδωκε θεμελίους τοῦ οἴκου τοῦ Θεοῦ ἐν Ἱερουσαλὴμ, καὶ ἀπὸ τότε ἕως τοῦ νῦν ᾠκοδομήθη, καὶ οὐκ ἐτελέσθη.
16於是這 設巴薩 來建立 耶路撒冷 上帝殿的根基。這殿從那時直到如今尚未造成。』
17Καὶ νῦν εἰ ἐπὶ τὸν βασιλέα ἀγαθὸν ἐπισκεπήτω ἐν τῷ οἴκῳ τῆς γάζης τοῦ βασιλέως Βαβυλῶνος, ὅπως γνῷς ὅτι ἀπὸ βασιλέως Κύρου ἐτέθη γνώμη οἰκοδομῆσαι τὸν οἶκον τοῦ Θεοῦ ἐκεῖνον τὸν ἐν Ἱερουσαλήμ· καὶ γνοὺς ὁ βασιλεὺς περὶ τούτου, πεμψάτω πρὸς ἡμᾶς.
17現在王若以為美,請察 巴比倫 王的府庫,看 塞魯士 王降旨允准在 耶路撒冷 建造上帝的殿沒有,王的心意如何?請降旨曉諭我們。」
Tip: use the ← and → keys to turn chapters.