ΙΕΖΕΚΙΗΛ 45
Septuagint (Brenton Greek text, with Apocrypha)Original language
Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (フリーダム・バイブル)
1Καὶ ἐν τῷ καταμετρεῖσθαι ὑμᾶς τὴν γῆν ἐν κληρονομίᾳ, ἀφοριεῖτε ἀπαρχὴν τῷ Κυρίῳ, ἅγιον ἀπὸ τῆς γῆς πέντε καὶ εἴκοσι χιλιάδας μῆκος, καὶ εὖρος εἴκοσι χιλιάδας, ἅγιον ἔσται ἐν πᾶσι τοῖς ὁρίοις αὐτοῦ κυκλόθεν.
1「あなたがたが相続地として土地をくじで分けるとき、土地の聖なる区画を奉納地として主にささげなければならない。その長さは二万五千竿、幅は一万竿とする。その境界の内側は、周囲すべてが聖なるものとなる。
2Καὶ ἔσται ἐκ τούτου ἁγιάσματα, πεντακόσιοι ἐπὶ πεντακοσίους, τετράγωνον κυκλόθεν, καὶ πεντήκοντα πήχεις διάστημα αὐτῶν κυκλόθεν.
2このうち、縦五百キュビト、横五百キュビトの正方形を聖所のために取り、その周囲に幅五十キュビト の放牧地を設けなければならない。
3Καὶ ἐκ ταύτης τῆς διαμετρήσεως διαμετρήσεις μῆκος πέντε καὶ εἴκοσι χιλιάδας, καὶ εὖρος εἴκοσι χιλιάδας· καὶ ἐν αὐτῇ ἔσται ἅγια τῶν ἁγίων·
3この区画から、長さ二万五千、幅一万を測らなければならない。その中に最も聖なる聖所を置く。
4Ἀπὸ τῆς γῆς ἔσται τοῖς ἱερεῦσι τοῖς λειτουργοῦσιν ἐν τῷ ἁγίῳ, καὶ ἔσται τοῖς ἐγγίζουσι λειτουργεῖν τῷ Κυρίῳ· καὶ ἔσται αὐτοῖς τόπος εἰς οἴκους ἀφωρισμένους τῷ ἁγιασμῷ αὐτῶν,
4それは土地の聖なる区画であり、聖所で仕え、主に近づいて務めを行う祭司たちのためのものとなる。そこは彼らが家を建てる場所となり、聖所のための聖なる区域となる。
5εἴκοσι καὶ πέντε χιλιάδας μῆκος, καὶ εὖρος εἴκοσι χιλιάδες· καὶ τοῖς Λευίταις τοῖς λειτουργοῦσι τῷ οἴκῳ, αὐτοῖς εἰς κατάσχεσιν πόλεις τοῦ κατοικεῖν.
5長さ二万五千キュビト、幅一万キュビトの区画は、宮で仕えるレビ人の所有地となり、二十の部屋を設けるためのものとなる。
6Καὶ τὴν κατάσχεσιν τῆς πόλεως δώσεις πέντε χιλιάδας εὖρος, καὶ μῆκος πέντε καὶ εἴκοσι χιλιάδας, ὃν τρόπον ἡ ἀπαρχὴ τῶν ἁγίων παντὶ οἴκῳ Ἰσραὴλ ἔσονται.
6聖なる奉納地に沿って、幅五千キュビト、長さ二万五千キュビトの土地を、町の所有地として定めなければならない。それはイスラエルの家全体のものとなる。
7Καὶ τῷ ἡγουμένῳ ἐκ τούτου, καὶ ἀπὸ τούτου εἰς τὰς ἀπαρχὰς τῶν ἁγίων, εἰς κατάσχεσιν τῆς πόλεως, κατὰ πρόσωπον τῶν ἀπαρχῶν τῶν ἁγίων, καὶ κατὰ πρόσωπον τῆς κατασχέσεως τῆς πόλεως τὰ πρὸς θάλασσαν, καὶ ἀπὸ τῶν πρὸς θάλασσαν πρὸς ἀνατολάς· καὶ τὸ μῆκος ὡς μία τῶν μερίδων ἀπὸ τῶν ὁρίων τῶν πρὸς θάλασσαν, καὶ τὸ μῆκος, ἐπὶ τὰ ὅρια τὰ πρὸς ἀνατολὰς τῆς γῆς.
7君主の所有地は、聖なる奉納地と町の所有地の両側に置く。聖なる奉納地と町の所有地に面して、西側は西へ、東側は東へ延びる。その長さは、西の境界から東の境界まで、部族の割り当て地の一つと同じ長さとする。
8Καὶ ἔσται αὐτῷ εἰς κατάσχεσιν ἐν τῷ Ἰσραὴλ, καὶ οὐ καταδυναστεύσουσιν οὐκέτι οἱ ἀφηγούμενοι τοῦ Ἰσραὴλ τὸν λαόν μου, καὶ τὴν γῆν κατακληρονομήσουσιν οἶκος Ἰσραὴλ κατὰ φυλὰς αὐτῶν.
8それがイスラエルの中で君主の所有地となる。わたしの君主たちは、もはやわたしの民を虐げず、イスラエルの家にその部族ごとの土地を与えなければならない。」
9Τάδε λέγει Κύριος Θεὸς, ἱκανούσθω ὑμῖν οἱ ἀφηγούμενοι τοῦ Ἰσραὴλ, ἀδικίαν καὶ ταλαιπωρίαν ἀφέλεσθε, κρίμα καὶ δικαιοσύνην ποιήσατε· ἐξάρατε καταδυναστείαν ἀπὸ τοῦ λαοῦ μου, λέγει Κύριος Θεός.
9主なる神はこう言われる。「イスラエルの君主たちよ、もう十分だ。暴虐と略奪を取り除き、公正と義を行え。わたしの民をその所有地から追い立てるのをやめよ」と主なる神は言われる。
10Ζυγὸς δίκαιος, καὶ μέτρον δίκαιον, καὶ χοῖνιξ δικαία ἔσται ὑμῖν τοῦ μέτρου,
10「あなたがたは正しいはかり、正しいエパ、 正しいバテを用いなければならない。
11καὶ ἡ χοῖνιξ ὁμοίως μία ἔσται τοῦ λαμβάνειν· τὸ δέκατον τοῦ γομόρ, χοῖνιξ, καὶ τὸ δέκατον τοῦ γομόρ, πρὸς τὸ γομόρ ἔσται τὸ ἴσον.
11エパとバテは同じ基準に基づくものとする。一バテは一ホメルの十分の一、一エパも一ホメル の十分の一とし、どちらもホメルを基準とする。
12Καὶ τὰ στάθμια, εἴκοσι ὀβολοὶ, πέντε σίκλοι, πέντε καὶ σίκλοι δέκα, καὶ πεντήκοντα σίκλοι ἡ μνᾶ ἔσται ὑμῖν.
12一シェケル は二十ゲラとする。 二十シェケルと二十五シェケルと十五シェケルを合わせたものを、一ミナとする。
13Καὶ αὕτη ἡ ἀπαρχὴ ἣν ἀφοριεῖτε, ἕκτον μέτροο ἀπὸ τοῦ γυμὸρ τοῦ πυροῦ, καὶ τὸ ἕκτον αὐτοῦ τοῦ οἴφι ἀπὸ τοῦ κόρου τῶν κριθῶν.
13あなたがたがささげる奉納物は次のとおりである。小麦一ホメルから一エパの六分の一を、また大麦一ホメルから一エパの六分の一をささげる。
14Καὶ τὸ πρόσταγμα τοῦ ἐλαίου κοτύλην ἐλαίου ἀπὸ δέκα κοτυλῶν, ὅτι αἱ δέκα κοτύλαι εἰσὶ γομόρ.
14油について定められた分は、一コルから一バテの十分の一である。一コルは十バテ、すなわち一ホメルである。十バテが一ホメルだからである。
15Καὶ πρόβατον ἀπὸ τῶν προβάτων ἀπὸ δέκα ἀφαίρεμα ἐκ πασῶν τῶν πατριῶν τοῦ Ἰσραὴλ, εἰς θυσίας, καὶ εἰς ὁλοκαυτώματα, καὶ εἰς σωτηρίου, τοῦ ἐξιλάσκεσθαι περὶ ὑμῶν, λέγει Κύριος Θεός.
15また、イスラエルの水に恵まれた牧草地にいる羊の群れから、二百頭につき子羊一頭をささげる。これは穀物のささげ物、焼き尽くすささげ物、平和のささげ物のためであり、民のために贖罪を行うためである」と主なる神は言われる。
16Καὶ πᾶς ὁ λαὸς δώσει τὴν ἀπαρχὴν ταύτην τῷ ἀφηγουμένῳ τοῦ Ἰσραήλ.
16「この地の民は皆、イスラエルの君主のために、この奉納物を納めなければならない。
17Καὶ διὰ τοῦ ἀφηγουμένου ἔσται τὰ ὁλοκαυτώματα, καὶ αἱ θυσίαι, καὶ αἱ σπονδαὶ ἐν ταῖς ἑορταῖς, καὶ ἐν ταῖς νουμηνίαις, καὶ ἐν τοῖς σαββάτοις, καὶ ἐν πάσαις ταῖς ἑορταῖς οἴκου Ἰσραήλ· αὐτὸς ποιήσει τὰ ὑπὲρ ἁμαρτίας, καὶ τὴν θυσίαν, καὶ τὰ ὁλοκαυτώματα, καὶ τὰ τοῦ σωτηρίου, τοῦ ἐξιλάσκεσθαι ὑπὲρ τοῦ οἴκου Ἰσραήλ.
17祭り、新月、安息日、イスラエルの家のすべての定められた祭りに、焼き尽くすささげ物、穀物のささげ物、注ぎのささげ物を用意するのは君主の務めである。彼はイスラエルの家のために贖罪を行うため、罪のきよめのささげ物、穀物のささげ物、焼き尽くすささげ物、平和のささげ物を用意しなければならない。」
18Τάδε λέγει Κύριος Θεὸς, ἐν τῷ πρώτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, λήμψεσθε μόσχον ἐκ βοῶν ἄμωμον, τοῦ ἐξιλάσασθαι τὸ ἅγιον.
18主なる神はこう言われる。「第一の月、その月の一日に、傷のない若い雄牛を取り、聖所を清めなければならない。
19Καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος τοῦ ἐξιλασμοῦ, καὶ δώσει ἐπὶ τὰς φλιὰς τοῦ οἴκου, καὶ ἐπὶ τὰς τέσσαρας γωνίας τοῦ ἱεροῦ, καὶ ἐπὶ τὸ θυσιαστήριον, καὶ ἐπὶ τὰς φλιὰς τῆς πύλης τῆς αὐλῆς τῆς ἐσωτέρας.
19祭司は罪のきよめのささげ物の血を取り、宮の戸口の柱、祭壇の大きい縁の四隅、内庭の門の柱に塗らなければならない。
20Καὶ οὕτως ποιήσεις ἐν τῷ μηνὶ τῷ ἑβδόμῳ· μιᾷ τοῦ μηνὸς λήψῃ παρʼ ἑκάστου ἀπόμοιραν· καὶ ἐξιλάσεσθε τὸν οἶκον.
20その月の七日にも、誤って罪を犯した者と、思慮のない者のために、同じように行わなければならない。こうして宮のために贖罪を行う。
21Καὶ ἐν τῷ πρώτῳ, τεσσαρεσκαιδεκάτῃ τοῦ μηνὸς ἔσται ὑμῖν τὸ πάσχα ἑορτή· ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε.
21第一の月、その月の十四日に、あなたがたは過越を守る。それは七日間の祭りであり、種なしパンを食べなければならない。
22Καὶ ποιήσει ὁ ἀφηγούμενος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὑπὲρ αὐτοῦ, καὶ τοῦ οἴκου, καὶ ὑπὲρ παντὸς τοῦ λαοῦ τῆς γῆς, μόσχον ὑπὲρ ἁμαρτίας.
22その日、君主は自分自身とこの地のすべての民のために、罪のきよめのささげ物として雄牛一頭を用意しなければならない。
23Καὶ τὰς ἑπτὰ ἡμέρας τῆς ἑορτῆς ποιήσει ὁλοκαυτώματα τῷ Κυρίῳ ἑπτὰ μόσχους καὶ ἑπτὰ κριοὺς ἀμώμους καθʼ ἡμέραν, τὰς ἑπτὰ ἡμέρας, καὶ ὑπὲρ ἁμαρτίας ἔριφον αἰγῶν καθʼ ἡμέραν, καὶ θυσίαν.
23祭りの七日間、彼は毎日、傷のない雄牛七頭と雄羊七頭を主への焼き尽くすささげ物として用意しなければならない。また、罪のきよめのささげ物として、毎日、雄やぎ一頭を用意しなければならない。
24Καὶ πέμμα τῷ μόσχῳ, καὶ πέμματα τῷ κριῷ ποιήσεις, καὶ ἐλαίου τὸ εἲν τῷ πεμματι.
24彼は穀物のささげ物として、雄牛一頭につき一エパ、雄羊一頭につき一エパ、また、一エパにつき一ヒン の油を用意しなければならない。
25Καὶ ἐν τῷ ἑβδόμῷ μηνὶ, πεντεκαιδεκάτῃ τοῦ μηνὸς, ἐν τῇ ἑορτῇ ποιήσεις κατὰ τὰ αὐτὰ, ἑπτὰ ἡμέρας, καθὼς τὰ ὑπὲρ τῆς ἁμαρτίας, καὶ καθὼς τὰ ὁλοκαυτώματα, καὶ καθὼς τὸ μαναὰ, καὶ καθὼς τὸ ἔλαιον.
25第七の月の十五日から始まる祭りの七日間にも、彼は同じように行わなければならない。罪のきよめのささげ物、焼き尽くすささげ物、穀物のささげ物、油を同じように用意しなければならない。」
Tip: use the ← and → keys to turn chapters.