ΙΕΖΕΚΙΗΛ
Chapter 29
Septuagint (Brenton Gree…
vs Freedom Bible (フリー…
Aa
Text size
Line width
Verse numbers

ΙΕΖΕΚΙΗΛ 29

Septuagint (Brenton Greek text, with Apocrypha)
Freedom Bible (フリーダム・バイブル)
1Ἐν τῷ ἔτει τῷ δωδεκάτῳ, ἐν τῷ δεκάτῳ μηνὶ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
1第十年の第十の月、その月の十二日、主の言葉が私に臨んだ。
2υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Φαραὼ βασιλέα Αἰγύπτου, καὶ προφήτευσον ἐπʼ αὐτὸν καὶ ἐπʼ Αἴγυπτον ὅλην,
2「人の子よ、エジプトの王ファラオに顔を向け、彼とエジプト全土に対して預言せよ。
3καὶ εἰπόν, Τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπὶ Φαραὼ, τὸν δράκοντα τὸν μέγαν τὸν ἐγκαθήμενον ἐν μέσῳ ποταμῶν αὐτοῦ, τὸν λέγοντα, ἐμοί εἰσιν οἱ ποταμοὶ, καὶ ἐγὼ ἐποίησα αὐτούς.
3こう語れ。『主なる神はこう言われる。 「エジプトの王ファラオよ、見よ、わたしはあなたに立ち向かう。 自分の川々の中に横たわる大きな怪物よ。 あなたは、『私の川は私のものだ。 私が自分のために造った』と言った。
4Καὶ ἐγὼ δώσω παγίδας εἰς τὰς σιαγόνας σου, καὶ προσκολλήσω τοὺς ἰχθῦας τοῦ ποταμοῦ σου πρὸς τὰς πτέρυγάς σου, καὶ ἀνάξω σε ἐκ μέσου τοῦ ποταμοῦ σου,
4わたしはあなたのあごに鉤を掛け、 あなたの川々の魚を、うろこに付着させる。 あなたと、うろこに付着した川々のすべての魚を、 川々の中から引き上げる。
5καὶ καταβαλῶ σε ἐν τάχει καὶ πάντας τοὺς ἰχθύας τοῦ ποταμοῦ σου· ἐπὶ πρόσωπον τοῦ πεδίου πέσῇ, καὶ οὐ μὴ συναχθῇς, καὶ οὐ μὴ περισταλῇς, τοῖς θηρίοις τῆς γῆς καὶ τοῖς πετεινοῖς τοῦ οὐρανοῦ δέδωκά σε εἰς κατάβρωμα·
5わたしはあなたと、あなたの川々のすべての魚を、 荒野に投げ出す。 あなたは野原に倒れ、 集められることも、拾い集められることもない。 わたしはあなたを地の獣と、 空の鳥の餌とする。
6Καὶ γνώσονται πάντες οἱ κατοικοῦντες Αἴγυπτον, ὅτι ἐγώ εἰμι Κύριος· ἀνθʼ ὧν ἐγενήθης ῥάβδος καλαμίνη τῷ οἴκῳ Ἰσραὴλ,
6エジプトのすべての住民は、わたしが主であることを知る。彼らがイスラエルの家にとって、葦の杖であったからである。
7ὅτε ἐπελάβετό σου τῇ χειρὶ αὐτῶν, ἐθλάσθης· καὶ ὅτε ἐπεκρότησεν ἐπʼ αὐτοὺς πᾶσα χεὶρ, καὶ ὅτε ἐπανεπαύσαντο ἐπὶ σέ, συνετρίβης, καὶ συνέκλασας αὐτῶν πᾶσαν ὀσφύν.
7彼らがあなたを手でつかむと、あなたは折れて、彼らの肩をことごとく裂いた。彼らがあなたに寄りかかると、あなたは折れて、彼らの腰をことごとくふらつかせた。」』
8Διατοῦτο τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ ἐπάγω ἐπὶ σὲ ῥομφαίαν, καὶ ἀπολῶ ἀπὸ σοῦ ἀνθρώπους καὶ κτήνη,
8それゆえ、主なる神はこう言われる。『見よ、わたしはあなたに剣をもたらし、あなたから人と動物を断ち切る。
9καὶ ἔσται ἡ γῆ Αἰγύπτου ἀπώλεια καὶ ἔρημος· καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος· ἀντὶ τοῦ λέγειν σε, οἱ ποταμοὶ ἐμοί εἰσι, καὶ ἐγὼ ἐποίησα αὐτοὺς,
9エジプトの地は荒れ果てた廃墟となる。そのとき、彼らは、わたしが主であることを知る。 彼が、『川は私のものだ。私がそれを造った』と言ったからである。
10Διατοῦτο ἰδοὺ ἐγὼ ἐπὶ σὲ, καὶ ἐπὶ πάντας τοὺς ποταμούς σου, καὶ δώσω γῆν Αἰγύπτου εἰς ἔρημον καὶ ῥομφαίαν καὶ ἀπώλειαν ἀπὸ Μαγδωλοῦ καὶ Συήνης καὶ ἕως ὁρίων Αἰθιόπων.
10それゆえ、見よ、わたしはあなたと、あなたの川々に立ち向かう。セベネの塔からエチオピアの国境に至るまで、エジプトの地を全く荒れ果てた廃墟とする。
11Οὐ μὴ διέλθῃ ἐν αὐτῇ ποὺς ἀνθρώπου, καὶ ποὺς κτήνους οὐ μὴ διέλθῃ αὐτὴν, καὶ οὐ κατοικηθήσεται τεσσαράκοντα ἔτη.
11人の足もそこを通らず、動物の足もそこを通らない。そこは四十年間、人の住まない所となる。
12Καὶ δώσω τὴν γῆν αὐτῆς ἀπώλειαν ἐν μέσῳ γῆς ἠρημωμένης, καὶ αἱ πόλεις αὐτῆς ἐν μέσῳ πόλεων ἠρημωμένων ἔσονται τεσσεράκοντα ἔτη· καὶ διασπερῶ Αἴγυπτον ἐν τοῖς ἔθνεσι, καὶ λικμήσω αὐτοὺς εἰς τὰς χώρας.
12わたしは、荒れ果てた国々のただ中で、エジプトの地を荒れ果てさせる。その町々は、廃墟となった町々のただ中で、四十年間荒れ果てる。わたしはエジプト人を諸国の間に散らし、国々の中に追い散らす。』
13Τάδε λέγει Κύριος, μετὰ τεσσεράκοντα ἔτη συνάξω Αἰγυπτίους ἀπὸ τῶν ἐθνῶν οὗ διεσκορπίσθησαν ἐκεῖ,
13主なる神はこう言われる。『四十年の終わりに、わたしはエジプト人を、散らされた諸民族の中から集める。
14καὶ ἀποστρέψω τὴν αἰχμαλωσίαν τῶν Αἰγυπτίων, καὶ κατοικίσω αὐτοὺς ἐν γῇ Φαθωρῆς, ἐν τῇ γῇ ὅθεν ἐλήμφθησαν, καὶ ἔσται ἀρχὴ ταπεινὴ
14わたしはエジプトの捕囚の民を帰らせ、彼らをその生まれ故郷であるパテロスの地に戻らせる。そこで彼らは弱小の王国となる。
15παρὰ πάσας τὰς ἀρχάς· οὐ μὴ ὑψωθῇ ἔτι ἐπὶ τὰ ἔθνη· καὶ ὀλιγοστοὺς αὐτοὺς ποιήσω, τοῦ μὴ εἶναι αὐτοὺς πλείονας ἐν τοῖς ἔθνεσι.
15それは諸王国の中で最も低いものとなり、二度と諸国の上に自らを高く上げることはない。わたしは彼らを小さくし、二度と諸国を支配できないようにする。
16Καὶ οὐκέτι ἔσονται τῷ οἴκῳ Ἰσραὴλ εἰς ἐλπίδα ἀναμιμνήσκουσαν ἀνομίαν, ἐν τῷ ἀκολουθῆσαι αὐτοὺς ὀπίσω ἀυτῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
16イスラエルの家が彼らを頼ろうとして振り向くとき、彼らは不義を思い起こさせる存在ではなくなり、イスラエルの家の頼みともならない。そのとき、彼らは、わたしが主なる神であることを知る。』」
17Καὶ ἐγένετο ἐν τῷ ἑβδόμῳ καὶ εἰκοστῷ ἔτει, μιᾷ τοῦ μηνὸς τοῦ πρώτου, ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
17第二十七年の第一の月、その月の一日、主の言葉が私に臨んだ。
18Υἱὲ ἀνθρώπου, Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος κατεδουλώσατο τὴν δύναμιν αὐτοῦ δουλείᾳ μεγάλῃ ἐπὶ Τύρου, πᾶσα κεφαλὴ φαλακρὰ, καὶ πᾶς ὦμος μαδῶν· καὶ μισθὸς οὐκ ἐγενήθη αὐτῷ καὶ τῇ δυνάμει αὐτοῦ ἐπὶ Τύρον, καὶ τῆς δουλείας ἧς ἐδούλευσαν ἐπʼ αὐτήν.
18「人の子よ、バビロンの王ネブカドネザルは、その軍勢にツロに対する厳しい労役をさせた。すべての頭ははげ、すべての肩はすりむけた。しかし、彼もその軍勢も、ツロに対して行った労役に見合う報酬を、ツロから得られなかった。
19Τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ δίδωμι τῷ Ναβουχοδονόσορ βασιλεῖ Βαβυλῶνος γῆν Αἰγύπτου, καὶ προνομεύσει τὴν προνομὴν αὐτῆς, καὶ σκυλεύσει τὰ σκῦλα αὐτῆς· καὶ ἔσται μισθὸς τῇ δυνάμει αὐτοῦ,
19それゆえ、主なる神はこう言われる。『見よ、わたしはエジプトの地をバビロンの王ネブカドネザルに与える。彼はその大勢の民を運び去り、その略奪物を奪い、その獲物を取る。それが彼の軍勢への報酬となる。
20ἀντὶ τῆς λειτουργίας αὐτοῦ ἧς ἐδούλευσεν ἐπὶ Τύρον, δέδωκα αὐτῷ γῆν Αἰγύπτου· τάδε λέγει Κύριος Κύριος.
20彼らがわたしのために働いたので、わたしは彼の労役への報酬としてエジプトの地を与えた』と主なる神は言われる。」
21Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνατελεῖ κέρας παντὶ τῷ οἴκῳ Ἰσραὴλ, καὶ σοὶ δώσω στόμα ἀνεῳγμένον ἐν μέσῳ αὐτῶν, καὶ γνώσονται ὅτι ἐγώ εἰμι Κύριος.
21「その日、わたしはイスラエルの家のために一つの角を芽生えさせ、彼らの中であなたの口を開く。そのとき、彼らは、わたしが主であることを知る。」

Tip: use the ← and → keys to turn chapters.