ΙΕΖΕΚΙΗΛ
Chapter 21
Septuagint (Brenton Gree…
vs Chinese Union Vers…
Aa
Text size
Line width
Verse numbers

ΙΕΖΕΚΙΗΛ 21

Septuagint (Brenton Greek text, with Apocrypha)
Chinese Union Version, punctuated (Simplified)
1Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
1耶和华的话临到我说:
2υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ θαιμὰν, καὶ ἐπίβλεψον ἐπὶ Δαρὸμ, καὶ προφήτευσον ἐπὶ δρυμὸν ἡγούμενον Ναγὲβ,
2「人子啊,你要面向 耶路撒冷 和圣所滴下预言,攻击 以色列 地。
3καὶ ἐρεῖς τῷ δρυμῷ Ναγὲβ, ἄκουε λόγον Κυρίου· τάδε λέγει Κύριος Κύριος, ἰδοὺ ἐγὼ ἀνάπτω ἐν σοὶ πῦρ, καὶ καταφάγεται ἐν σοὶ πᾶν ξύλον χλωρὸν καὶ πᾶν ξύλον ξηρὸν, οὐ σβεσθήσεται ἡ φλὸξ ἡ ἐξαφθεῖσα, καὶ κατακαυθήσεται ἐν αὐτῇ πᾶν πρόσωπον ἀπὸ ἀπηλιώτου ἕως Βοῤῥᾶ.
3对 以色列 地说,耶和华如此说:我与你为敌,并要拔刀出鞘,从你中间将义人和恶人一并剪除。
4Καὶ ἐπιγνώσεται πᾶσα σὰρξ, ὅτι ἐγὼ Κύριος ἐξέκαυσα αὐτὸ, οὐ σβεσθήσεται.
4我既要从你中间剪除义人和恶人,所以我的刀要出鞘,自南至北攻击一切有血气的;
5Καὶ εἶπα, μηδαμῶς Κύριε Κύριε· αὐτοὶ λέγουσι πρὸς μὲ, οὐχὶ παραβολή ἐστι λεγομένη αὕτη;
5一切有血气的就知道我—耶和华已经拔刀出鞘,必不再入鞘。
6Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
6人子啊,你要叹息,在他们眼前弯着腰,苦苦地叹息。
7Διατοῦτο προφήτευσον υἱὲ ἀνθρώπου, στήρισον τὸ πρόσωπόν σου ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπίβλεψον ἐπὶ τὰ ἅγια αὐτῶν,
7他们问你说:『为何叹息呢?』你就说:『因为有风声、 灾祸 要来。人心都必消化,手都发软,精神衰败,膝弱如水。看哪,这 灾祸 临近,必然成就。这是主耶和华说的。』」
8καὶ προφητεύσεις ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ ἐρεῖς πρὸς τὴν γῆν τοῦ Ἰσραὴλ, τάδε λέγει Κύριος, ἰδοὺ ἐγὼ πρὸς σὲ, καὶ ἐκσπάσω τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, καὶ ἐξολοθρεύσω ἐκ σοῦ ἄνομον καὶ ἄδικον·
8耶和华的话临到我说:
9Ἀνθʼ ὧν ἐξολοθρεύσω ἐκ σοῦ ἄδικον καὶ ἄνομον, οὕτως ἐξελεύσεται τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ ἐπὶ πᾶσαν σάρκα ἀπὸ ἀπηλιώτου ἔως Βοῤῥᾶ,
9「人子啊,你要预言。耶和华吩咐我如此说: 有刀、有刀, 是磨快擦亮的;
10καὶ ἐπιγνώσεται πᾶσα σὰρξ, διότι ἐγὼ Κύριος ἐξέσπασα τὸ ἐγχειρίδιόν μου ἐκ τοῦ κολεοῦ αὐτοῦ, οὐκ ἀποστρέψει οὐκέτι.
10磨快为要行杀戮, 擦亮为要像闪电。 我们岂可快乐吗? 罚 我子的杖藐视各树。
11Καὶ σὺ υἱὲ ἀνθρώπου καταστέναξον ἐν συντριβῇ ὀσφύος σου, καὶ ἐν ὀδύναις στενάξεις κατʼ ὀφθαλμοὺς αὐτῶν.
11这刀已经交给人擦亮,为要应手使用。这刀已经磨快擦亮,好交在行杀戮的人手中。
12Καὶ ἔσται ἐὰν εἴπωσι πρὸς σὲ, ἕνεκα τίνος σὺ στενάζεις; καὶ ἐρεῖς, ἐπὶ τῇ ἀγγελίᾳ, διότι ἔρχεται, καὶ θραυσθήσεται πᾶσα καρδία, καὶ πᾶσαι χεῖρες παραλυθήσονται, καὶ ἐκψύξει πᾶσα σὰρξ καὶ πᾶν πνεῦμα, καὶ πάντες μηροὶ μολυνθήσονται ὑγρασίᾳ· ἰδοὺ ἔρχεται, λέγει Κύριος.
12人子啊,你要呼喊哀号,因为这刀临到我的百姓和 以色列 一切的首领。他们和我的百姓都交在刀下,所以你要拍腿 叹息 。
13Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
13有试验的事;若那藐视的杖归于无有,怎么样呢?这是主耶和华说的。
14υἱὲ ἀνθρώπου προφήτευσον, καὶ ἐρεῖς, τάδε λέγει Κύριος, εἰπὸν, ῥομφαία ῥομφαία ὀξύνου καὶ θυμώθητι,
14「人子啊,你要拍掌预言。我— 耶和华 要使这刀,就是致死伤的刀,一连三次加倍 刺人 ,进入他们的内屋,使大人受死伤的就是这刀。
15ὅπως σφάξῃς σφάγια, ὀξύνου ὅπως γένῃ εἰς στίλβωσιν, ἑτοίμη εἰς παράλυσιν· σφάζε, ἐξουδένει, ἀπόθου πᾶν ξῦλον.
15我设立这恐吓人的刀,攻击他们的一切城门,使他们的心消化,加增他们跌倒的事。哎!这刀造得像闪电,磨得尖利,要行杀戮。
16Καὶ ἔδωκεν αὐτὴν ἑτοίμην τοῦ κρατεῖν χεῖρα αὐτοῦ· ἐξηκονήθη ἡ ῥομφαία, ἐστὶν ἑτοίμη τοῦ δοῦναι αὐτὴν εἰς χεῖρα, ἀποκεντοῦντος.
16刀啊,你归在右边,摆在左边;你面向哪方,就向那方 杀戮 。
17Ἀνάκραγε καὶ ὀλύλυξον, υἱὲ ἀνθρώπου, ὅτι αὕτη ἐγένετο ἐν τῷ λαῷ μου, αὕτη ἐν πᾶσι τοῖς ἀφηγουμένοις τοῦ Ἰσραήλ· παροικήσουσιν, ἐπὶ ῥομφαίᾳ ἐγένετο ἐν τῷ λαῷ μου· διατοῦτο κρότησον ἐπὶ τὴν χεῖρά σου,
17我也要拍掌,并要使我的忿怒止息。这是我—耶和华说的。」
18ὅτι δεδικαίωται· καὶ τί εἰ καὶ φυλὴ ἀπωσθῇ; οὐκ ἔσται, λέγει Κύριος Κύριος.
18耶和华的话又临到我说:
19Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον, καὶ κρότησον χεῖρα ἐπὶ χεῖρα, καὶ διπλασίασον ῥομφαίαν· ἡ τρίτη ῥομφαία τραυματιῶν ἐστι, ῥομφαία τραυματιῶν ἡ μεγάλη· καὶ ἐκστήσεις αὐτοὺς,
19「人子啊,你要定出两条路,好使 巴比伦 王的刀来。这两条路必从一地分出来,又要在通城的路口上画出一只手来。
20ὅπως μὴ θραυσθῇ ἡ καρδία, καὶ πληθυνθῶσιν οἱ ἀσθενοῦντες ἐπὶ πᾶσαν πύλην, παραδέδονται εἰς σφάγια ῥομφαίας· εὖ γέγονεν εἰς σφαγὴν, εὖ γέγονεν εἰς στίλβωσιν.
20你要定出一条路,使刀来到 亚扪 人的 拉巴 ;又要定出一条路,使刀来到 犹大 的坚固城 耶路撒冷 。
21Καὶ διαπορεύου, ὀξύνου ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων, οὗ ἄν τὸ πρόσωπόν σου ἐξεγείρηται.
21因为 巴比伦 王站在岔路那里,在两条路口上要占卜。他摇签求问神像,察看 牺牲的 肝;
22Καὶ ἐγὼ δὲ κροτήσω χεῖρά μου πρὸς χεῖρά μου, καὶ ἐναφήσω θυμόν μου, ἐγὼ Κύριος λελάληκα.
22在右手中拿着为 耶路撒冷 占卜的签,使他安设撞城锤,张口叫杀,扬声呐喊,筑垒造台,以撞城锤,攻打城门。
23Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων,
23据那些曾起誓的 犹大 人看来,这是虚假的占卜;但 巴比伦 王要使他们想起罪孽,以致将他们捉住。」
24καὶ σὺ, υἱὲ ἀνθρώπου, διάταξον σεαυτῷ δύο ὁδοὺς, τοῦ εἰσελθεῖν ῥομφαίαν βασιλέως Βαβυλῶνος, ἐκ χώρας μιᾶς ἐξελεύσονται αἱ δύο, καὶ χεὶρ ἐν ἀρχῇ ὁδοῦ πόλεως, ἐπʼ ἀρχῆς ὁδοῦ διατάξεις,
24主耶和华如此说:「因你们的过犯显露,使你们的罪孽被记念,以致你们的罪恶在行为上都彰显出来;又因你们被记念,就被捉住。
25τοῦ εἰσελθεῖν ῥομφαίαν ἐπὶ Ῥαββὰθ υἱῶν Ἀμμὼν, καὶ ἐπὶ τὴν Ἰουδαίαν, καὶ ἐπὶ τὴν Ἱερουσαλὴμ, ἐν μέσῳ αὐτῆς.
25你这受死伤行恶的 以色列 王啊,罪孽的尽头到了,受报的日子已到。
26Διότι στήσεται βασιλεὺς Βαβυλῶνος ἐπὶ τὴν ἀρχαίαν ὁδόν, ἐπʼ ἀρχῆς τῶν δύο ὁδῶν, τοῦ μαντεύσασθαι μαντείαν, τοῦ ἀναβράσαι ῥάβδον, καὶ ἐπερωτῆσαι ἐν τοῖς γλυπτοῖς, καὶ κατασκοπήσασθαι.
26主耶和华如此说:当除掉冠,摘下冕,景况必不再像先前;要使卑者升为高,使高者降为卑。
27Ἐκ δεξιῶν αὐτοῦ ἐγένετο τὸ μαντεῖον ἐπὶ Ἱερουσαλὴμ, τοῦ βαλεῖν χάρακα, τοῦ διανοῖξαι στόμα ἐν βοῇ, ὑψῶσαι φωνὴν μετὰ κραυγῆς, τοῦ βαλεῖν χάρακα ἐπὶ τὰς πύλας αὐτῆς, καὶ βαλεῖν χῶμα, καὶ οἰκοδομῆσαι βελοστάσεις.
27我要将 这国 倾覆,倾覆,而又倾覆;这 国 也必不再有,直等到那应得的人来到,我就赐给 他 。」
28Καὶ αὐτός αὐτοῖς ὡς μαντευόμενος μαντείαν ἐνώπιον αὐτῶν, καὶ αὐτὸς ἀναμιμνήσκων ἀδικίας αὐτοῦ μνησθῆναι.
28「人子啊,要发预言说:主耶和华论到 亚扪 人和他们的凌辱,吩咐我如此说:有刀,有拔出来的刀,已经擦亮,为行杀戮,使他像闪电以行吞灭。
29Διατοῦτο τάδε λέγει Κύριος, ἀνθʼ ὧν ἀνεμνήσατε τὰς ἀδικίας ὑμῶν, ἐν τῷ ἀποκαλυφθῆναι τὰς ἀσεβείας ὑμῶν, τοῦ ὀραθῆναι ἁμαρτίας ὑμῶν, ἐν πάσαις ταῖς ἀσεβείαις ὑμῶν καὶ ἐν τοῖς ἐπιτηδεύμασιν ὑμῶν, ἀνθʼ ὧν ἀνεμνήσατε, ἐν τούτοις ἁλώσεσθε.
29人为你见虚假的异象,行谎诈的占卜,使你倒在受死伤之恶人的颈项上。他们罪孽到了尽头,受报的日子已到。
30Καὶ σὺ βέβηλε, ἄνομε, ἀφηγούμενε τοῦ Ἰσραὴλ, οὗ ἥκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας, πέρας,
30你将刀收入鞘吧!在你受造之处、生长之地,我必刑罚你。
31τάδε λέγει Κύριος, ἀφείλου τὴν κίδαριν, καὶ ἐπέθου τὸν στέφανον, αὐτῇ οὐ τοιαύτη ἔσται· ἐταπείνωσας τὸ ὑψηλὸν, καὶ ὕψωσας τὸ ταπεινόν.
31我必将我的恼恨倒在你身上,将我烈怒的火喷在你身上;又将你交在善于杀灭的畜类人手中。
32Ἀδικίαν, ἀδικίαν, ἀδικίαν θήσομαι αὐτὴν, οὐαὶ αὐτῇ, τοιαύτη ἔσται ἕως οὗ ἔλθῃ ᾧ καθήκει, καὶ παραδώσω αὐτῷ.
32你必当柴被火焚烧;你的血必 流 在国中。你必不再被记念,因为这是我—耶和华说的。」
33Καὶ σὺ υἱὲ ἀνθρώπου προφήτευσον, καὶ ἐρεῖς, τάδε λέγει Κύριος πρὸς τοὺς υἱοὺς Ἀμμὼν καὶ πρὸς τὸν ὀνειδισμὸν αὐτῶν· καὶ ἐρεῖς, ῥομφαία ῥομφαία ἐσπασμένη εἰς σφάγια, καὶ ἐσπασμένη εἰς συντέλειαν, ἐγείρου ὅπως στίλβῃς·
no verse 33 in this text
34ἐν τῇ ὁράσει σου τῇ ματαίᾳ, καὶ ἐν τῷ μαντεύεσθαί σε ψευδῆ, τοῦ παραδοῦναί σε ἐπὶ τραχήλους τραυματιῶν ἀνόμων, ἥκει ἡ ἡμέρα ἐν καιρῷ ἀδικίας, πέρας.
no verse 34 in this text
35Ἀπόστρεφε, μὴ καταλύσῃς ἐν τῷ τόπῳ τούτῳ ᾧ γεγέννησαι, ἐν τῇ γῇ τῇ ἰδίᾳ σου κρινῶ σε.
no verse 35 in this text
36Καὶ ἐκχεῶ ἐπὶ σὲ ὀργήν μου, ἐν πυρὶ ὀργῆς μου ἐμφυσήσω ἐπὶ σὲ, καὶ παραδώσω σε εἰς χεῖρας ἀνδρῶν βαρβάρων τεκταινόντων διαφθοράς.
no verse 36 in this text
37Ἐν πυρὶ ἔσῃ κατάβρωμα, τὸ αἷμά σου ἔσται ἐν μέσῳ τῆς γῆς σου· οὐ μὴ γένηταί σου μνεία, διότι ἐγὼ Κύριος λελάληκα.
no verse 37 in this text

Tip: use the ← and → keys to turn chapters.